Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Πολλαχοῦ τῶν γραφῶν]] αἱ κατὰ τῶν φαύλων τιμωρίαι ὀργὴ λέγονται θεοῦ· ὡς τὸ λεχθὲν περὶ τῶν Αἰγυπτίων ὑπὸ Μωϋθσέως· » Ἐξαπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτὸς ὡσεὶ καλάμην«. καὶ Παύλος περὶ τῶν ἰουδαίων γράφει· »῎Εφθασεν δὲ αὐτοὺς ἡ [*](7 Joh. .3, 35. — 9 Joh. 1, 3. — 18 Joh. 3, 36. — 23 Vgl. Phil. 2, 10. — 28 Exod. 15, 7. — 29 I Thess. 2, 16.) [*](L. I ℵ] 1 ἀληθείας . . . σοφίας RV | 13 προσθήκη S | 18 τῷ υἱῷ statt εἰς τὸν υἱὸν ist nicht LA. d. Orig., sondern blosser Schreibfehler | 19 εἰ — ὁ S2 a. Ras. | 22 πληροῦσται S, πληροῦνται R.) [*](LL I ℵ] 26 πολλαχοῦ τ. γραφῶν < ℵ, cf. ΙΙ | 28 καλάμη S | 29 καὶ — 526, 4. ὀργῆς ℵ, cf. ΙΙ.) [*](ΙΙ ABBREV (Cord. p. 116)] 27 λέγονται] + τοῦ Μ.)

526
»ὀργὴ εἰς τέλος«, ὀργὴν λέγων τὰς ἐπελθούσας ἐπ᾿ αὐτοὺς θεηλάτους τιμωρίας. ἀλλὰ καὶ πρὸς τὸν καταφρονοῦντα τῆς χρηστότητος καὶ μακροθυμίας φησί· »Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα- »νόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς«.]] οὐ γὰρ νομιστέον πάθος εἰναι θεοῦ τὴν ὀνομαζομένην αὐτοῦ ὀργήν. πῶς γὰρ δυνατὸν πάθος εἶναι περὶ τὸν ἀπαθῆ; ἀλλ’ ἐπεὶ μὴ πάσχει θεὸς ἀναλλοίωτος ὤν , ἑρμηνευτέον τὴν λεγομένην αὐτοῦ ὀργὴν καθ’ ἃ εἴρηται.

Ἐπεὶ σῶμα κατ’ ἀλήθειαν ἔσχεν συμπληρούμενον ἐξ ὧν καὶ πάντα τὰ ἀνθρώπινα σώματα , ἀναγκαίως ὑπόκειται καὶ τὸ αὐτοῦ σῶμα τοῖς κοινοῖς πάθεσιν· οὐ τρώσεσι μόνον καὶ τοῖς παραπλησίοις λέγω, ἀλλὰ καὶ τοῖς ἐπιγενομένοις ἐκ σφοδροτάτης καὶ συνεχοῦς]] κινήσεως καμάτοις. τῷ γὰρ μεσημβρινῷ καιρῷ, έν ᾡ ὁ ἥλιος καθάπτεται, ὁδὸν ἀνύσας πλείονα κάματον ἀνεδέξατο, ἀναλωθείσης τῆς ὑγρότητος τοῦ σώματος αὐτοῦ ὑπὸ τοῦ φλογμοῦ τοῦ καύσωνος. ἕκτη γὰρ ὥρα τῆς ἡμέρας ἦν. τοῦτον τὸν κάματον διαναπαῦσαι θελήσας ἐπὶ τῇ οὔσῃ πηγῇ ἐν τῷ προειρημένῳ χωρίῳ τοῦ Ἰωσὴφ ἐκαθέσθη· ἅμα προνοούμενος ὠφελείας τῆς μελλούσης ἐπὶ τῷ ἀντλῆσαι ὕδωρ ἐκ τῆς πηγῆς ἔρχεσθαι γυναικός.