Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Οὐ παρέργως ἀκουστέον τοῦ μὲν »Ἑώρακας« ἐπὶ τὸν παρελθόντα χρόνον ἀναφερομένου, τοῦ δὲ »Ὁ λαλῶν μετά σου« ἐπὶ τὸν ἐνεστηκότα, ὅτι ἐκεῖνος ὁ ἑωραμένος ὁ αὐτός ἐστι τῷ νῦν λαλοῦντι μεταὐτοῦ, παρατιθέμενον· »Τοσούτῳ χρόνῳ μεθ᾿ ὑμῶν εἰμι καὶ οὐκ »ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα( πολλοὶ γὰρ ἑωρακότες αὐτὸν οὐκ ἔγνωσαν αὐτόν. ἑώρακεν οὖν κυρίως αὐτὸν ὁ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὑπ᾿ αὐτοῦ τοῦ θεοῦ φωτιζόμενος. ἀπὸ ἀμφοτέρων τοίνυν ὠφεληθεὶς ὁ ποτὲ τυφλός, ἀπό τε τοῦ ὁρᾶν καὶ ἀπὸ τοῦ λόγου, οὐ μόνον εἶπε· »Πιστεύω, Κύριε«, ἀλλὰ καὶ προσεκύνησεν αὐτῷ.
LXXIII a.
Aus Eustathius, de enfiastrim. 21 [p. 60 ed. Jahn].
Οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν, ἐπειδὴ καὶ τοῦτο πειρᾶται (d. h. Origenes) τροπολογῆσαι τοῦ εὐαγγελικοῦ καταψεύδεται γράμματος Οὐ πάνυ τι, λέγων, εὕραμεν ζητήσαντες ἐν τοῖς πρὸ τούτου ὅτι ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους, [*](2 Joh. 9, 37. — 6 Joh. 9, 2. — 11 Joh. 9, 37. — 14 Joh. 14, 9. — 19 Joh. 9, 38.) [*](LXXII. I ℵ] 5 τοιαύτην V2 | παράδοσιν R1V1, corr. R2V2 | δόξαν RV | 7 ἀλλ’ ἀπεφήνατο] ἀλλὰ πεφήνατε RV | οὔτε1 < R1, ν. späterer Hd. zugefügt.) [*](LXXIII. I ℵ] 12 ἑστηκότα R | 14 παρατιθέμενος ℵ, corr. We 1 τώ τοσούτω S, τοσούτω RV; τοσούτῳ χρόνῳ mit DQL; ebenso C. Cels. VII, 43 [II, 194, 18 K] | 16 ἔγνων S | 18 καὶ < R | ἀπὸ] + τε RV.)
Εἰ πάλιν ἐβάστασαν πρότερον ἐβάστασαν. εἴπερ οὖν μὴ λανθάνει ἡμᾶς τοῦτο γεγραμμένον, ἀναγκαῖον ζητῆσαι τὴν αἰτίαν τῆς προσθήκης τοῦ Πάλιν‘. οἶμαι δὲ ὅτι ὁ κακῶς λέγων τινὰ λίθον ἐπὶ τὸν κακολογούμενον βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον έν τοῖς ἀωντέρω, ὅτε καὶ σχίσμα ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους αοὐτοῦ«. πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων βαστάσαντες λόγων τρόπον ἀφιεμένων ἐπ᾿ αὐτὸν λίθων ὥρμησαν ἐπὶ τὸ Μάσαι αὐτὸν τῇ κακολογίᾳ. διὰ τοῦτό φησιν ἡ σοφία· »Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει«. βάλλειν γὰρ λίθον εἰς ὕφος λέγεται ὁ ἀδικίαν εἰς ὕψος λαλῶν. εὑρήσεις δὲ ἐν τῇ θείᾳ γραφῇ μίγμα τοῦ ὡσὰν ἱστορικοῦ πρὸς τὸ γυμναστικόν, καὶ μάλιστα παρὰ Ἰωάννῃ. τήρει γὰρ ἐν τῇ πρὸς τὴν Σαμαρεῖτιν διαλέξει πῶς τὸ μὲν »Ἐκαθέζετο ἐπὶ πηγῆς ὁ Ἰησοῦς« ἀπαγγελία ἐστὶν ὡς περὶ σωματικῆς τπηγῆς καὶ σώματος αἰσθητοῦ· οὐκέτι δὲ δυνατὸν περὶ τοῦ σωματικοῦ ποτοῦ ἀκούειν ὅτε »Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν »δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτη- σας αὐτὸν καὶ ἔδωκέ σοι ὕδωρ ζῶν«. καὶ τὰ παραπλήσια· Πολλὰ »ἔργα ἔδειξα ὑμῖν· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;« εἴ τις ἐπανελθὼν συναγάγοι ἀπὸ τῆς ἀρχῆς τοῦ εὐαγγελίου τὰ ἔργα Ἰησοῦ, ἀναγαγὼν αὐτὰ ἐπὶ τὰς πνευματικὰς ἐργασίας, οὗτος μάλιστα ὄψεται ποῖα πολλὰ ἔργα ἔδειξε τοῖς βαστάσασι λίθους, ἵνα λιθάσωσι τὸν Ιησοῦν· οἷον ἔν τῶν καλῶν ἔργων ἠν τὸ ἐν Κανὰ σημεῖον, ὅτε ὑστέρησεν ὁ πρότερος οἶνος διὰ τὸ »Ὀ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου, τὸ καλόν οἴνου εὐπορηκέναι ἡμᾶς, οἷς συνανάκειται Ἰησοῦς. καὶ αὕτη γε ἀρχὴ τῶν σημείων ἐστὶν αὐτοῦ έν τῇ κλήσει τοῦ ἀπὸ τῶν Μνῶν λαοῦ· ἐπεὶ καὶ γέγραπται· Ταύτην τὴν ἀρχὴν τῶν ση- [*](9 Joh. 10, 19. — 12 Sir. 27, 25 (28). — 16 Joh. 4, 6. — 19 Joh. 4, 10. — 21 Joh. 10, 32. — 23 Vgl. Mark. 1, 1. — 25 Vgl. Joh. 10, 31. — 26 Vgl. Joh. 2, 3. — 27 Luk. 16, 16. — 30 Joh. 2, 11.) [*](LXXIII a. 1 Zu diesem Satz vgl. den Anfang v. Frgm. LXXIV.) [*](LXXIV. I ℵ] 5 πάλιν] πρότερον ℵ, cf. LXXX a | πρότερον] πάλιν ℵ, cf. LXXIII a | 10 τρόπων RV | 11 λίθον ℵ, corr. We | τὸ] τῶ RV | τῆς κακολογίας S | 14 λαλῶν] βαλ.ών RV | ὡς ἀνιστορικοῦ Br | 16 τὸ Pr] τὸν ℵ | 17 πηγῆς] τῆς γῆς RV | 20 πιεῖν] ποιεῖν R1, corr. R2 | 22 ποίων αὐτὸν ἔργων RV | 25 λιθάσουσι ℵ, corr. We | 28 τὸ < RV.)