Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἐπειδὴ καὶ οἱ ψευδοπροφῆται ἀπεχρῶντο τῷ »τάδε λέγει κύριος«, τοὺς ἀληθεῖς προφήτας ὑποκρινόμενοι, ἔδει σημείων διαστελλόντων ἑκατέρους. ἦν μὲν οὖν, κατὰ τὸν ἀπόστολον, πνευμάτων διακρίσεως χάρισμα, καὶ ὁ τοῦτο ἔχων διέκρινε πνεύματα, τά τε θεῖα ὄντα καὶ τὰ πονηρά, καθάπερ ἀργυραμοιβὸς τὸ νόμισμα τὸ δόκιμόν τε καὶ κίβδηλον. χωρὶς δὲ τῆς καθολικῆς ἐπιστήμης καὶ τὸ νῦν εἰρημένον ἀρκεῖ πρὸς διάκρισιν. ὁ γὰρ λόγος μου, φησίν, οὐ διάκενος καὶ τρόφιμος ἀλόγων, ἀλλ᾿ οἱονεὶ σῖτος καὶ λογικῶν τροφή.