Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Πᾶσαι αἱ τοῦ Σατανᾶ δυνάμεις ἅμα τοῦ αὐτῆς ἡγεμόνος μόνος κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους ἐπεστράτευσε τῷ σωτῆρι· ἃς ὁρῶσα ἡ τοῦ σωτῆρος ψυχὴ ἀνθρωπίνως ἐταράττετο, οὐ τὸν θάνατον δειλιῶσα, εἰ καὶ τοῦτο ἀνθρώπινον, ἀλλὰ τὸ μὴ ἡττηθῆναι. ἐνεδίδου γὰρ αὐτῇ ὁ χρωτὸς καὶ πάσχειν ἔσθ᾿ ὅτε τὰ ἴδια, καὶ ἐπείπερ ἔμελλε τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου γίνεσθαι, δαὶ τοῦτο περὶ τούτων ἐλυπεῖτο αὐτοῦ ἡ ψυχὴ καὶ ἐταράττετο, οὐχ ὡς ἄν τις νομίσειεν ὑπὸ τῆς ταραχῆς κατακρατούμενος ἀλλ’ ἀκαριαίως· τοῦτο γὰρ σημαίνει τὸ νῦν· ἅμα γὰρ τῷ ἄρξασθαι καὶ ἐπαύσατο, καὶ ὡς ἔπος εἰπεῖν σημεῖον ἠν χρόνου. ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ᾿ αὐτοῦ· δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ᾿ ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ.

Τὸ ἐν τῷ σταυρῷ πάθημα αὐτοῦ κρίσις ἦν τοῦ κόσμου τούτου παντός, ἐπείπερ »εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ [*](18 Vgl. Hebr. 5, 9. — 30 Kol. 1, 20.) [*](LXXXVII. Ι ℵ] τις] + λέγων We | 5 δόξη RV | τοῖς <IR | ἐστι] + II Ρ] (7 τῇ μὲν — 11 λόγος) S τῷ δὲ — 9 ἐστι hinter 9 πατρὸς Ρ | 9 τῷ] παρὰ τὸ Ρ, cf. Ι.) [*](LXXXVIII. Ι ℵ] 14 πᾶσα ἡ δύναμις ℵ, corr. We | 19 τοῖς] + παρὰ RV | 22 τῷ] τὸ RV | 23 αὐτὸς] αὐτὸν RV | 25 ὃ τῇ We] ἥτις ℵ.) [*](LXXXIX. Ι ℵ]) [*](II ABBREV (Cord. p. 317)] 29 τούτου <)

553
»εἴτε τὰ ἐπὶ γῆς εἴτε τὰ ἐν εὐρανοῖς«, μετὰ θριαβεύσεως ἐν τῷ ξύλῳ, ἃς ἀπεξεδύσατο ἀρχὰς καὶ ἐξουσίας, ἐκάθισεν ἐν τοῖς ἐπουρανίοις, ἀποκαθιστὰς πάντα ἐπὶ τὸ ἑκάστῳ ἁρμόζον καὶ πρέπον τέλος. ἐπεὶ οὖν τὸ συνέχον τὴν περὶ ἑκάστου τῶν ὄντων κρίσιν ἡ ἐν τῷ σταυρῷ οἰκονομία ἠν, διὰ τοῦτο, ἐγγίσαντος τοῦ κατὰ τὸ ἐν αὐτῷ πάθος καιροῦ, εἶπεν τὸ Νῦν ἡ κρίσις ἐστὶ τοῦ κόσμου τούτου«.