Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐπεὶ τὸ τοῦ σωτῆρος ἡμῶν πάθος ἐπὶ καθαρισμῷ τῶν προεγνωσμένων εγωνσμένων ἐγίνετο ἐν οἷς ὁ κόσμος κρίνεσθαι ἔμελλε, διὰ τοῦτο λέλεκται τὸ »Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου«, ὡσανεὶ ὡσανεὶ ἔλεγεν· καιρὸς ἀναδείξεως τῶν κρινούντων τὸν κόσμον· ἢ ἐπεὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους ἔμελλεν ὁ τύραννος καθαιρεθήσεσθαι, λέλεκται τὸ Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται« ἢ τάχα κατὰ τὸ ἐξώτερον σκοτος.

Ἀγνοιαν δὲ αὐτῷ ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ὑποδεικνύουσιν. τὸ μὲν γὰρ εἰς τὸν αἰῶνα μένειν τὸν χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήθασι φωνῶν· τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξηκρίβουν. τὴν δὲ αἰτίαν αὐτοὺς ἔδει εἰδέναι ὅτι δύο προφητευομένων Χριστοῦ ἐπιδημιῶν, τὴν μὲν ἐνδοξοτέραν καὶ ἐπὶ συντελείᾳ ἐσομένην τοῦ αἰῶνος ὁ ὄχλος τῶν Ἰουδαίων ἤλπιζε, τὴν δὲ πρὸ αὐτῆς οὐ πάνυ τι συνίει. διὸ καταλείπεται ὁ οἶκος αὐτῶν.

Ἐπείπερ ὡς παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, οὕτως ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ· εἵ τίς τε] λαβὼν τὴν μνᾶν δεσμεύσει αὐτὴν ἐν σουδαρίῳ, ἀκούσεται [*](1 Vgl. Κοί. 2, 15. — 2 Vgl. Epli. 2, 6. — 6 Joh. 12, 31. — 11 Joh. 12, 31. — 18 Vgl. Joh. 12, 34. — 24 Vgl. Luk. 13, 35. — 27 Vgl. Matth. 13, 12. — 29 Vgl. Luk. 19, 20.) [*](LXXXIX. I ℵ]) [*](ΙΙ ABBREV (Cord. p. 317)] 1 ἐπὶ] + τῆς Μ | ἐν] + τοῖς Μ | 2 ἐπεξεδύσατο Μ | ἐπουρανίοις] ἐπ ü. d. Ζ. Μ | 3 τὸ] τῶ Μ, τώ Ρ1 | τὸ P2 | 5 ἐγγίζοντος Cord | τὸ] τοῦ Ρ 6 πάθοϋς Μ, πάθους Ρ.) [*](XC. Ι ℵ] 9 ἐπεὶ] ἐπὶ Ρ | 12 ἐπεὶ] ἐπὶ R | 10 δὲ < R | αὐτῶν V.) [*](XCI. Ι ℵ] 29 τε] str. We.)

554
τὸ »Ἔτι μικρὸν τὸ φῶς ἐν ὑμῖν ἐστιν«· ὅσον γὰρ οὐδέπω λέξεται τὸ »Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν«, ἐπείπερ »ὁ ἐν ὀλίγῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστι«. καὶ οὕτω δ᾿ ἄν τις τὰ κατὰ τὸν τόπον διηγήσαιτο· ὥσπερ ἡ βασιλεία τοῦ θεοῦ παρὰ Ἰουδαίοις ἦν, οὕτω καὶ τὸ φῶς ἐν αὐτοῖς ἐτύγχανε· καὶ ὥσπερ διὰ τὸ μὴ ἀποδεδωκέναι αὐτοὺς τοὺς ἐπιβάλλοντας τῇ βασιλείᾳ τοῦ θεοῦ καρποὺς ἤκουσαν τὸ »Ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, ουτως ἐπείπερ οντος του φωτὸς ἐν αὐτοῖς οὐ περιεπάτησαν ὡς μὴ σκοτίαν αὐτοὺς λαβεῖν, διὰ τοῦτο μετὰ τὸν μικρὸν χρόνον τὸ ἐν αὐτοῖς φῶς ἀπ’ αὐτῶν ἀφηρέθη καὶ ἐδόθη τῷ ποιοῦντι τοὺς καρποὺς τοῦ φωτὸς ἔθνει γενομένῳ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ χρηματίζοντι φῶς τοῦ κόσμου, καὶ τοῦτο εἰληφότι ἀπὸ τοῦ φήσαντος· »Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου«.