Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Βηθανία ἑρμηνεύεται x003E;Οἶκος ὑπακοῆς<, Ἱερουσαλὴμ . γειτνιᾷ τοίνυν ἐν μέσῳ σταδίων ιε΄, ὅσοι καὶ τοῦ ναοῦ ἀναβαθμοί. διαιρεῖται δὲ ὁ ιε΄ ἀριθμὸς εἰς τὸν ζ΄ τοῦ σαββάτου καὶ τὸν η΄ τῆς περιτομῆς, οἷς μόνοις μερίδα διδόναι ὁ Ἐκκλησιαστὴς παραινεῖ· »Δὸς μερίδα, λέγων, τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ( εἴπερ δὲ σύμβολόν ἐστι Μαρία μὲν τοῦ θεωρητικοῦ βίου, Μάρθα δὲ τοῦ πρακτικοῦ, Λάζαρος δὲ τοῦ μετὰ τὴν πίστιν ἐν ἁμαρτίαις γενομένου, εἰκότως Μαρία καὶ Μάρθα πενθοῦσι τὸν Λάζαρον, καὶ πενθοῦσαι δέονται τῆς περὶ τοῦ ἀδελφοῦ παραμυθίας, ἣν βούλονται μὲν προσάγειν αὐταῖς Ἰουδαῖοι. πρὸ τοῦ πληρώματος τοῦ χρόνου λόγοι, [*](3 Vgl. Mark, 5, 3 ff. — 6 Vgl. Mark, 5, 15. — 7 Vgl. Matth. 27, 59f. — 9 Vgl. Ps. 87, 6. — 10 Vgl. Eph. 5, 26. — 11 Vgl. Matth. 28, 19. — 19 S. ο. S. 149, 25. — Vgl. Lagarde, Onom. S. p. 169, 66 u. ö. Philo, de somn. II, 38. Clem. ΑΙ., Strom. I, 5, 29. Orig. hom. in Jer. IX, 2. XX, 2. — 23 Pred. Sal. 11, 2. — 27 Vgl. Joh. 11, 19.) [*](LXXIX. I ℵ] 3 τόπων R1.) [*](LXXX. I ℵ] 20 εἰρήνης] εἴρηται, corr. Pr | 22 weil am 8. Tage die Beschneidung stattfand.)

548
ἀπογινώσκουσι δὲ τοῦ δύνασθαι παῦσαι τοῦ ἐπὶ τῷ νεκρῶ̣ τὴν ἀδελφὴν τοῦ τεθνεῶτος. δοκεῖ δὲ ἡ Μάρθα νῦν σπουδαιοτέρα εἶναι τῆς Μαρίας, εἴ γε Μάρθα μὲν ἔδραμε πρὸς τὸν Ἰησοῦν, Μαρία δὲ οἴκοι ἔμενε καθεζομένη. εἰσὶ δέ τινες, ὡς ἑκατόνταρχος, μὴ ὄντες ἱκανοὶ τὸν Ἰησοῦν ὑποδέξασθαι, ἕτεροι δὲ ἄξιοι, ὡς ὁ ἀρχισυνάγωγος· ὅθεν Μάρθα ὡς ὑποδεεστέρα ἔδραμε πρὸς τὸν Ἰησοῦν, ἡ δὲ Μαρία ἀναμένει οἴκοι αὐτὸν ὑποδέξασθαι, ὡς χωρητικὴ τῆς αὐτοῦ ἐπιδημίας. καὶ οὐκ ἂν ἐξῆλθε τοῦ ἑαυτῆς οἴκου, εἰ μὴ ἤκουσε τῆς ἀδελφῆς λεγούσης· »Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε«. καὶ ἐγερθεῖσα οὐχ ἁπλῶς ἠγέρθη ἀλλὰ ταχύ. καὶ πεσοῦσα πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ εἶπεν ἃ εἶπεν, ἐκείνης μὴ προσπεσούσης.

Οὐκ ἀγνοῶν ὁ σωτὴρ πότερον πιστεύει ἡ Μάρθα τοῖς λεγομένοις ἢ μή πυνθάνεται λέγων· »Πιστεύεις τοῦτο;‘ ἀλλ᾿ ὑπὲρ τοῦ ἡμᾶς ἢ καὶ τοὺς τότε παρόντας μαθεῖν ἐκ τῆς ἀποκρίσεως αὐτῆς τὴν αὐτῆς διάθεσιν. ἄλλος δέ τις φήσει ὅτι οὐδὲ πυνθάνεται, ἀλλ ἀποφαίνεται τὸ »Πιστεύεις τοῦτο;‘ εἶτα πληροῦσα ἡ Μάρθα τὴν ἀπόφασιν τοῦ σωτῆρος λέγει· Ναὶ κύριε((· καὶ οἷον οὐ μόνον τοῦτο ὃ σὺ λέγεις πιστεύω, τὸ δὲ σὲ εἶναι τὸν χριστὸν οὐ μόνον ἄρτι πιστεύω ἀλλὰ καὶ πεπίστευκα. καὶ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος, καὶ ἐπισημῶν πᾶσι τοῖς πιστεύουσιν εἰς σέ.