Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐχεταί τινος ἀξιολόγου ὑπονοίας τὸ » Ἐν τούτω θαυμαστόν »ἐστι «. θαυμαστὸν γάρ ἐστιν εἰ Ἰησοῦς πόθεν ἐστὶν ὑπὸ τῶν τυχόντων γινώσκεται· οὐ γὰρ ὁρῶσιν αὐτοῦ τὴν ῥίζαν καὶ τὴν πη- γήν, τὸν πατέρα.

Οὐκ ἂν δὲ τηλικοῦτο δόγμα τι εἰ ἦν ἀληθές, τὸ μὴ ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ θεοῦ, ἀποσεσιώπητο , ἀλλ' εἴρητο ἂν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἢ τοῦ θεράποντος ἤ τινος τῶν προφητῶν. πῶς δὲ εἰ ἁμαρτωλὸν οὐκ ἤκουσεν ὁ θεός, ἐδιδάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν· »Ἄφες ἡμὶν τὰ παραπτώματα ἡμῶν, »ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν«; τίνων οὖν ἀκούει θεός; τῶν νευόντων εἰς μετάνοιαν , κἂν μήπω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ σωτὴρ ἡμῶν ἤσθιεν καὶ ἔπινεν. ἀλλὰ μὴ ἐπακουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν, οὐκ ἂν ἐθεράπευσεν αὐτούς.]] διόπερ ὡς ἀνυοήσης τῆς εὐχῆς τῶν ἡμαρτηκότων μὲν οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ » Ἐὰν ἐνομίας »παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται;« ἴσως δὲ οὐ περὶ οὑ [*](6 Joh. 9, 30. — 16 Matth. 6, 12. — 20 Vgl. Matth. 9, 11 f. — 23 Ps. 129, 3.) [*](LXVIII. I ℵ] 1 συμβεβηγὼς ℵ, corr. Br Ι τὸ] τῶ ℵ, corr. Br Ι 2 διδάξαντα RV.) [*](LXIX. I ℵ] 8 γινωσκόμενος ℵ, corr. Br.) [*](LXX. I ℵ] 12 τὸ < ℵ, cf. II Ι 13 ἀποσεσιώπηται . . . εἴρηται ℵ, cf. II Ι 14 θεραπεύοντος RV Ι 15 εἰ] ἡ RV Ι 16 παραπτώματα är Ι 17 ἀκούει] + ὁ V Ι 19 ἤκουσεν ℵ Ι 20 ἔσθιεν ℵ Ι 21 καλῶς ἔ. μὴ ℵ, cf. II Ι 21 οὐκ — 22 αὐτούς < ℵ, cf. II Ι 22 ἀνιούσης RV.) [*](ΙΙ Ρ (Cord. p. 258; Gramer p. 294)] (12 οὐκ ἂν — 24 υιποστήσεται) Ι 12 δὲ < Ρ Cord Cr Ι τὶ < Ρ Cord Cr Ι εἰ < Cord Ι τὸ] ὡς Ρ 1 13 τῶν ἀποσεσιώπηται — 15 προφητῶν < Cord Ι σεσιώπητο Ρ Cr Ι 14 ἤ 1] ἤτοι Ρ Cr θεραπεύοντος Ρ Cr Ι 15 δέ] γὰρ Cord Ι ἁμαρτωλὸν < Ρ Cr Ι ἤκουεν Ρ Cr Ι εἰς] ἐπὶ Ρ Cord Cr Ι κἂν] εἰ καὶ Ρ Cord Cr Ι 19 οὐκ — 20 ἁμαρτωλῶν < Ρ Ι ἐθεράπευεν Ρ Cr | ὡς ἄν οὔσης Ρ Cr Ι ἡμαρτημένων Ρ Cord Cr Ι 24 παρατηρήσῃ Ρ Cord Cr Ι ἴσως — 539, 3 ἀκούει < Ρ Cord)

539
ἔτυχεν ἐν τῇ εὐχῇ τοῦ ἁμαρτωλοῦ, ἀλλὰ περὶ τῶν τηλικούτων ἔργων φησίν, ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα. περὶ γὰρ τῶν τοιούτων ἔργων ἀξιούμενος ὁ θεὸς ὑπὸ ἁμαρτωλῶν οὐκ ἀκούει.