De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

εἰκὸς (δὲ) τῷ θεῷ οὐ μόνον προεγνῶσθαι τὰ ἐσόμενα ἀλλὰ καὶ προδιατετάχθαι. καὶ μηδὲν αὐτῷ παρὰ τὰ προδιατεταγμένα γίνεσθαι. ὥσπερ οὖν εἴ τις εὔχοιτο ἀνατέλλειν τὸν ἥλιον, ἠλίθιος ἂν νομίζοιτο. τὸ καὶ χωρὶς τῆς εὐχῆς αὐτοῦ ἐσόμενον διὰ τῆς εὐχῆς γενέσθαι ἀξιῶν· οὕτως ἀνόητος ἂν εἴη ἄνθρωπος, ὅστις οἴεται διὰ τὴν ἑαυτοῦ εὐχὴν γίνεσθαι τὰ καὶ μὴ εὐξαμένου αὐτοῦ πάντως ἐσόμενα ἄν, πάλιν τε αὖ ὥσπερ πᾶσαν μανίαν ὑπερβάλλει ὁ διὰ τὸ ἐνοχλεῖσθαι ὑπὸ τοῦ ἡλίου γενομένου ἐν θεριναῖς τροπαῖς καὶ καυσοῦσθαι οἰόμενος διὰ τῆς εὐχῆς μεταστήσεσθαι τὸν ἥλιον ἐπὶ τὰ ἐαρινὰ σημεῖα, ἵνα εὐκράτου ἀπολαύῃ τοῦ ἀέρος· οὕτως τὰ ἀναγκαίως συμβαίνοντα περιστατικὰ τῷ ἀνθρώπων γένει εἴ τις οἴοιτο διὰ τὸ εὔχεσθαι μὴ πείσεσθαι, πᾶσαν (ἂν), ὑπερβάλοι μελαγχολίαν.

εἰ δὲ καὶ „ἠλλοτριώθησαν ἁμαρτωλοὶ ἀπὸ μήτρας,“ καὶ ἀφώρισται ὁ δίκαιος „ἐκ κοιλίας μητρὸς,“ (καὶ) „μήπω μήτε γεννηθέντων μήτε πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ᾿ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ᾿ ἐκ τοῦ καλοῦντος,“ λέγεται· „ὁ μείζων δουλεύσει τῷ ἐλάττονι,“ μάτὴν περὶ ἀφέσεως ἁμαρτημάτων ἀξιοῦμεν ἢ περὶ τοῦ πνεῦμα ἰσχύος λαβεῖν, ἵνα „πάντα“

v.2.p.310
ἰσχύσωμεν ἐνδυναμοῦντος ἡμᾶς Χριστοῦ. εἰ μὲν γὰρ „ἁμαρτωλοί“ ἐσμεν, „ἀπὸ μήτρας“ ἠλλοτριώμεθα· εἰ δὲ ἀφωρίσθημεν „ἐκ κοιλίας μητρὸς“ ἡμῶν, τὰ κάλλιστα καὶ μὴ εὐχομένοις ἀπαντήσεται. ποίαν γὰρ εὐχὴν προσαγαγὼν Ἰακὼβ, πρὶν γεννηθῆναι, προφητεύεται ὅτι „ὑπερέξει“ τοῦ Ἠσαῦ, καὶ „δουλεύσει“ αὐτῷ ὁ ἀδελφός; τί δὲ ἀσεβήσας ὁ „Ἠσαῦ“ μισεῖται πρὶν γεννηθῆναι; ἵνα τί δὲ εὔχεται Μωϋσῆς, ὡς ἐν ὀγδοηκοστῷ ἐνάτῳ εὕρηται ψαλμῷ, εἰ „καταφυγὴ“ αὐτοῦ ἐστιν ὁ θεὸς „πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην;“ . . . . . . . . .