Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ζητήσαι δ’ ἄν τις διὰ τί λέγει· »Εἰ ἦς ὧδε« ἐξετάζων τὰ τῆς [*](4 Vgl. Matfch. S, S. — 5 Vgl. Mark. 5, 22 f. — 6 Vgl. Job. 11, 20. — 9 Joh. 11, 28f. — 10 Vgl. Joh. 11, 29. — 15 Joh. 11, 26. — 19 Joh. 11, 27. — 25 Joh. 11, 32.) [*](LXXX. I ℵ] 3 εἶναι] ἦν ℵ | 5 ὄντες] + δὲ RV | 9 φωνὴ RV.) [*](LXXXI. I ℵ] 14 σωτὴρ] π(ατ)ὴρ R | 16 αὐτῆς < RV | 21 πεπίστευκα] + ὅτι σὺ εἰ ὁ χριστὸς S.) [*](ΙΙ ABBREV (Cord. p. 286)] (14 οὐκ — 17 διάθεσιν αὐτῆς) 16 τότε < ΑΒΒREV | + αὐτῆς ABBREV Cord.) [*](LXXXII. I ℵ]) [*](II P (Cord. p. 287)] 25 ζητήσει Cord | λέγει] λέγοι Cord, εἶπεν Ρ | εἰ ἦς <)

549
ἀναγωγῆς, εἰ ἔστιν ὅπου οὔκ ἐστιν ὁ Ἰησοῦς; ὥσπερ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστὶν ἐν μέσῳ αὐτῶν· ἄλλων δὲ μέσος ἕστηκεν τῶν μὴ γινωσκόντων αὐτόν· οὕτως παρῆν τῇ Μαρίᾳ καὶ τῇ Μάρθᾳ. οὐχ οὕτω γὰρ προκεκόφεισαν ὡς γινώσκειν αὐτὸν παρόντα.

Τὸ δὲ »Ποῦ τεθείκατε αὐτόν;« μὴ θαυμάσῃς εἰ ὥσπερ ὑπὸ ἀγνοοῦντος λέγεται. ἀγνοεῖν γὰρ οὐ μόνον τὸν σωτῆρα ἀλλὰ καὶ τὸν πατέρα φησὶν ἡ γραφὴ κατὰ σημαινόμενον κατὰ τὸ »Εἴ τις ἐν »ὑμῖν πνευματικὸς ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ θεοῦ ἐστίν· »εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται«. ἐρωτᾷ· Μοῦ τεθείκατε αὐτόν;« ὥς γε τοῖς μαθηταῖς ἐντέλλεται ἀφιέναι τοὺς νεκρούς. δακρύει δὲ ὁ Ἰησοῦς, ἐάν τις αὐτοῦ τῶν φίλων ἐν μνημείῳ γένηται.