De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἐχόμενον δὲ τοῦ τί δὲ δεῖ προσεύξασθαι „καθὸ δεῖ οὐκ οἴδαμεν. ἀλλὰ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ“ τὸ „προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ (δὲ) καὶ τῷ νοΐ.“ οὐδὲ γὰρ δύναται ἡμῶν ὁ

v.2.p.302
νοῦς προσεύξασθαι, ἐὰν μὴ πρὸ αὐτοῦ τὸ πνεῦμα προσεύξηται οἱονεὶ ἐν ὑπηκόῳ αὐτοῦ, ὥσπερ οὐδὲ ψᾶλαι καὶ εὐρύθμως καὶ ἐμμελῶς καὶ ἐμμέτρως καὶ συμφώνως ὑμνῆσαι τὸν πατέρα ἐν Χριστῷ, ἐὰν μὴ „τὸ πνεῦμα“ τὸ „πάντα“ ἐρευνῶν, „καὶ τὰ βάθη τοῦ θεοῦ,“ πρότερον αἰνέσῃ καὶ ὑμνήσῃ τοῦτον, οὗ „τὰ βάθη“ ἠρεύνηκε καὶ, ὡς ἐξίσχυσε, κατείληφεν. ἐγὼ δὲ οἴομαι συναισθόμενόν τινα τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς ἀνθρωπίνης ἀσθενείας, ἀπολειπομένης τοῦ ὃν τρόπον εὔχεσθαι δεῖ, καὶ μάλιστα τοῦτ᾿ ἐγνωκότα, ὅτε ἐπιστημόνων καὶ μεγάλων λόγων ἤκουεν ἀπαγγελλομένων ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ, παυσαμένῳ τοῦ προσεύχεσθαι τῷ κυρίῳ εἰρηκέναι· „κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.“ ὅλος δὲ ὁ εἱρμὸς τοῦ ῥητοῦ οὕτως ἔχει· „καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον ἐν τόπῳ τινὶ, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε προσεύχεσθαι τοὺς μαθητὰς αὐτοῦ“ . . . . . . . . . ἆρα γὰρ ἄνθρωπος, ἐντεθραμμένος τῇ νομικῇ κατηχήσει καὶ τῇ ἀκροάσει τῶν προφητικῶν λόγων τῶν τε συναγωγῶν μὴ ἀπολειπόμενος, οὐκ ἠπίστατο ὁπωσδήποτε εὔχεσθαι, μέχρις οὗ ἴδῃ τὸν κύριον εὐχόμενον „ἐν τόπῳ τινί;“ ἀλλὰ τοῦτο ἄτοπον φάσκειν· ηὔχετο μὲν γὰρ κατὰ τὰ Ἰουδαίων ἔθη, ἑώρα δὲ μείζονος ἐπιστήμης ἑαυτὸν δεόμενον εἰς τὸν περὶ τῆς εὐχῆς τόπον. τί δὲ καὶ ὁ „Ἰωάννης ἐδίδασκε τοὺς μαθητὰς“ περὶ τῆς εὐχῆς, ἀπὸ Ἱεροσολύμων καὶ πάσης τῆς Ἰουδαίας καὶ τῆς περιχώρου ἐρχομένους βαπτίζεσθαι πρὸς αὐτὸν, εἰ μή τινα κατὰ τὸ „περισσότερον“ εἶναι „προφήτου“ ἔβλεπε περὶ τῆς εὐχῆς, ἅπερ
v.2.p.303
εἰκὸς ὅτι οὐ πᾶσι τοῖς βαπτιζομένοις ἀλλὰ τοῖς πρὸς τὸ βαπτίζεσθαι μαθητευομένοις ἐν ἀποῤῥήτῳ παρεδίδου;