Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἔστι δέ, φηοίν, ἐν τοῖς Ἱεροσολύμοις καὶ τὰ ἑξῆς. Τὸ μὲν περιιέναι καὶ τοὺς ὁποιδήποτε ὄντας τῶν ἀρρώστων θεραπεύειν οὐκ ἀναγκαῖον ἔκρινεν, ἕστε μὴ φιλαυτίας ἀπενέγκασθαι δόξαν, ἕνα δὲ θεραπεύσας δἱ ἐκείνου καταφανῆ τοῖς πᾶσιν ἑαυτὸν καθίστησι. ταύ- [*](1 Vgl. Ι Kön. 17, 6. — 5 Vgl. Joh. 4, 6. — 6 Vgl. Joh. 4, 8. — 14 Joh. 4, 44. — 16 Mark. 6, 4. — 19 Luk. 13, 34. — 24 Joh. 5, 2.) [*](LIX. I ℵ] 2 ὑπενόησαν] + εἶναι ἐκ τῶνδε (expungiert) V | 4 εἰπὼν ℵ, corr. We | 5 ἡμέρας <RV | στοχαζομένης ℵ, corr. We | τὴν ἡμέραν ℵ, corr. We | 8 μὴ+ We) [*](LX. Ι Κ] 15 φέρεται — 19 εἰπεῖν] καὶ οἱ ἄλλοι δὲ εὐαγγελισταὶ φασιν· ℵ, cf. II | ἀποκτέννουσα < ℵ | 21 ἀποσταλμένους ℵ | πρὸς αὐτὴν] προφήτας ℵ.) [*](Π Ρ fCord. ρ. 138)] (15 φέρεται — Schluss) 15 καὶ + Pr | ἑτέροις] προτέροις Cord | 17 συγγενεῦσι Cord | γοῦν] γὰρ Cord | 20 ἀποκτείνουσα Cord.) [*](LXI. Ι Κ] 26 ὥστε] ὅς τε SV.)

533
της ἕνεκα τῆς αἰτίας ἄπεισι μὲν ἐπὶ τὴν προβατικὴν κολυμβήθραν, ἔχουσαν πέντε στοάς· μετὰ γὰρ τὰς ἐν κύκλῳ τεσσάρας μέσην εἶχεν ἑτέραν. προβατικὴ δὲ κολυμβήθρα ἐλέγετο ἀπὸ τοῦ τὰ προσαγόμενα πρόβατα ταῖς ἑορταῖς ἐκεῖ συναθροίζεσθαι, καὶ ἀπὸ τοῦ θυομένων τῶν προβάτων ἐν ἐκείνῳ πλύνεσθαι τῷ ὕδατι τὰ ἐγκατα. ἐντεῦδεν γοῦν καὶ πολὺ πλῆθος τῶν διαφόροις ἀρρωστήμασι κατεχομένων ἐν τῷ τόπῳ συνείλεκτο ἐπὶ θεραπείας ἐλπίδι, ὡς ἂν τοῦ ὕδατος αὐτοῦ δυναμένου τι πάντως, ἐν ᾡπερ τῶν προσαγομένων μένων τῷ θεῷ καὶ θυομένων ἐνεβάλλετο τὰ ἔγκατα. ταύτῃ δὲ αὐτῶν τῇ ὑπολήψει καὶ ὁ θεὸς συνεργῶν κατά τινας ἀδήους καιροὺς κίνησιν τοῦ ὕδατος γίνεσθαι παρεσκεύαζεν, ἥν ὡς κατά τινα θείαν ἐνέργειαν ἀποτελεῖσθαι πιστεύοντες, οὕτω κατιόντες τὴν θεραπείαν ἐκομίζοντο, πολλῶν μὲν κατὰ ταὐτὸν οὐ θεραπευομένων , τοῦ δὲ πρώτου καταβάντος τῆς χάριτος ἀπολαύοντος, ἵνα μὴ τὸ πρόχειρον τῆς θεραπείας ἐλαττώσῃ τὸ θαῦμα. μειζόνως δὲ νήφοντες καὶ μετὰ πολλῆς διαθέσεως τὴν τοῦ ὕδατος κίνησιν ἀναμένοντες, ἐντεῦθεν παιδεύονται τὸν προσήκοντα καὶ μετὰ τὴν θεραπείαν ἔχειν λογισμόν. πολλῶν τοίνυν ὄντων τῶν ἀρρώστων πάντας μὲν οὐκ ἐθεράπευσεν, δεικνὺς δὲ τὴν οἰκείαν δύναμιν ἕνα ἐπελέξατο τὸν βαρυτέρῳ μάλιστα κατεχόμενον πάθει καὶ τῷ μήκει τοῦ χρόνου τὴν σωτηρίαν ἀνέλπιστον ἔχοντα. παράλυτος γὰρ ἦν ἐν αὐτοῖς ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσι τῷ πάθει κατεχόμενος. πρὸς τοῦτον ἀπελθὼν οὐκ εὐθὺς εἶπεν· »Ἀρον τὸν κράββατόν σου καὶ περιπάτει«, » ἀλλ' ἀπό τινος ἀκολουθίας τῶν πρὸς αὐτὸν ἄρχεται λόγων. ὅτερ δὴ καὶ ἐπὶ τῆς Σαμαρείτιδος πεποίηκε.

Corderius p. 217. ört Orig. nicht an.

Inc. Ποῖον δέ πνεῦμa οὔπω ἦν; Expl. ἐπ' οὐδενὸς ὤφθη τῶν προφητῶν, ἐθαυμτούργουν.