Τὸ ὄνομα τοῦ Λαζάρου δὶς ἐν τοῖς εὐαγγελίοις εὕρομεν· πρότερον μὲν ἐν τῷ κατὰ λουκᾶν ἐν τῇ παραβολῇ τοῦ πλουσίου καὶ [*](3 S. 151, S. 151, 11. — 4 Vgl. Matth. 3, 17. — 8 Vgl. Matth. 3, 11. — 9 Vgl. Exod. 3, 2. — 10 Joh. 10, 40. — 12 Vgl. Joh. I, 28. — 13 Joh. 3, 23. - 22 Vgl. Lagarde, Onom. s. p. 66, 8 Aenon oculus aut fons eorum (p. 166, 57 als πηγὴ δυνάμεως ärt, wie im Armen. Onom.). — 23 Die Onom. bieten ür nichts Entsprechendes. — 30 Vgl. Luk. 16, 19 ff.) [*](LXXVI. I ℵ] 5 κἂν] καὶ R | τυγχάνει ℵ | 10 τῶ] τὸ RV | 14 πρῶτον ℵ, corr. We 1 23 διορατικώτερον V | 24 πολῆς RV | βασάνου] βαστάνου S, βαστάνουσι RV, corr. Br | 25 παρακατάβασις RV.) [*](LXXVII. I ℵ] 30 μὲν <R)
544
τοῦ καλουμένου λαζάρου, ὅτε καὶ ἀπέθανε καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀπῆλθεν· δεύτερον δὲ κατὰ τὴν ἐκκειμένην λέξιν. πότερον δὲ ὁμωνυμία ἐστὶ δύο ὄντων Λαζάρων, ἢ ἐκεῖνός ἐστιν οὗτος; φήσει γὰρ ὁ βουλόμενος περὶ ἑνὸς λέγειν ἀμφοτέρους τοὺς εὐαγγελιστὰς ὅτι ἐν ταῖς τρισὶ ταῖς μεταξύ τεταρταῖος γὰρ ἀνέστη Λάςαρος), ἀπενεχθεὶς ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀνεπαύσατο. καὶ διὰ τὰ ὑπὸ τοῦ πλουσίου εἰρημένα ἐν τῷ »Ἐρωτῶ οὗν »σέ, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἵνα »μὴ κοὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου« ὑπὸ μὲν τοῦ Ἀβραὰμ οὐκ ἀπεστάλη, εἰπόντος· »Ἔχουσι Μωσέα καὶ τοὺς »προφήτας«· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν ἀνέστησεν αὐτόν, τάχα κατὰ τὸ σιωπώμενον ἀπαγγελοῦντα περὶ ὧν ἑώρακεν καὶ τὰ περὶ τὰς ψυχὰς οἰκονομούμενα. ἀλλὰ ταῦτα λῆρος· ὁ μὲν γὰρ παρὰ τῷ πλουσίω ἀπερίστατος ἠν καὶ ἀπερριμμένος ἐν τῷ πυλῶνι, ὁ δὲ εἶχε Μαρίαν καὶ Μάρθαν ἀδελφὰς εὐπόρους καὶ περιβοήτους παρὰ τοῖς Ἰουδαίοις, ὡς καὶ τὸν Ἰησοῦν ὑποδέχεσθαι. καὶ ἄκουσον τί φησιν αὐτὸς ὁ εὐαγγελιστὴς ἰωάννης· »Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύ- ριον μύρῳ«. ἡ ἔχουσα μύρον κοὶ ἀγαπωμένη ὑπὸ τοῦ Ἰησοῦ οὐκ ἠλέησε τὸν ἀδελφόν, ἐπιθυμοντα κορεσθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου; ἀλλ’ οὐκ ἂν ἔχοι λόγον. ἀπὸ Βηθανίας δὲ ἠν, ὅπερ ὅπερ ἑρμηνεύεται Οἶκος . τάχα πᾶς ὁ ἀπὸ Βηθανίας ᾠκειωμένος ὑπακοῇ φίλος ἐστὶ τοῦ Ἰησοῦ. ἐπεὶ δὲ τρεπτή έστιν ἡ ἀνθρωπίνη φύσις, κἂν ἀσθενήσαι ποτὲ τοῦ Ἰησοῦ φίλος· ἀσθενήσαι δ᾿ ὂν ἂν μὴ πάρεστιν αὐτῷ ὁ Ἰησοῦς, καὶ οὐ μόνον ἀσθενήσαι ἀλλὰ καὶ. ἀποθάνοι.
Ὅτι Μαρία ἡ οὐτή ἐστι καὶ παρὰ τῷ Λουκᾷ ἡ ἀλείψασα τὸν κύριον μύρῳ δῆλον. ἀλλ᾿ ἐκεῖνος μὲν αὐτῆς ἀπεσιώπησεν τοὔνομα· Ἰωάννης δὲ καὶ τὸ ἐκείνῳ παραλειφθὲν ἀνεπλήρωσεν. τίς Δ’ ἂν μὴ παρατραπείη ἐκ τῆς τοιαύτης τοῦ Ἰησοῦ μαρτυρίας περὶ Μαρίας [*](5 Vgl. Job. 11, 39; Luk. 16, 22. — 7 Luk. 16, 27 f. — 10 Luk. 16, 29. — 14 Vgl. Luk. 16, 20. — 17 Joh. 11, 2. — 19 Vgl. Luk. 16, 21. — H Vgl. ο. S. 149, 25. — 28 Vgl. Luk. 7, 38.) [*](LXXVII. Ι ℵ] καὶ1 < V 19 ἠλέησας SR | 22 ἐπειδὴ RV | 23 ασθενήση ἀσθενήσαι] ἀσθενήσοι RV | 25 ἀσθενήση V, ἀσθενήσει R | ἀποθάνη RV.) [*](LXXVIII. I ℵ] 28 ὅτι] + ἡ 8 | 29 ἐσιώπησεν RV | τοὔνομα τοῦ νόμου S.)
545
πρὸς τὸ μὴ ἀπογνοὺς ἑαυτὸν ἐπὶ τοῖς πρότερον ἥκειν καὶ παρακαθέζεσθαι τοῖς ποσὶ τοῦ Ἰησοῦ καὶ μαθητεύεσθαι αὐτῷ; καὶ γὰρ αὕτη, φησί, »γυνὴ ἦν ἐν τῇ πόλει ἁμαρτωλός«, ἥτις »ἐπιγνοῦσα ὅτι ·κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας κλαίουσα τοῖς δάκρυσιν ἤρξατο »βρέχειν τοὺς πόδας αὐτοῦ‘. εἴποι δ’ ἄν τις τὴν μὲν Μαρίαν σύμβολον εἶναι τῶν ἀπὸ Μνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸν δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν τῶν διά τινα ἁμαρτήματα εἰς ᾄδου καταβεβηκότων κατὰ τὸ »Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ »εἰς τὸν ᾄδην«· καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φήσει εἰρῆσθαι τῇ Μάρθᾳ· »Μάρθα Μάρθα, περὶ πολλὰ θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία«· εἰς σωτηρίαν γὰρ οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ’ ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων.