De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἀλλὰ ταῦτα πάντα ἐπιστάμενος Παῦλος καὶ τούτων πολλαπλασίονα ἀπὸ νόμου καὶ προφητῶν τοῦ τε εὐαγγελικοῦ πληρώματος

v.2.p.301
παραθέσθαι δυνάμενος μετὰ ποικιλότητος τῆς εἰς ἕκαστον διηγήσεως, ἀπὸ διαθέσεως οὐ μετριαζούσης μόνον ἀλλὰ καὶ ἀληθευούσης φησίν (ὁρῶν δὲ καὶ μετὰ ταῦτα πάντα ὅσον ἀπολείπεται τοῦ εἰδέναι προσεύξασθαι τί δεῖ „καθὸ δεῖ“)· τὸ δὲ ὅ τι προσεύξασθαι δεῖ „καθὸ δεῖ οὐκ οἴδαμεν“· καὶ τοῦτο τῷ λόγῳ προστίθησιν. ὅθεν ἀναπληροῦται τὸ ἐλλεῖπον τῷ μὴ εἰδότι μὲν ἑαυτὸν δὲ ἄξιον τοῦ ἀναπληρωθῆναι ἐν αὐτῷ τὸ ἐλλεῖπον παρασκευάσαντι. λέγει γὰρ ὅτι αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.“ τὸ δὲ ἐν ταῖς καρδίαις τῶν μακαρίων κρᾶζον „ἀββὰ ὁ πατὴρ“ „πνεῦμα.“ ἐπιστάμενον ἐπιμελῶς τοὺς ἐν τῷ σκήνει στεναγμοὺς. ἀξίους τυγχάνοντας εἰς τὸ βαρῦναι τοὺς πεπτωκότας ἢ παραβεβηκότας, „στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ.“ τοὺς ἡμετέρους διὰ τὴν πολλὴν φιλανθρωπίαν καὶ συμπάθειαν ἀναδεχόμενον στεναγμούς· κατὰ δὲ τὴν ἐν αὐτῷ σοφίαν ὁρῶν τὴν ταπεινωθεῖσαν „εἰς χοῦν“ ψυχὴν ἡμῶν καὶ ἐν τῷ σώματι „τῆς ταπεινώσεως“ καθειργμένην, οὐ τοῖς τυχοῦσι „στεναγμοῖς“ χρώμενον „ὑπερεντυγχάνει τῷ θεῷ“ ἀλλά τισιν „ἀλαλήτοις,“ ἐχομένοις τῶν ἀῤῥήτων λόγων, ὧν οὐκ ἔστιν ἀνθρώπῳ λαλεῖν. τοῦτο δὴ τὸ πνεῦμα. οὐκ ἀρκούμενον τῷ ἐντυγχάνειν τῷ θεῷ, ἐπιτεῖνον τὴν ἔντευξιν „ὑπερεντυγχάνει,“ ἐγὼ οἶμαι ὅτι περὶ τῶν ὑπερνικώντων, ὁποῖος Παῦλος ἦν λέγων· „ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν.“ εἰκὸς δ᾿ ὅτι „ἐντυγχάνει“ μόνον περὶ τῶν οὐ τηλικούτων μὲν, ὡς ὑπερνικᾶν, οὐ τοιούτων δὲ πάλιν, ὥστε νικᾶσθαι, ἀλλὰ νικώντων.