Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ὀτι γὰρ αὐτεξουσίους ἡμᾶς οἶδεν ἡ θεία γραφή, ψέγουσα μὲν ὡς παρ᾿ ἐαυτοὺς ψεκτοὺς τοὺρ ἁμαρτάνοντας, ἐπαινοῦσα δὲ ὡς παρά τὴν ἑαυτῶν αἰτίαν ἐπαινετοὺς τοὺς τηροῦντας τὴν θείαν ἐντολήν, ἄκουσον τί φησιν έν τῷ Δευτερονομίῳ· »Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεός σου αἰτεῖ παρά σου ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου, »πορεύεσθαι έν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λα- »τρεύειν Κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, φυλάσσεσθαι τὰς ἐντολὰς τοῦ κυρίου καὶ τὰ δικαιώματα »αὐτοῦ, ὅσα ἐγώ σοι ἐντέλλομαι σήμερον, ἕνα εὖ ἦ σοί;‘ ἐν δὲ τῷ Μιχαίᾳ· »Εἰ ἀναγγέλῃ σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρά σου ἀλλ’ ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον »εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ θεοῦ σου;‘]] ὅσον οὖν ἐπὶ τούτοις δυνατόν ἐστιν ἔκαστον ἡμῶν γενέσθαι δίκαιον ἢ ἄδικον. νοήσεις οὖν τὸ »Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν »αὐτῶν τὰς καρδίας« ἀναφέρεσθαι ἐπὶ τὸν πονηρόν, καθὰ προείρη- [*](1 Joh. 12, 35, — 2 Luk. 19, 24. — 3 Vgl. Luk. 16, 10. — 7 Matth. 21, 43. — 9 Vgl. Joh. 12, 35, — 13 Joh. 8, 12. — 19 Deut. 10, 12f. (= ΑF). — 25 Mich. 6, 8. — 29 Joh. 12, 40.) [*](XCI. I ℵ] 11 τοὺς καρποὺς τὰ ἔθνη τ. φ. RV, corr. Pr | τοὺς καρποὺς τοῦ φωτὸς <) [*](XCII. Ι ℵ] 16 ὅτι γὰρ < ℵ | ψέγουσα] λέγουσα ℵ, cf. II | 18 ἄκουσον — θεοῦ σου < ℵ | 28 ἐστιν < RV | 30 αὐτῶν < ℵ | καθὰ — 556, 5 ΙΙ 3 (Cord. p. 322)] 16 ἡ γραφὴ ἡ θεία Μ 1 17 αὐτοὺς 3 Cord | ψεκτῶς Ρ | 20 σου1 < Ρ | σου3] + καὶ Ρ | 24 ἐντέλλομαί σοι Ρ | 25 Μιχαίᾳ] + τὸ Ρ | 26 τοῦ Cord | κρίμα < Ρ | καὶ2] + τὸ Ρ | 29 οὖν] τοίνυν Cord | ἐπήρωσεν)

555
ται. τυφλώσαντά τινων τοὺς ὀφθαλμοὺς καὶ πηρώσαντα αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ ἵνα νὴ νοήσωσι τῇ καρδίᾳ, καὶ ἴνα μεταστραφῶσι καὶ ἰάσηται αὐτοὺς ὁ κύριος. οὐ γὰρ ὥσπερ εἴρηκεν· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,]] οὕτω γέγραπται καὶ τὸ »Ἵνα μὴ στραφῶσι καὶ ἰάσηται αὐτούς«. ἄλλος οὖν ὁ τυφλῶν τοὺς ὀφθαλμοὺς καὶ πωρῶν τὴν καρδίαν, καὶ ἄλλος ὁ τοὺς ἐπιστρέφοντας ἰώμενος καὶ τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τοὺς τυφλούς. καὶ ὁ ἀπόστολος δὲ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ τοῦτό φησιν· »Εἰ δέ ἐστι »κεκαλυμμένον τὸ εὐαγγέλιον ἠμῶν, ἐν τοῖς ἐστὶν κεκαλυμμένον, ἐν »οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, »εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ »χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ«.]] καὶ οὐ θαυμαστὸν εἰ ὑποβάλλοντες ἑαυτοὺς δι᾿ ἥμαρτον τῷ πονηρῷ τυφλοῦνται τοὺς ὀφθαλμοὺς ὑπ᾿ αὐτοῦ καὶ πωροῦνται κατὰ τὸ θέλημα αὐτοῦ τὴν ἑαυτῶν καρδίαν, πάντα ποιοῦντος ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ στραφῶσιν. ἀλλὰ καὶ εἰς τὸ Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν‘ τοιαῦτα λεκτέον, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ, ὃν ὕστερον ὁ σωτὴρ ἡμῶν ἰάσατο, εἴ τις ἔλεγεν ὅτι Οὐδὲ δύναται βλέπειν διὰ τὸ τυφλὸν εἶναι, οὐ τοῦτο ἔλεγεν, ὅτι οὐ δυνατὸν]] αὐτόν ποτε ἰδεῖν· δυνατὸν γὰρ ἦν, Ἰησοῦ τῷ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τῶν τυφλῶν χαριζομένου τοῖς τυφλοῖς τὸ βλέπειν]], τοὺς τέως μὴ δυνηθέντας βλέπειν ὕστερον ἰδεῖν, οὕτω τούς ποτε μὴ δυναμένους πιστεύειν διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πονηροῦ]] οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ καὶ εἰπόντας· »Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς« καὶ ἀξιώσαντας ἀναβλέψαι]]. περὶ [*](6 Vgl. Jes. 61, 1. — 9 ΙΙ Kor. 4, 3f. — 15 Vgl. Joh. 12, 40. — 17 Joh. 12, 39. — 18 Vgl. Joh. 9, 1. - 21 Vgl. Joh. 11, 37. — 26 Matth. 9, 27.) [*](XCII. I ℵ] 6 ἄλλος] ἕτερος ℵ | 7 καὶ2 — 13 θεοῦ < ℵ | 15 πωροῦνται] τὰς καρδίας ℵ | τὴν — 16 καρδίαν < ℵ | 16 ποιοῦντες RV | ὀφθαλμοῖς] V ist stark ört, dass die folgenden Zeilen nicbt mebr mit Sicherheit zu lesen sind ΙΙ 20 βλέπειν — δυνατόν < ℵ | 21 ποτε] αὐτὰ RV | τῶν - 22 βλέπειν < ℵ δυνηθέντας] δυνατὸν R | 24 διὰ—25 πονηροῦ < ℵ | 25 καὶ — 26 ἀναβλέψαι <) [*](ΙΙ ABBREV Cord. ] 1 πορώσαντα Ρ | 3 μεταστραφῶσι] μὴ στραφῶσι Μ | 4 εἴρηται Cord | 6 ἰάσωμαι Μ | 7 πηρῶν Μ | τὰς καρδίας Cord | ὁ ἰώμενος τοὺς ἐπιστρέφοντας 3 Cord | 10 τὸ εὐαγγέλιον — κεκαλυμμένον < Cord | 12 αὐγάσαι Cord τοῦ εὐαγγελίου τῆς δόζης Μ | 15 πηροῦνται, über η: ω Μ | τὴν ἑαυτοῦ καρδίαν < Cord | ἑαυτῶν We] ἑαυτσῦ 3 | 17 ἐδύναντο 3 | 18 ἐπὶ] ἀπὸ Ρ | ἀπὸ] ἐκ 3 | 19 ὃν < Ρ Cord | οὐ δύναται 2 Cord | 20 οὐ2] οὐδὲ Ρ | 21 ποτε] πειστέον Μ | τῷ τοῦ ἀνοίγοντος ABBREV Cord τοῦ τυφλοῦ Μ | 25 καὶ < M.)
556
δὲ τοῦ μὴ αὐταῖς λέξεσιν εἰρῆσθαι παρὰ τῷ προφήτῃ τὸ κείμενον ἐν τῷ εὐαγγελίῳ οὐ θαυμαστόν, πολλαχοῦ τοῦτο ποιησάντων τῶν διακονησαμένων τὰ τῆς καινῆς διαθήκης λόγια, ὡς καὶ ἐν ἄλλοις τετηρήκαμεν. πλὴν ἰσοδυναμεῖ τὰ τοῦ Ἡσαίου ῥητὰ τοῖς ἐγκειμένοις ἐν τῷ εὐαγγελίῳ.

