Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἵπερ δὲ ὡς ὑπελάμβανον οἱ Φαρισαῖοι, ὁ μὴ τηρῶν ὃ ἐκεῖνοι ἐνόμιζον εἶναι σάββατον οὐκ ἔστι παρὰ θεοῦ, οἱ δὲ ἐν τῷ ἱερῷ [*](6 Vgl. Joh. 5, 8f. — 18 Sir. 40, 28 (29). — 21 Luk. 16, 6f. — 26 Vgl. Joh. 9, 1. — 29 Vgl. Act. 3, 2.) [*](LXIII. I ℵ] 15 ἀπὸ We] ἁπάντων ℵ Ι 19 βιώσῃ ὡς] lies βιώσῃς Ι 24 τοῦ κυρίου ℵ corr. Br.) [*](LXV. I ℵ] 34 δὲ] + οῖ ℵ.)

536
ἱερεῖς τὸ σάββατον βεβηλοῦντες παρὰ θεοῦ ἦσαν, οὕτω δὲ οὐκ έναργὲς ἠν τὸ μὴ εἶναι παρὰ Μοῦ τὸν τὸ σάββατον αὐτῶν μὴ τηροῦντα· ὡς μηδέ ὑπὸ πάντων τῶν τότε Φαρισαίων τὸν λόγον εἰρῆσθαι, ἀλλ’ ἐκ τῶν Φαρισαίων τινὲς τοῦτο ἔλεγον, ὥς φησιν ὁ εὐαγγελιστής. πρόσχες δὲ καὶ τῷ » Τοιαῦτα σημεῖα« μὴ μάτην κειμένῳ. ἐπειδὴ γὰρ σημείων διαφοραὶ εἰσιν, ὥστε ποιεῖν , καθ’ ἅ φησιν ὁ ἀπόστολος, καὶ τὸν ἐν νόμῳ καὶ τὸν ἄνομον, ὅν ὁ κύριος ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, ἐν πάσῃ δυνάμει, σημείοις καὶ τέρασι ψεύδους, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν, τῷ » Τὰ » τοιαῦτα« εἴρηται ὡς ὑπερβαίνει τὰ διὰ Χριστοῦ γενόμενα τῷ καὶ ἀληθῆ εἶναι καὶ μεγάλα ἐπὶ γῆς. εἰ δέ τις ὡς οὐχ ὑγιῶς λεγομένῳ τῷ » Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; « * * ἀναγινώσκων τὰς τοῦ Σαμφὼν πράζεις ἐρεῖ μηδὲ ἁμαρτήματα εἶναι τὰ ὑπὸ τοῦ Σαμψὼν γενόμενα, οἷον τὰ περὶ γυναῖκας, ἀλλ’ οἰκονομίας δηλουμένας· οὐ γὰρ πρόσκειται τὸ » Ἐποίησε τὸ πονηρὸν » ἐνώπιον Κυρίου«.

Παρατηρητέον δὲ τὸ πρόσωπον τοῦ εὐαγγελιστοῦ ὅτι φησὶ καὶ ἀωεῴχθαι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ βεβλεφέναι αὐτόν· ἀνεῴχθαι μὲν διὰ τοῦ »Ἠν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν » ἐποίησε καὶ ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς‘· βεβλεφέναι δὲ διὰ τοῦ » Καὶ ἐνίψατο καὶ ἠλθε βλέπων«. τῶν δὲ λεγομένων τὴν διαφορὰν παραθσόμεθα ἀπὸ τοῦ Τωβήθ, περὶ οὑ, ἐπείπερ λευκώματα ἐγεγόνει ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, οὐκ ἀναγέγραφεν ὅτι ἀνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί, ἀλλ' ὅτι ἐνέβλεψε. δι’ ὅλου δὲ τοῦ περὶ τοῦ τυφλοῦ τόπου τηρήσεις ἀμφότερα, τῶν μὲν τοῦτο λεγόντων τῶν δὲ ἐκεῖνο, καὶ σχίσματος γενομένου. τηρήσεις δὲ καὶ ἐν τῷ Ἡσαίᾳ προφητεύοντι περὶ Χριστοῦ ἐπιδημίας ὅτι ἐρχεται ὀφθαλμοὺς τυφλῶν [*](1 Vgl. Matth. 12, — 4 Vgl. Joh. 9, 16. — 7 Vgl. I Kor. 9, 21. — Vgl. ΙΙ Thess. 2, 8 ff. — 11 Vgl. Hiob 1, 3. — 12 Joh. 9, 16. — 21 Joh. 9, 14. — 23 Joh. 9, 7. — 24 Vgl. Tobit 11, 13 (14). — 26 Vgl. Mark. 8, 25. — 29 Vgl. Jes. 61, 1.) [*](LXV. I ℵ] 7 τὸν 1] τῶν ℵ, covr. Br Ι τῶν ἀνόμων ℵ, corr. Br Ι 9 τῷ We] τὸ ℵ 10 ὑπερβαινόντων ℵ, corr. Br Ι γεγεννημένα R 1, corr. R 2 Ι τῷ] τὸ RV Ι 12 ücke ez. We Ι 13 ἀναγινώσκοντας ℵ, corr. Br Ι 14 γινόμενα R.) [*](LXVI. I ℵ] 19 ὅτι] τὸ ℵ, corr. Br Ι 20 x003E; + Br Ι 21 διὰ τοῦ] δι' αὐτοῦ ℵ, corr. Br Ι 24 Τωβήθ] βηθ RV Ι 27 τούτων ℵ Ι τῶν] τὸν SVR, corr. R 2 | ἐκεῖνο S 2 ἐκείνη S 1 ἐκείνω RV Ι 29 ἔρχετα] † ὁ R.)

537
ἀνοῖξαι. ἑξῆς δὲ ἔστιν ἰδεῖν καὶ τὸν ἀποκρινάμενον πῶς μὲν τοῖς προτέροις πῶς δὲ τοῖς δευτέροις ἀποκρίνεται τοῖς μὲν προτέροις ἀκριβέστερον, ὡς γείτοσι καὶ θεωροῦσιν αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἠν, τοῖς δὲ Φαρισαίοις οὔτε τὰ περὶ τοῦ Σιλωὰμ διηγήσατο, οὔθ' ὅτι ὁ σωτὴρ τὸν πηλὸν ἐποίησεν, οὔθ' ὅτι προσέταξέ τι αὐτῷ. καὶ τάχα ὁρῶν ὁ θεραπευθεὶς τῶν μὲν προτέρων ἐχομένην τὴν πεῦσιν πεῦσιν τῶν δὲ δευτέρων κακοηθείας, οὕτως ἑκατέροις ἀποκρίνεται.