Νομίςω τοῦτο λελέχθαι πρὸς παράστασιν τοῦ ποιότητα δυνάμεως ἰατρικῆς ἐσχηκέναι τὸν σίελον τοῦ χριστοῦ. εἰ καὶ μὴ αὐτὸς [*](2 Vgl. Theodor. Μοps. bei Corder. p. 142. — 10 Vgl. Joh. 5, 3. - 22 Joh. 5, 8.) [*](LXI. I ℵ] 2 ἔχουσα S 1 Ι μέσην] μέστιν R Ι 3 προσαγόμενα] πρόθυρα ἀγόμενα S 1 Ι 12 κατὰ ταὐτὸν] κατ' αὐτῶν SV 1, κατὰ ταύτων V 2 R | 17 ἔχει SV 1 Ι 23 αὐτῶν RV. LXIII. Ι ℵ])
534
δὲ ὁ τυφλὸς περὶ τῆς ἀναβλέψεως παρεκάλεσεν, ὅμως εὑρεθήσεται ἐπαινετὸς έν τῷ παρέχειν ἑαυτὸν τῷ Ἰησοῦ ἐπιχρίοντι πηλῷ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τῷ ἀδιστάκτως ποιῆσαι τὸ προστεταγμένον, οὐδὲ εἰρηκότος αὐτὸν ἀναβλέψειν τοῦ Ἰησοῦ. μήποτε δὲ ὁ τοῦ κυρίου σίελος σύμβολον ἦν λόφου ὡς ἐν λόγοις ἐσχάτου, οὑ μείζονα χωρῆσαι ἀνθρωπίνη οὐ δύναται φύσις. ἀλλ' ἐπεὶ ὁ τοιοῦτος λόγος οὐ γυμνὸς ὕλης καὶ σωματικῶν παραδειγμάτων εἰς ἀνθρώπους ἔρχεται, διὰ τοῦτο Μύει χαμαὶ ὁ Ἰησοῦς καὶ ποιεῖ πηλόν. ὅρα τοίνυν εἰ δύνασαι πᾶσαν τὴν γραφὴν καὶ τὸν τρόπον τῆς ἐν αὐτῇ ἀπαγγελίας διηγούμενος εἰπεῖν συνεστηκέναι διὰ μὲν τὰ θεῖα νοήματα ἀπὸ τοῦ σιέλου τοῦ χριστοῦ, διὰ δὲ τὴν ὡς ἐν ἱστορίαις καὶ ἀνθρωπίνοις πράγμασιν ἀπαγγελιαν ἐκ τῆς ἀπὸ τῶν χαμαὶ γῆς. ὡς εἶναι τὸ πᾶν γράμμα τοῦ νόμου καὶ προφητῶν καὶ τῶν λοιπῶν γραφῶν ἀπὸ τοῦ τοιοῦδε πηλοῦ, ᾡ καὶ χρίσαι δεῖ τοὺς τῶν μὴ βλεπόντων ὀφθαλμούς, μετὰ δὲ τοῦτο ἀπελθεῖν εἰς τὸν Σιλωὰμ τοῦ ἀπεσταλμένου ὑπὸ τοῦ θεοῦ· δι’ οὑ δηλοῦται ἡ έν ταῖς ζητήσεσι καὶ τῆς ἀληθείας διαπορήσεσιν ὡσπερεὶ κολύμβησις, καὶ γὰρ Ἰώβ πού φησι· » Βροτὸς δὲ ἄλλως νήχεται λόγοις«. ἀπονιψώμεθα τοιγαροῦν τῷ ὕδατι τῆς κολυμβήθρας » τοῦ ἀπεσταλμένου« τὸν ἐπιχρισθέντα τοῖς ὀφθαλμοῖς πηλόν , ἵνα μετὰ τοῦτο άναβλέψαι δυνηθῶμεν. νοήσεις δὲ πηλὸν τὴν ἀρχὴν τῶν στοιχεὶων τῶν λογίων τοῦ θεοῦ, καθ’ ἥν ὡς νήπια γάλακτι τρεφόμεθα· ἐπειδὰν δὲ καταργηθῇ τὰ τοῦ νηπίου καὶ στερεᾶς τροφῆς μεταλάβωμεν, ἀπορριπτόμεθα τὸν πηλόν , ἵνα ἐπανέλθωμεν πρὸς τὸν Ἰησοῦν βλέποντες. πάντα δὲ ταῦτα περὶ τὸν υἱὸν· τοῦ θεοῦ στρέφεται· κατὰ γὰρ διαφόρους ἐπινοίας αὐτός ἐστι καὶ ὁ ἀπεσταλμένος. καὶ τὰ μὲν ἀνθρώπινα ἐκδέχου πρὸ τοῦ Σιλωάμ, ἐπὶ δὲ τὰ θειότερα αὐτοῦ ἀνάφερε τὸ ἀπεσταλμένον ὕδωρ καὶ Σιλωάμ. καὶ παρὰ τῷ Ἡσαίᾳ νοήσεις τὸν θεῖον καὶ εὐσταθῆ λόγον διὰ τούτων σημαίνεσθαι, λόγους δὲ Μνῶν καὶ ἑτεροδόξων τὸν Ῥαασὼν καὶ τὸν τὸν Ῥομελίου. ἐπεὶ πῶς ἀντὶ τοῦ ὕδατος τοῦ Σιλωὰμ βασιλεῖς ἤθελεν ὁ λαός, πῶς δὲ καὶ ὕδωρ ποταμοῦ έστιν ἰσχυρὸν καὶ πολύ, τῶν Ἀσσυρίων βασιλεὺς καὶ πᾶσα
