Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ὥσπερ ὁ πριάμενος ἱμάτινο, εἰ τύχοι, παρ᾿ οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ᾿ οὐ δικαίως, οὕτω τῶν διδασκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκλκιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι· περὶ ὧν λέγοιτ᾿ ἄν· »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται δἰσὶ καὶ λῃσταί, καὶ οὐκ ηκουσαν αὐτῶν τὰ πρόβατα«. τοιοῦτος Ὁ λόγῳ χρώμενος εὐαγγελικῷ, μὴ πίστει διακείμενος πρὸς αὐτὸν μηδὲ βιοὺς κατ᾿ αὐτόν, ἀλλοτρίᾳ δὲ προαιρέσει χρώμενος τῇ τοῦ λόγου ἀπαγγελίᾳ· κλέπτης γάρ ἐστι καὶ λεχθήσεται πρὸς αὐτόν· » ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις«.