De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἀλλὰ καὶ περὶ πάντων τῶν σωθησομένων ἐν τῇ πρὸς Ἐφεσίους ἀναγέγραπται ὅτι „ἐξελέξατο“ αὐτοὺς „ἐν αὐτῷ,“ „ἐν Χριστῷ“ ὁ πατὴρ „πρὸ καταβολῆς κόσμου εἰς τὸ εἶναι“ αὐτοὺς „ἁγίους καὶ ἀμώμους κατ᾿ ἐνώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας“ αὐτοὺς „εἰς υἱοθεσίαν διὰ Χριστοῦ εἰς αὐτόν.“ ἤτοι οὖν τις ἐκ τῶν „πρὸ καταβολῆς κόσμου“ ἐστὶν ἐξειλεγμένος, καὶ ἀμήχανον αὐτὸν τῆς ἐκλογῆς ἐκπεσεῖν, διόπερ οὐ χρεία τούτῳ εὐχῆς· ἢ οὐκ ἐξείλεκται οὐδὲ προώρισται, καὶ μάτην εὔχεται, κἂν μυριάκις εὔξηται, οὐκ ἐπακουσθησόμενος. „οὓς“ γὰρ „προέγνω“ ὁ θεὸς, τούτους „καὶ προώρισε συμμόρφους τῆς εἰκόνος“ „τῆς δόξης“ „τοῦ υἱοῦ αὐτοῦ.“ „οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.“ τί γὰρ κάμνει Ἰωσίας ἢ διὰ τί εὐχόμενος πεφρόντικε περὶ τοῦ πότερόν ποτε εἰσακουσθήσεται ἢ μὴ, πρὸ πολλῶν γενεῶν ὀνομαστὶ προφητευθεὶς καὶ περὶ τοῦ ὅ τι ποτὲ πράξει οὐ μόνον προγνωσθεὶς ἀλλὰ καὶ εἰς ἐπήκοον πολλῶν προῤῥηθείς; ἵνα τί δὲ καὶ Ἰούδας προσεύχεται, ὥστε καὶ τὴν προσευχὴν αὐτοῦ γενηθῆναι „εἰς ἁμαρτίαν,“ ἀπὸ τῶν Δαυῒδ χρόνων προκηρυχθεὶς ὡς ἀπολέσων „τὴν ἐπισκοπὴν,“ ἑτέρου

v.2.p.311
ληψομένου ἀντ᾿ αὐτοῦ αὐτήν; αὐτόθεν δὲ ἀπεμφαίνει, ἀτρέπτου ὄντος τοῦ θεοῦ καὶ τὰ ὅλα προκατειληφότος μένοντός τε ἐν τοῖς προδιατεταγμένοις, εὔχεσθαι, οἰόμενον μετατρέψειν διὰ τῆς εὐχῆς αὐτοῦ τὴν πρόθεσιν ἢ ὡς μὴ προδιαταξαμένῳ ἀλλὰ περιμένοντι τὴν ἑκάστου εὐχὴν ἐντυγχάνειν, ἵνα διὰ τὴν εὐχὴν διατάξηται τὸ πρέπον τῷ εὐχομένῳ, τότε τάσσων τὸ δοκιμαζόμενον εἶναι εὔλογον οὐ πρότερον αὐτῷ τεθεωρημένον.

κείσθω δὲ ἐν τοῖς παροῦσιν αὐταῖς λέξεσιν ἅπερ διὰ τῶν πρός με γραμμάτων ἔταξας, οὕτως ἔχοντα. „πρῶτον· εἰ προγνώστης ἐστὶν ὁ θεὸς τῶν μελλόντων, καὶ δεῖ αὐτὰ γίνεσθαι, ματαία ἡ προσευχή. δεύτερον· εἰ πάντα κατὰ βούλησιν θεοῦ γίνεται, καὶ ἀραρότα αὐτοῦ ἐστι τὰ βουλεύματα, καὶ οὐδὲν τραπῆναι ὧν βούλεται δύναται, ματαία ἡ προσευχή,“ χρήσιμα δὲ, ὡς οἶμαι, ταῦτα πρὸς λύσιν τῶν ἀποναρκᾶν πρὸς τὸ εὔχεσθαι ποιούντων προδιαληπτέον.