De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Εἰ χρὴ τοίνυν μετὰ ταῦτα, ὥσπερ ἐκελεύσατε, ἐκθέσθαι τὰ πιθανὰ πρῶτον τῶν οἰομένων μηδὲν ἀπὸ τῶν εὐχῶν ἀνύεσθαι καὶ διὰ τοῦτο φασκόντων περισσὸν εἶναι τὸ εὔχεσθαι, οὐκ ὀκνήσομεν κατὰ δύναμιν καὶ τοῦτο ποιῆσαι, κοινότερον νῦν καὶ ἁπλούστερον τοῦ τῆς εὐχῆς ὀνόματος ἡμῖν λεγομένου . . . . . . . . . οὕτω δὴ ὁ λόγος ἐστὶν ἄδοξος καὶ μὴ τυχὼν ἐπισήμων τῶν προϊσταμένων αὐτοῦ, ὥστε μηδὲ πάνυ εὑρίσκεσθαι, ὅστις ποτὲ τῶν πρόνοιαν παραδεξαμένων καὶ θεὸν ἐπιστησάντων τοῖς ὅλοις εὐχὴν μὴ προσίεται. ἔστι γὰρ τὸ δόγμα ἤτοι τῶν πάντῃ ἀθέων καὶ τὴν οὐσίαν τοῦ θεοῦ ἀρνουμένων ἢ τῶν μέχρις ὀνόματος τιθέντων θεὸν τὴν πρόνοιαν δὲ αὐτοῦ ἀποστερούντων. ἤδη μέντοι γε ἡ ἀντικειμένη ἐνέργεια, τὰ ἀσεβέστατα τῶν δογμάτων περιτιθέναι θέλουσα τῷ ὀνόματι τοῦ Χριστοῦ καὶ τῇ διδασκαλίᾳ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ περὶ τοῦ μὴ δεῖν εὔχεσθαι δεδύνηται πεῖσαί τινας· ἧς γνώμης προΐστανται οἱ τὰ αἰσθητὰ πάντῃ ἀναιροῦντες καὶ μήτε βαπτίσματι μήτε εὐχαριστίᾳ χρώμενοι, συκοφαντοῦντες τὰς γραφὰς, ὡς καὶ τὸ εὔχεσθαι τοῦτο οὐ βουλομένας ἀλλ᾿ ἕτερόν τι σημαινόμενον παρὰ τοῦτο διδασκούσας.

εἶεν δ᾿ ἂν οἱ λόγοι τῶν ἀθετούντων τὰς εὐχὰς οὗτοι (δηλονότι θεὸν ἐφιστάντων τοῖς ὅλοις καὶ πρόνοιαν εἶναι λεγόντων· οὐ γὰρ πρόκειται νῦν ἐξετάζειν τὰ λεγόμενα ὑπὸ τῶν πάντῃ ἀναιρούντων θεὸν ἢ πρόνοιαν)· „ὁ θεὸς“ οἶδε „τὰ πάντα πρὸ γενέσεως αὐτῶν,“ καὶ οὐδὲν ἐκ τοῦ ἐνεστηκέναι ὅτε ἐνέστηκε πρῶτον αὐτῷ

v.2.p.309
γινώσκεται ὡς πρὸ τούτου μὴ γνωσθέν· τίς οὖν χρεία ἀναπέμπεσθαι εὐχὴν τῷ καὶ πρὶν εὔξασθαι ἐπισταμένῳ ὧν χρῄζομεν; „οἶδε γὰρ ὁ πατὴρ ὁ οὐράνιος ὧν χρείαν“ ἔχομεν „πρὸ τοῦ“ ἡμᾶς „αἰτῆσαι αὐτόν,“ εὔλογον δὲ πατέρα καὶ δημιουργὸν αὐτὸν ὄντα τοῦ παντὸς, ἀγαπῶντα „τὰ ὄντα πάντα“ καὶ μη(δὲν) βδελυσσόμενον ὧν πεποίηκε, σωτηρίως τὰ περὶ ἕκαστον καὶ χωρὶς τοῦ εὔξασθαι οἰκονομεῖν δίκην πατέρος, νηπίων προϊσταμένου καὶ μὴ περιμένοντος ἐκείνων τὴν ἀξίωσιν, ἤτοι μηδ᾿ ὅλως δυναμένων αἰτεῖν ἢ διὰ ἄγνοιαν πολλάκις τὰ ἐναντία τοῖς συμφέρουσι καὶ λυσιτελοῦσι θελόντων λαβεῖν. ἀπολειπόμεθα δὲ οἱ ἄνθρωποι πλεῖον τοῦ θεοῦ ἤπερ τὰ κομιδῇ παιδία τοῦ νοῦ τῶν γεγεννηκότων.