Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Θεὸς γὰρ ἦν ὁ τοῦτο ποιῶν, ὁ καὶ διὰ Ἡσαΐου πρὸς Κῦρον εἰπών· »ἐγὼ δὲ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω«. καὶ παρὰ τοῖς ἔξω γὰρ τοιαύτας ἔχειν ἱστόρηται πύλας ἡ Βαβυλών, καὶ ἐκ τῶν εἰς τὸν ποταμὸν μέσον ὄντα καταβάσεων ἑαλωκέναι, μέρους ἑκατέρου συναπτομένου γεφύραις παρὰ τὰς ἀναγούσας ἐπὶ τὴν πόλιν ἀνόδους, πρὸς ἑκάτερον μέρος διῃρημένης τῆς πόλεως. καί φησιν ἡ ἱστορία, ὡς τῶν παρ᾿ ἔσχατα τῆς πόλεως ἁλισκομένων οἱ ἄλλοι πανήγυριν ἄγοντες διὰ τὸ μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν. συστήματα δὲ νῦν τὰς οἰκίας ἔοικε λέγειν· τῇ γὰρ συνεχείᾳ πρὸς ἀλλήλας συνίσταντο. διὸ ἐπιφέρει· οἱ οἶκοι βασιλέως Βαβυλῶνος καὶ τὰ ἑξῆς· ἢγουν ἀπὸ τῶν ἐν ἀυτοῖς συνισταμένων τὰ φρούρια.

[*](4 Jes. 45, 4.—6 Vgl. Olymp. (Gh II, 911): τῆς Ἀρμενίας ὄρη|τὰ Ἀραράτ.—12 Vgl. Onom. sacra I, 174, 91 u. ö.—17 Jes. 45, 2. — 18 ff. Vgl. Herodot. I, 180. 186. 191.— 22 ff. Vgl. Herodot. I, 191: ὑπὸ δὲ μεγάθεος τῆς πόλιος, ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων, τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας, ἀλλὰ (τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτὴν) χορεύειν τε τοῦτον| τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι. Vgl. Xenophon, Kyrop. 7, 5.)[*](3 ἡ] + τοῦ ο | ᾖ] ἡ ο | καὶ βέβηλος] βέβηλος γὰρ c | 4 ἦν] ὑπῆρχεν ο | 5 κατὰ] < clo | 6 ἀραρὰτ c* w. e. sch. lo ἀραρὲτ c1 9 αἷς] οἷς ο | 13 προσσυμπαθείας c | 14 τῷ] τὸ c | 18 συνκλάσω o | 19 γὰρ u. ἔχειν übergesch. c1 | 20 ὄντων c | 22 διηρημένης 1 διηρημένας co | 28 Βαβυλῶνος] < ο.)
221