Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ὡς μὲν ἐν συμβόλῳ δηλούτω τὸν κατὰ τὴν ἱστορίαν θάνατον· ὡς δὲ πρὸς ἀναγωγὴν παριστάτω θάνατον ὃν ἔσθ᾿ ὅτε ὑπνοῦσιν οἱ μὴ ὑπὸ θεοῦ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πεφωτισμένοι. οὐ πάντως δὲ οἱ μὴ πεφωτισμένοι κοιμῶνται εἰς θάνατον, ἀλλὰ τῶν ἐνδεχομένων ἐστί * * καὶ διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· »Φώτισον τοὺς »ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον( καὶ πρόσεχε ἐπιμελῶς τῷ »Μήποτε«. εἶπε τοίνυν τοῖς μαθηταῖς παρρησίᾳ, τὸ πρῶτον γὰρ ἐν παροιμίαις εἴρηκεν· »Λάζαρος κεκοίμηται«, »Καὶ χαίρω δι’ »ὑμᾶς ὅτι οὐκ ἤμην ἐκεῖ‘· εἰ γὰρ ἠν ἐκεῖ οὐκ ἂν τεθνήκει Λάζαρος· ἀδύνατον γὰρ ἀποθανεῖν τινα παρόντος Ἰησοῦ. ἵνα δὲ ἀναστῇ ἐκ νεκρῶν ὁ ἀποθανών, ἐλθεῖν δεῖ τὸν Ἰησοῦν πρὸς τὸν ἀποθανόντα.
[*](3 Luk. 7, 37 f. — 9 Ps. 9, 18. — 11 Luk. 10, 41. — 14 Matth. 22, 40. — 22 Ps. 12, 4. — 25 Job. 11, 11. 15.)[*](LXXVIII. I ℵ] 1 παρασκευάζεσθαι RV | 5 στᾶσα S2 a. Ras. | 8 ἀδελφαὶ S1 corr S2 | τῶν] τὸν RV | ἁμαρτημάτων S1 corr. S2 | 10 μωσέως V | 11 φησιν SR | 12 περιστᾶται S1RV.)[*](II ABBREV (Cord. p. 278. Cramer p. 314)] (6 εἴποι — Schluss) 6 μὲν < ABBREV Cord Cr | Μαριὰμ Cr | 8 τῶν] τὸν Μ, τὸ Cr | 9 καταβεβηκότα Μ | κατὰ] καὶ Ρ | ἀποστραφέτωσαν Cr | 10 καὶ < Ρ | τῷ < Cord | 11 Μάρθα2 < Cord Cr | πολλοῦ Cr περισπᾶσαι < Cord | γὰρ < Cr.)[*](LXXIX. I ℵ] 19 παριστάσθω ℵ, corr. We | ὃν] ὁ R | 22 ücke bez. We I τεθνήκει We, τέθνηκε ℵ.)δι’ ὑμᾶς μέν. φησί, χαίρω, πιστεύοντας ἐκ τοῦ μαθεῖν, ὅτι ἀπέθανεν ἐκεῖνος οὐκ ὄντος μου παρ’ αὐτῷ, καὶ ἵνα βεβαιωθῆτε ἐν τῇ πίστει. αὐτὸς μὲν οὖν μόνος ἐξυπνίζει τὸν Λάςαρον, τῶν δὲ μαθητῶν ἔργον ἦν τεθνηκότα δεδεμένον τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις, καὶ τῆς ὄψεως αὐτοῦ σουδαρίῳ περιδεδεμένης, λῦσαι αὐτὸν δεσμοῖς νεκρῶν δεδεμένον καὶ ἀφιέναι αὐτὸν ὑπάγειν κατὰ τὴν τοῦ Ἰησοῦ κέλευσιν· φησὶ δὲ ὁ Θωμᾶς· »Ἄγωμεν ἴνα συναποθάνωμεν αὐτῷ‘. ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος προφητείας· εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ υἱῷ τοῦ θεοῦ τὴν περὶ ψυχῶν, ἣν ἔμελλε ποιεῖν καταβὰς εἰς τὸ χωρίον αὐτῶν ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτά, ἀπειθήσασί ποτε. ἀκούσας ὅτι »Πορεύομαι ἕνα ἐξυπνίσω αὐτὸν« ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάζαρον ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν ψυχῶν χωρίον. τὰ δὲ καὶ τοῦ σωτῆρος εἰπόντος· »Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ »ἐμοῦ« καὶ τὰ ὅμοια, εἶτα ὡς γνήσιος αὐτοῦ μαθητής, κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ’ ἂν ἀπίῃ, ἐβούλετο αὐτῷ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα. μήποτε δὲ καὶ τοῦτο ἠπίστατο ὅτι οὐκ ἄλλως ἔσται συζῆσαι τῷ Ἰησοῦ μὴ συναποθανόντα αὐτῶ, καθὰ καὶ Παῦλος δοκεῖ. οἱ δὲ μὴ βουλόμενοι διὰ τοῦτο αὐτὸν λέγειν φήσουσιν ὅτι ὑποπτεύων τὸν ἐσόμενον φθόνον τῶν Ἰουδαίων ἐκ τοῦ ἀναστῆναι τὸν Λάζαρον καὶ τὸν ἑπόμενον κίνδυνον τοῦτο αὐτὸν αὐτὸν εἰρηκέναι. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα. ὁ τέταρτος ἀριθμὸς ὑλικός τις καὶ σωματικὸς ὢν κακωτικός ἐστιν, ἐπεὶ τὰ γενικὰ σώματα τέσσαρά ἐστιν· ὅθεν οἱ δουλούμενοι καὶ οἱ κακούμενοι τέσσαρσιν ἑκατοντάσιν ἐτῶν πάσχουσι κατὰ τὸ εἰρημένον· Κακώσουσιν αὐτοὺς καὶ ταπεινώ- »σουσιν αὐτοὺς ἴτη τετρακόσια( τάχα δὲ κατὰ τοῦτο εἰς καθαίρεσιν τῶν τῇ φύσει τοῦ σώματος ἀκολουθησάντων ἁμαρτημάτων τεσσαράχοντα νηστεύει Μωσῆς ἡμέρας, ὁμοίας δὲ καὶ Ἡλίας, καὶ ὑπὲρ τῶν ἡμέτέρων ἁμαρτημάτων ὁ σωτήρ. καὶ νῦν οὐν ἐλθὼν ὁ Ἰησοῦς [*](3 Vgl. Joh. 11. 44. — 7 Joh. 11, 16. — 10 Vgl. I Petr. 3, 19 f. — 12 Joh. 11, 11. — 15 Joh. 10, 18. - 17 Vgl. Apok. 14, 4. — 20 Vgl. II Tim. 2, 11. — 23 Joh. 11, 17. — 27 Gen. 15, 13.) [*](LXXIX. I ℵ] 3 οὖν] οὐ R | 10 ἣν] + καὶ R | 12 ἂν < ℵ. cf. II | SR | 16 ἐμαυτοῦ V | 17 ἀκολουθῆσαι RV | αὐτῷ < ℵ | 18 ἀποθέσθαι ℵ, cf. II | καὶ ταπεινώσουσιν αὐτοὺς < RV | 28 κατὰ We] καὶ) [*](II ΑΒΒREV (Cord. p. 282. Cramer p. 316)] (8 ἀναγνοὺς — 18 σῶμα) 11 αὐτοὺς Μ | ἀΛ.ούσας] + οὖν Cord | 12 ἐξυπνώσεσθαι Μ Cord | 14 τὰ] τὸ 3 Cr, ἔτι Cord | 15 αὐτὴν < Ρ | 1(3 ἐμαυτοῦ ΑBBREV Cr | αὐτοῦ] τοῦ σωτῆρος Ρ Cord Cr, σωτῆρος Μ κρίνας] + καὶ ABBREV Cord Cr | 18 τὰ σώματα αὐτῶν Cord.)
Inc. Ἡ βραδυτὴς τοῦ ἀρθῆναι τὸν ἐπικείμενον . . Expl. ἦραν τὸν λίθον. Cat. Nicetae (BC); s. ο. Ζ. XXVIII, 3 S. 391, 13.