Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ᾿ ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ. καὶ ὅμως πάντα πληρῶν οὐ πληροῖ τὸν ἁμαρτωλόν, πνευμάτων γὰρ ἀκαθάρτων πεπλήρωται· [*](2 Vgl. Jerem. 23, 17. — 3 Psal. 6, 2. — 5 Vgl. Psal. 6, 2b. — 12ff. Vgl. Chrysost. (Gh II, 574f.): ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. πόθεν οἶδα; παρὼν ἐγά εἰμι, πανταχοῦ πάρειμι. εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Vgl. Sever. Antioch. ebenda. — 14 Weish. Sal. l, 7. — 15 Act. 17, 28. — 19 Joh. l, 10. — 21 Matth. 18, 20. — 22 Matth. 28, 20.) [*](1 ὡς] ὡ ο | 4 ποιήσει ο | δι᾿ ὃ] διὸ c l o | 5 ὡς] 〈 o | παιδεύσῃ Gh παιδεύσει c l o | 6 ἐγχρήματος ο | 7 ὂν] ὢν ο | 7/8 νοηθήσεταί φησι ο | 8 περὶ1] μετὰ ο | τε] 〈 ο | 12 τὸν λαὸν εἰς πονηρίαν ὠηθήσαντες ο | 28 καὶ1] 〈 ο | ὕμως] + καὶ ο.)

207
καὶ τὸν τοιοῦτον ἀδύνατον ὑπὸ θεοῦ πληρωθῆναι, μὴ τῶν ἄλλων τῶν πληρούντων ἀπηλλαγμένον. τοὺς γὰρ ἀξίους πληροῖ ἐν οὐρανῷ τε καὶ γῇ. »τοῦ« γὰρ »κυρίου« οὐχὶ ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, ἀλλ᾿ »ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς«, ὡς ὄντων ἐν αὐτῇ τινων οἳ μὴ εἰσὶ πλήρωμα γῆς. πλήρωμα γὰρ τῆς γῆς οἱ πεπληρωμένοι ἀπὸ τοῦ εἰπόντος· οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.