Καὶ τοῦτο δὲ ἐν τῇ προκειμένῃ λέξει κατανοητέον, ὅτι δύο πράγματα λέγεται περὶ τοῦ σωτῆρος. πρότερον μὲν ὃ καὶ πρότερον γίνεται, πρότερον γὰρ τὸ πιστεύειν εἰς αὐτόν· δεύτερον δὲ ὃ καὶ δεύτερον ὁδῷ παραγίνεται· τοῦτο γάρ ἐστι τὸ ὑπὲρ τὸ πιστεύειν, ὅπερ ἐστὶ θεωρεῖν τὸν λόγον, καὶ ἐν τῷ θεωρεῖν τὸν λόγον θεωρεῖν τὸν πατέρα. φθάνει δὲ τὸ μὲν πιστεύειν καὶ ἐπὶ τὸ πλῆθος τῶν προσερχομένων τῇ θεοσεβείᾳ, τὸ δὲ θεωρεῖν τὸν λόγον καὶ ἐν αὐτῷ τὸν πατέρα κατανοεῖν οὐκέτι ἐπὶ πάντας τοὺς πιστεύοντας ἀλλ᾿ ἐπὶ μόνους τοὺς καθαροὺς τῇ καρδίᾳ. οὕτως δὲ ἀκούω καὶ τοῦ »Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα( οὐ γὰρ ὁ προσβάλλων τὴν ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατικὴν δύναμιν τῷ τοῦ Ἰησοῦ τῷ] τε] σώματι ἑώρακε τὸν πατέρα καὶ θεὸν αὐτοῦ. οἶμαι δὲ ὅτι καὶ ἐδεῖτο χρόνου καὶ συνασκήσεως ἵν᾿ οὕτως ἔδῃ τὸν Ἰησοῦν, καὶ ὁρῶν τὸν υἱὸν θεωρήσῃ καὶ τὸν πατέρα. διόπερ εἰπόντι τῷ Φιλίππῳ· »Δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν« εἶπεν ὁ Ἰησοῦς· »Τοσούτῳ χρόνῳ μεθ᾿ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς »ἐμὲ ἑώρακε τὸν πατέρα«. πρόσχες δὲ εἰ δύνασαι τῇ διαφορᾷ τοῦ πιστεύειν καὶ τοῦ θεωρεῖν ἐνιδὼν συνεῖναι καὶ τὴν αἰτίαν δι’ ἣν οὔτε ὁμοίως τῷ »Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾿ εἰς »τὸν πέμψαντά με« εἴρηται τὸ »Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ- »ψαντά με« οὔτε παραπλησίως τῷ »Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ- [*](16 Vgl. Matth. 5, 8. — 17 Joh. 14, 9. — 22 Joh. 14, 8f. — 26 Joh. 12, 44.) [*](XCII. I ℵ] 2 πολλαχοῦ] + γὰρ V | τοῦτο] + γὰρ SR | 3 λόγια] λέγει ℵ | 4 τε- τηρήκασι SR, V unleserl. | ῥητὰ <) [*](ΙΙ 3 (Cord. p. 322)] 1 δὲ < Cord | 3 διακονουμένων Cord | 4 ῥήματα Ρ | 5 < Ρ) XCIII. Ι ℵ] 9 λέγ[*](ει V | 12 τὸν λόγον θεωρεῖν < ℵ | 15 οὐκ ἔστιν ℵ | 17 ὁ βάλλων] προβάλλων RV | 18 τοῦ We] τε ℵ | 19 τῷ τε] str. We | 23 ὁ ἑωρακὼς — πατέρα hinter 22 πατέρα R | 27 εἴρηται — 557, 1 με < R | θεωρεῖ] ἀλλὰ V, <) [*](ABBREV (Cord. p. .326)] (8 τοῦτο — 19 αὐτοῦ) 12 ἐστι] + τὸ Cord | τῷ — θεωρεῖν2] αὐτῷ Ρ | 13 φθάνει — 15 πατέρα < Ρ | τὸ πλῆθος < Μ Cord | 15 οὐκ ἔστιν | 17 τοῦ] τὸ 2 Cord | ὁ1 < Cord | προσβαλὼν Μ | 18 τε < 3 | 19 καὶ)

557
»ψαντά με« λέλεκται τὸ »Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ’ εἰς τὸν πέμψαντά με«. πιστεύων μὲν γὰρ εἰς τὸν υἱὸν οὐκ εἰς τὸν υἱὸν ἀλλ’ εἰς τὸν πατέρα τῶν ὅλων πιστεύει θεόν. θεωρῶν δέ τις τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν ἀλήθειαν οὐχὶ θεωρεῖ ταύτην μόνην ἀλλὰ καὶ πατέρα. οἶμαι δὲ ὅτι εἰς παράστασιν τοῦ μέγα εἶναι τὸ δηλούμενον μυστήριον, πρῶτον μὲν ἐν τῷ πιστεύειν εἰς τὸν υἱόν, δεύτερον δὲ ἐν τῷ θεωρεῖν αὐτόν, λέλεκται πρὸ τοῦ »Ὁ πιστεύων εἰς ἐμὲ καὶ θεωρῶν ἐμέ‘ τὸ »Ἰησοῦς δὲ ἔκραξε καὶ »εἶπε«· μεγάλη γὰρ ἡ περὶ τούτων ἠν μυστικὴ φωνή. ὅτι δὲ δυνατὸν πιστεύειν τῇ θεωρίᾳ καὶ μὴ θεωρεῖν αὐτῇ δῆλον ποιήσει ὁ εὐαγγελιστὴς λέγων· »Ἔλεγεν ὁ Ἰησοῦς πρὸς τοὺς πειστευκότας »αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς«. πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς πεπιστευκόσι λέγει ὡς μηδέπω ἐπεγνωκόσι τὴν ἀλήθειαν ἀλλὰ μόνον αὐτῇ πεπιστευκόσι τὸ »Ἐὰν μείνητε έν τῷ λόγῳ »τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν«.