Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Τί δὲ τὸ ἄχυρον πρὸς τὸν | σῖτον εἶπεν, ἀλλ᾿ οὐ πρὸς κριθήν· παρέθηκε γὰρ ὁ κύριος ἄρτους, τοὺς μὲν κριθίνους τοῖς ἀλογωτέροις, τοὺς δὲ πυρίνους τοῖς λογικοῖς. διὸ καὶ νῦν οὐκ ἔφη· τί τὸ ἄχυρον πρὸς τὴν κριθήν, ἀλλὰ πρὸς τὸν σῖτον, τὴν λογικὴν ἀκριβῶς παραστήσας τροφήν. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν. ὅταν ὁ ἀκροατὴς ἐλεγμενος καίηται ὥστε λέγειν· »οὐχὶ ἡ καρδία μου καιομένη ἦν ἐν ἐμοί«, πῦρ καὶ σῖτός ἐστιν ὁ λόγος· εἰ δὲ τέρπεται τῶν καθ᾿ Ἡδονὴν ἀκροώμενος, ἄχυρα. ἀλλὰ καὶ πέλυξ ἐστὶν ὁ τοῦ θεοῦ λόγος, οὐ ξύλα μόνον δυνατὸς ἀλλὰ καὶ πέτραν διελεῖν, οὐ τὴν· λόγος, Χριστὸν νοουμένην, ἀλλὰ τὴν ἐναντίαν ἣν δεῖ τέμνεσθαι κατὰ τὸ »συντριβήσονται πέτραι ἐνώπιον κυρίου«.
[*](3ff. Psal. 23, 1. — 9 Vgl. Jerem. 2, 2 u. ö. — 9 ff. Vgl. Olymp. (Gh II, 580). — 19ff. Vgl. Philo de sept. II, 294 M. Vgl. Hier. Comm. 1005. 1006. — 20 Vgl. Joh. 6, 9. 13. — 25 Luck. 24, 32. — 28 Vgl. I Kor. 10, 4. — 30 Judith 16, 15 ??)[*](2 ἀπηλλαγμένων o w. e sch. | 5 μὴ] μὲν clo | εἰσὶ] εἰσ ο }| πλήρωμα² —γῆς²] < ο | 9 τῷ l τὸ co | 13 τὰ] < ο | ἀργυρόμοιβος c | 19 Τί] anonym am Anfang d. Seite o | 20 κριθίνους 1 κριθήνους co | 24 κόπειν ο | ὅταν] ἐὰν ο | 25 ἦν καιομένη ο | 26 εἰ] ἡ c | τέρπεται l τέρπηται co 20 | 27 καὶ Blass Koetschau.)