Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἔλαμψε μὲν γὰρ τὸ φῶς τὸ ἀληθινὸν παραγεγονὼς ὁ τοῦ κόσμου σωτήρ· οἳ δὲ οὐκ ἠθέλησαν ἐνατενίσαι πρὸς αὐτὸ οὐδὲ τῇ σελασφόρῳ αἴγλῃ τῶν δογμάτων αὐτοῦ περιπατεῖν. διὸ ἀκολούθως αὐτοὺς κατέλαβεν ἡ σκοτία δίκην ἀπαιτοῦσα τῆς προκατασχούσης αὐτοὺς μοχθηρίας. καὶ τοῦτο λέγοιτ᾿ ἂν τετυφλῶσθαι καὶ πεπωρῶσθαι εἰκότως. καὶ ὥσπερ τῷ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ ἕπεται καὶ τὸ εἰδέναι ποῦ ὑπάγει, οὕτως τῷ μὴ θελήσαντι περιπατεῖν ἐν τῷ φωτὶ συνακολουθεῖ τὸ βαδίζοντα ἐν τῇ σκοτίᾳ εἶναι καὶ τυφλῶν καὶ πεπωρωμένων ὁδὸν ἀθλίως ἐξανύειν. προείρηται δὲ καὶ ὡς τῆς δεσποτικῆς καὶ σωτηρίου διδασκαλίας ἡ ἀστραπὴ τυφλοὺς καὶ πεπωρωμένους ἐστηλίτευσε τοὺς Ἰουδαίους. καὶ τὴν πρὶν ἐνοῦσαν τοῖς ψυχικοῖς αὐτῶν ὄμμασι λύμην καὶ ἀβλεψίαν ἐμφανεστέραν τε καὶ κατάδηλον ἐποίησε μᾶλλον. ὥσπερ γὰρ ὁ αἰσθητὸς ἥλιος λαμ- [*](11 Joh. 8, 31 f. — 22 Vgl. Joh. 12, .35. — 24 Vgl. Joh. 12, .35.) [*](XCni. Ι ℵ] 1 με < S | 2 πιστεύων μὲν] πιστεύωμεν RV | 5 παράτασιν V, R | 7 δεύτερον] d. Rest d. Frgm. ist in V unlesbar | 8 τὸ] + δὲ R | 10 μὴ καὶ R | αὐτὴν? We | 15 μείνητε] + ἐν ἐμοὶ S.) [*](XCIV. I ℵ] 19 φῶς] φη R | τοῦ κόσμου < RV | 20 οἳ] ὁ R | οὐδὲν RV | πεπωρώσασθαι R | 25 τὸ] τώ SV | τῷ] τὸ SV | 28 σωτηρίας R | 30 λύβην S | 31 ἐποίησαν RV.)

558
πρὰς ἐναφιεὶς τὰς ἀκτῖνας ἐλέγχει τοὺς νοσοῦντας τὰ ὄμματα, οὕτω καὶ ὁ νοητὸς ἥλιος τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον ἐπισημήσας τῷ κόσμῳ καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐναστράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην ἐπὶ πλέον διήλεγξεν τῶν ἀγνωμόνων Ἰουδαίων τὸ προκατασχὸν αὐτῶν τὰ τῆς ψυχῆς ὄμματα σκότος καὶ τὴν ἀβλεψίαν.

Μετὰ ταῦτα ζητήσεις, διὰ τὸ ἐν συμπλοκῇ εἰρῆσθαι· »Τί εἵπω »καὶ τί λαλήσω;« πότερον διαφορὰν ἔχει τὸ εἰπεῖν καὶ τὸ λαλῆσαι ἢ ταὐτόν ἐστιν ἐκ παραλλήλου εἰρημένον. παραθήσεις οὖν τὰ ῥήματα ἐν οἷς ἀναγέγραπται τὸ »Εἶπε«, καὶ συνεξετάσεις ἐκείνοις περὶ ὧν εἴρηται τὸ »Ἐλάλησα«. εἰ δὲ συμβάλλεταί τι εἰς τὴν περὶ τούτων ἐξέτασιν τὸ δι᾿ ὅλης τῆς κοσμοποιΐας οὐ λελαληκέναι μὲν θεόν, ἀναγεγράφθαι δὲ περὶ αὐτοῦ τὸ »Εἶπε«, καὶ αὐτὸς ἐπιστήσεις πρὸς τὸ ἐν τῷ Λευιτικῷ συνεχῶς εἰρημένον· »Καὶ ἐλάλησε κύριος πρὸς Μωϋ- »σῆν λέγων«. καὶ ὅρα εἰ δύνασαι ἐν μὲν τῷ εἰπεῖν τὸ προστακτικὸν ἀπὸ αὐθεντείας φάσκειν σημαίνεσθαι, ἐν ἐν τῷ »Ἐλάλησε« τὸ διδασκαλικόν.

»Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι«. περὶ οὗ ζητήσαι τις ἂν διὰ τί μὴ λέλεκται ὅτι ζωὴν αἰώνιον περιποιεῖ ἡ ἐντολὴ τοῦ θεοῦ, ἀλλ᾿ ὅτι αὐτή ἐστι καθ᾿ ὑπόστασιν ἡ αἰώνιος ζωή, ὡς καὶ τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. ἔστιν οὖν ἡ αἰώνιος ζωὴ ἑκάτερον αὐτῶν. εἰ μέντοι ἡ ἐντολὴ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν, ἐστὶ δὲ ἐν τῷ δικαίῳ ἡ ἐντολὴ τοῦ θεοῦ, τῷ ζῶντι μακαρίως δι᾿ αὐτήν, αἱρετή ἐστιν ἡ ζωή.