Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ἰνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ, συνὼν ἐπὶ πλέον τοῖς κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος, καὶ τῆς ἀνθρωπίνης τάξεως παραχαράξει τὸν ῥυθμόν. πρόσχες δὲ εἰ δύναταί τινα λόγον ἔχειν τὸ μὴ ἁπλῶς γεγράφθαι τὸ >Ἀπῆλθεν εἰς τὸν , ἀλλ᾿ ἐπέκεινα καὶ »πέραν« αὐτοῦ. ὥσπερ καὶ οἱ διὰ Μωσέως κληροδοτούμενοι τὴν γῆν, ἥττους ὄντες τῶν διὰ τοῦ Ἰησοῦ κληροδοτουμένων, ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐκληρώθησαν· ἔνθα βωμὸν μέν, σύμβολον τοῦ ἐν τῇ ἁγίᾳ γῇ θυσιαστηρίου, κατεσκεύασαν, θυσίαν θυσίαν ἢ ὁλοκαυτώματα ἐπ᾿ αὐτοῦ οὐκ ἀνέφερον. ἀλλ᾿ ἤδη τροπικώτερον ἀκούομεν τοῦ· »Ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν »ὁ Ἰωάννης τὸ πρότερον βαπτίζων«. καὶ ὁ τοῦ Ναυῆ μέντοιγε Ἰησοῦς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου μετὰ τεραστίων δυνάμεων διαβιβάζει τὸν λαόν. ἀλλὰ καὶ Ἡλίας μέλλων ἀναλαμβάνεσθαι ὡς εἰς τὸν οὐρανὸν ἅρματι πυρὸς καὶ ἵπποις πυρὸς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου τῇ μηλωτῇ διασχίσας τὸ ῥεῦμα τοῦ ποταμοῦ διέρχεται.
Ἐςήτουν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. Κατὰ δὲ ἀναγωγὴν εἰσί τινες βουλόμενοι θηρεῦσαι τὸν κατὰ Χριστιανισμὸν λόγον λόγον τὸ ἀνατρέψαι καὶ ἀνελεῖν αὐτόν οὗτοι νῦν λέγοιντ᾿ ἂν ζητοῦντες πιάσαι τὸν Ἰησοῦν. ἀλλ᾿ ἐπεὶ »Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία« καὶ »Δοκιμαζομένη ἡ ἐν τῷ λόγῳ δύναμις ἐλέγχει τοὺς ἄφρονας«, διὰ τοῦτο ἐξέρχεται, ὅτε δοκεῖ τοῖς κρατοῦσιν εἶναι ἐν τῇ χειρὶ αὐτῶν ὁ τῆς ἀληθείας λόγος, καὶ ἔξω γίνεται τῆς χειρὸς αὐτῶν, οὐ δυναμένων αὐτὸν κατασχεῖν. [*](2 Vgl. Joh. 2, 16. — 10 Joh. 10, 40. - 11 Vgl. Jos. 22. — 16 Joh. 10, 40. — 17 Vgl. Jos. 3. — 19 Vgl. II Kön. 2, 6 ff. — 24 Joh. 10, 39. — 27 Weish. 1, 4. — 28 Weish. Sal. 1, 3.) [*](LXXIV. I ℵ] 1 τούτῳ τὸ We] τοῦτο N.) [*](LXXV. ℵ] 9 παραχαράξη SV τοπικώτερον ℵ, corr. we | πυρὸς1] πυρίων R.) [*](LXXVI. I ℵ] 25 αὐτοῦ SR | ἀγωγὴν R | 26 τὸ] τώ RV | 31 αὐτὸν We] αὐτοῦ ℵ.)