De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

αἱ τοιαῦται δὲ εὐχαὶ αἱ ὄντως πνευματικαὶ, προσευχομένου ἐν τῇ καρδίᾳ τῶν ἁγίων τοῦ πνεύματος, ἀνεγράφησαν, πεπληρωμέναι ἀποῤῥήτων καὶ θαυμασίων δογμάτων· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Βασιλειῶν ἐκ μέρους ἡ τῆς Ἄννης (ὅλη γὰρ. „ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον κυρίου,“ λαλοῦσα „ἐν τῇ καρδίᾳ αὐτῆς,“ οὐκ † ἐχάρη γραφῇ), ἐν δὲ ψαλμοῖς ὁ ἑκκαιδέκατος ψαλμὸς „προσευχὴ τοῦ Δαυΐδ“ ἐπιγέγραπται, καὶ ὁ ἔνατος καὶ ὀγδοηκοστὸς „προσευχὴ τῷ Μωϋσεῖ, ἀνθρώπῳ τοῦ θεοῦ,“ καὶ ὁ πρῶτος καὶ ἑκατοστὸς „προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ“· αἵτινες προσευχαὶ, ἐπεὶ ἀληθῶς ἦσαν προσευχαὶ γινόμεναι πνεύματι λεγόμεναί τε, καὶ τῶν δογμάτων τῆς τοῦ θεοῦ σοφίας πεπλήρωνται, ὥστε εἰπεῖν ἄν τινα περὶ τῶν ἐν αὐταῖς ἐπαγγελλομένων· „τίς σοφὸς, καὶ συνήσει ταύτας; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτάς;“