Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔφω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου; Ἐπεὶ ἐξέβαλον αὐτὸν οἱ Ἰουδαῖοι ἔξω ἀπ᾿ αὐτῶν διὰ τὴν ἐπὶ τῷ σωτῆρι παρρησίαν, διὰ τοῦτο εὑρεν αὐτὸν ὁ Ἰησοῦς. εἰ ἐπὶ τὸ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἐλήλυθεν ὁ σωτήρ, τέλος δὲ τῷ ζητοῦντί ἐστιν ἡ εὕρεσις τοῦ ζητουμένου, δῆλον ὅτι οὐχ ἁπλῶς γε ἀκουστέον τὸ »Εὑρὼν αὐτόν«. καὶ γὰρ αὐτὸν τότε μάλιστα ἐχρῆν εὑρίσκεσθαι ὅτε ἐξεβλήθη ὑπὸ τῶν μὴ παραδεξαμενων τὴν περὶ Ἰησοῦ μαρτυρίαν. ἐκείνων γὰρ ἔξω γενόμενος ἐπιτήδειος πρὸς τὸ εὑρεθῆναι γεγένηται. συνετώτερον δὲ ἀκουστέον καὶ τὸ »Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω«. ἐπεὶ ἀκούσας τὸ τοιοῦτον τῆς ἀκοῆς αὐτοῦ ἄξιον εὑρίσκει τὸν περὶ οὗ ἤκουσεν. εὑρὼν δὲ αὐτὸν ἠρώτα τὸν εὑρεθέντα Σὺ πιστεύεις εἰς τὸν εὑρόντα υἱὸν τοῦ ἀνθρώπου; καὶ τάχα ὁ μὲν ἀρχόμενος πιστεύει εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ὁ δὲ διαβαίνων ἀναβαίνει καὶ ἐπὶ τὸ πιστεῦσαι εἰς τὸν υἱὸν τοῦ θεοῦ· ὥστ᾿ ἂν εἰπεῖν αὐτόν· Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἔγωνμεν, ἀλλὰ νῦν αὐτὸν οὐκέτι γινώσκομεν κατὰ σάρκα μόνον, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ. πῶς δὲ ἐρωτᾷ ὁ πάντα εἰδώς; καὶ ὅρα εἰ πρὸς τοῦτο φήσεις, παρατιθέμενος τὸ »Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ« καὶ τὸ »Οὐκ οἶδα ὑμᾶς«; οὐ γὰρ ἅμα τῷ εὑρεθῆναί τις ἄξιός ἐστι τοῦ γινώσκεσθαι κατὰ τὸ Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες »ὑπ᾿ αἰτοῦ‘. ἀλλὰ μετὰ τὴν εἰσαγωγήν προκοπῆς δεῖ, ἱν ὀφθῇ τις καὶ γνωσθῇ τῷ θεῷ. διὰ τοῦτο ἐρωτῶν αὐτὸν ὁ σωτήρ φησι· »Σὺ »πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;« ἐπεὶ δὲ οὐδέπω ἐδύνατο λέγειν ὅτι Πιστεύω, ἀλλ’ ὡς ἀγνοῶν ἀποκριθεὶς εἶπε τὸ Τίς ἐστι, Κύριε, ἵνα πιστεύω εἰς αὐτόν;« ἐν μεθορίῳ τοίνυν ὑπῆρχεν, ἵν [*](3 Vgl. Joh. 9, 31. — 6 Joh. 9, 35. — 10 Vgl. Luk. 19, 10. — 21 Vgl. II Kor. 5, 16. - 24 II Tim. 2, 19; (vgl. Num. 16, 5). — 25 Matth. 25, 12. — 26 Gal. 4, 9. — 28 Joh. 9, 35. — 30 Joh. 9, 36.) [*](LXXI. I ℵ] 7 ἀνθρώπου] θεοῦ RV | 10 τῷ] τὸ RV | 11 γε] δὲ R, δὴ V | 13 εὑρίσκεσθαι] + ἢ ℵ | 18 Σὺ Pr] εἰ ℵ | 20 τὸ] τώ RV | 21 ἔγων SV, R1, ἐγνώριζεν R2 | 25 τῷ] τὸ RV | 29 ἀνθρώπου] θεοῦ ℵ, corr. Br.)
Τοιαύτη γὰρ παράδοσις καὶ δόξα παρὰ Ἰουδαίοις ἐκράτει· ὅθεν καὶ οἱ μαθηταὶ ἠρώτων τὸν Ἰησοῦν· »Οὗτος ἥμαρτεν ἢ οἱ γονεῖς αύτοῦ;« ἀλλ᾿ ἀπεφήνατο λέγων ὁ κύριος ὅτι »Οὔτε οὗτος οὔτε οἱ »γονεῖς αὐτοῦ«, περὶ οὑ έν τοῖς ἔμπροσθεν εἴρηται.