[*](2 Vgl. Joh. 9, 11. - 15 Vgl. Joh. 9, 7. - 18 Hiob 11, 12. - 21 Vgl. Hebr. 5, 12. — 22 Vgl. I Kor. 3, 2. 13, 11. — 30 Vgl. Jes. 8, 6 f.) [*](LXIll. I ℵ] 2 ἐπιχρίοντα ℵ, corr. Br Ι 3 τῷ] τὸ ℵ, corr. Br Ι 4 μήποτε δὲ] μήπω δὲ ü. d. Ζ.) R 1, μήποτ’ ὧδε R 2 Ι δὲ < S 1 Ι 7 ἀν(θρώπ)ου S 1 Ι 12 ἀπαγγελη S 1 (?), ἐπαγγἐλη RV, corr Br Ι 15 τὸν ἀπεσταλμένον. ? | 16 ἀποσταλησομένου RV Ι ἡ] εἰ R Ι 17 ὡσπερὶ RV Ι 18 ἄλλος ℵ, corr. Br Ι 26 ἀποσταλμένος ℵ Ι 27 ἐπεὶ R τὸ] τὸν ℵ, corr, Br Ι 28 ἀπεσταλμένον R Ι 29 διὰ τούτων σημαίνεσθαι hinter 30 Ῥομελίου ℵ, corr. Br | 30 ῥαασσων S Ι 32 πολὺς ℵ, corr. Br Ι ἀσυρίων ℵ Ι πᾶσαν ἡ δ(ύναμις) SV, πᾶσαν δύναμιν R, corr. Br.) 535
ἡ δύναμις αὐτοῦ, ἐὰν μὴ καὶ αὐτὸς δύναμίς τις ἀντικειμένη τυγχάνῃ, κατακλύζουσα τῷ πλήθει τῶν ἑαυτῆς πιθανῶν τὴν μὴ θέλουσαν Ἰουδαίαν ὕδωρ τοῦ Σιλωὰμ καὶ ἐπικρατοῦσαν αὐτοῦ; τὸ δὲ μὴ παρόντα θεραπεῦσαι, κελεῦσαι δὲ ἀπελθόντα νίψασθαι, καὶ νιψαμένῳ τὴν θεραπείαν παρασχεῖν , οἰκονομοῦντος ἠν τὸ μηδένα λαθεῖν τὸ γινόμενον θαῦμα. ὥσπερ γὰρ τῷ παραλύτῳ τὸν κράββατον λαβεῖν ἐκέλευσεν ἐν ἡμέρᾳ καθ' ἣν οὐκ ἐξῆν τοῦτο ποιεῖν, ἵν' οὕτως ἕκαστος ἐγκαλῶν ἐπὶ τῇ παρανομίᾳ τοῦ γεγονότος θαύματος μανθάνῃ τὸ μέγεθος, οὕτω καὶ τούτῳ πόρρωθεν ὄντι τῆς κολυμβήθρας ἐκέλευσεν ἀπελθόντι νίψασθαι.
Ὁ προσαίτης δι' ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν τοῦ εὐσχημονέστερον πορίζειν πορίζειν ἐπαιτεῖ. τοιούτους δ’ ἂν εὕροις τοὺς ἀπὸ τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν Ἑλλήνων καὶ βαρβάρων οἱονεὶ αἰτοῦντας ὠφέλειαν , ἀπορίᾳ πρέποντος πορισμοῦ † τῷ λογικῷ τῆς ἀληθείας ἀπεριστάτως πλουσίων θεωρημάτων. ἀλλ ἀπαγορεύων τὴν τοιαύτην διαζήτησιν ὁ λόγος φησί που· Τέκνον, ζωὴν ἐπαιτήσεως † μὴ βιώσῃ, ὡς κρεῖττον ἀποθανεῖν ἢ ἐπαιτεῖν«. ἐπαιτεῖν δὲ αἰσχύνεται ὁ ἐν τοῖς εὐαγγελίοις οἰκονόμος τῆς ἀδικίας, καὶ διὰ τοῦτο τῷ μὲν ὀφείλοντι ἑκατὸν κόρους σίτου ἔλεγε· » Δάξαι σου τὸ γράμμα καὶ γράφε ἑξήκοντα«, τῷ δὲ ἑκατὸν βάτους ἐλαίου· »Δέξαι σου τὸ γράμμα καὶ ποίησον ὀγδοήκοντα«, προκρίνας τοῦ μετ αἰσχύνης ἐπαιτεῖν τὸ λαβεῖν ἀπὸ τοῦ ὀφείλοντος τῷ κυρίῳ , καὶ διὰ τοῦτο ἐπαινεθείς. οὐ μόνον τοίνυν ὁ Ἰησοῦς ἀπήλλαξε τὸν ἀπὸ γενετῆς τῆς τυφλότητος, ἀλλὰ καὶ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τῷ βλέπειν καὶ θεωρίαν πῶς ποριστέον αὐτῷ ἔσται τὰ πρὸς σωτηρίαν ψθχῆς ἀναγκαῖα. ἐνταῦθα μὲν οὐν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πεάξεσιν ἡ χωλότης, ὡν ὁ ἀπαλλαγεὶς οὐ προσαιτήσει ἔτι.