Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Τὸ » Mήτις ἤνεγκεν αὐτῷ φαγεῖν; « δηλοῖ ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὤν τρέφειν καὶ μὴ τρέφεσθαι. ἐνεργείας δὲ μεγίστης τὸ τρέφειν Χριστόν, ἡς οὐκ ἐφθόνει τοῖς βουλομένοις· διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν. νομομαθεῖς δὲ καὶ φιλολογεῖς ὄντες, σκοπήσαντες ὅτι καιρὸς ἦν λοιπὸν τροφῆς ἐτόπασαν μὴ ἄρα ὡς τῷ Δανιὴλ εἰς Βαβυλῶνα προστάξει θεοῦ ἄριστον προκεκόμιστο ὑπὸ τοῦ Ἀμβακούμ, καὶ τῷ Ἠλίᾳ ἐν τῇ ὁδοιπορὶᾳ [*](6 Joh. 4, 18. — 14 Vgl. Gen. 49, 10. — 15 Vgl. öm. 1, 3. — 18 Joh. 4, 33. — 23 Vgl. Bel u. Drache 34 ff.) [*](LVII. I ℵ] 1 μωυσεως R Ι 3 τυγχα S τυγχάνη RV Ι 5 κατὰ ἀλήθειαν ℵ Ι 6 καὶ 1 < ℵ Ι 8 ἠκριβωμένους) [*](II ABBREV (Cord. p. 125) 1 ἔσχες ἄνδρας ℵ Ι 4 προφητείας 3 Cord Ι τοῦτο Ρ Ι ἀναγκαζομένη — 5 λεγομένων < Cord Ι 5 οὐκ ἀληθῆ Ρ Ι 6 τὸ] τὸν Ρ Cord Ι καὶ 2 < 8 ἅ] ὅ ABBREV Ι συγκατετίθετο Ρ Ι 9 νοεῖται Ρ.) [*](III ABC] 5 οὐ] + γὰρ ABC | κατὰ ABC Ι διὸ — 6 γὰρ] συνέθου προφήτην με εἶναι, οὐδὲ ABC Ι 7 αὐτῷ] μοι ABC Ι προσελήλυθεν Α Ι ἐπειδὴ — 10 ἐστὶν] ἀλλ’ οὗτος ὃν δοκεῖς ἔχειν πνευματικὸν λόγον, καθ' ὅν προφήτην με ὠνόμασας, οὐκ ἔστι σου ἀνήρ ABC.) [*](LVIII. ΙΙ ABBREV (Cord. p. 130; Cramer p. 219)] (fehlt in Ι) 13 ἐκ τῶν Ἰουδαίων ἡ σωτηρία Ρ Cord Cr Ι 14 ἦν < Μ Cr Ι 1.5 γενόμενος Ρ Cord Cr.) [*](LIX. Ι ℵ] 22 φιλομαθεῖς? We.)
Πατρίδα αὐτοῦ τὴν Ἰουδαίαν καλεῖ, ἣν καὶ διὰ τοῦτο καταλέλοιπε. τὴν γὰρ αἐτίαν τῆς ἐπὶ τὴν Γαλιλαίαν ἀφίξεως ἀποδιδοὺς ὁ εὐαγγελιστὴς γράφει, ὅτι »Προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει«. [[φέρεται ἡ μαρτυρία αὕτη καὶ ἐν τοῖς ἑτέροις εὐαγγελίοις. φησὶ γὰρ ὁ σωτήρ· »Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι »καὶ ἐν τοῖς συγγενέσι καὶ τῇ οἰκίᾳ αὐτοῦ«. ἀμέλει γοῦν πάντες οἱ πρὸ τῆς ἐπιδημίας ἠτιμάσθησαν ἐν τῇ Ἱερουσαλὴμ καὶ Ἰουδαίᾳ. αὕτη γὰρ γή καὶ πατρὶς αὐτῶν· ὡς κοθόλου τὸν σωτῆρα εἰπεῖν·]] » Ἱερου- »σαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβο- »λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν«.