Ἴσως δ’ ἂν ἐπιζητήσειέ τις τὴν αἰτίαν δι᾿ ἣν Ἰουδαῖοι οὐ συγχρῶνται Σαμαρείταις, ἥντινα εὑρεῖν δυνατὸν έν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Βασιλειῶν ἱστοριῶν, ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ τῶν Παρα- [*](3. Rom. 2, 5. — 17 Vgl. Joh. 4, 6. — 21 Vgl. Joh. 4, 7 — 24 Vgl. Joh. 4, 9. — 25 Vgl. 1 ön. 12. II Kön. 17, 24 ff. II Chron. 30, 6ft.) [*](LI. I ℵ] 5 θεοῦ] χριστοῦ ℵ | 6 πάσχῃ ℵ 1 7 καθὰ ℵ.) [*](II H Cord.] 6 πάσχη Ρ Cord.) [*](LII, I ℵ] 14 σφοδρατάτου S1 | καὶ συνεχοῦς < ℵ | 16 ἀναποθείσης ℵ | 17 τοῦ1 < ??.) [*](II ABBREV (Cord. p. 119)] 12 τὰ σώματα τὰ ἀνθρώπινα Cord | 14 15 μεσημβρίας Cord | 16 ἀναποθείσης Ρ Cord | 20 ἅμα] + καὶ Μ | τῷ] τὸ Ρ Cord 21 ὕδωρ nach πηγῆς 2 Cord.) [*](LIII. Ι ℵ] 23 δ’ Ε;] δὲ ℵ. corr. Pr | 26 ἀλλὰ < ??.) [*](II ABBREV (Cord. p. 121)] 24 δ’ < ABBREV | ἣν] + οἱ Ρ | 26 ἱστορία Μ.)
527
λειπομένων. τοῦ γὰρ νόμου εἰρηκότος· »Ἀκαθάρτου μὴ ἅψησθε« οὐδὲ τῆς σαρκὸς τῶν ἀλλογενῶν ἐτόλμων ἅψασθαι, νομίζοντες ἐκ τούτου μολύνεσθαι. ἴσως δέ τις φήσει, ἐνιστάμενος τῷ »Οἱ μαθη- »ταὶ αὐτοῦ ἀπελύνεσθαι. εἰς τὴν πόλιν , ἵνα τροφὰς ἀγοράσωσι«, λέγων Εἰ ἐν ἐρήμῳ πεντακισχιλίους καὶ τετρακισχιλίους μετὰ καὶ πλήθους γυναικῶν καὶ πολλοῦ ἀριθμοῦ παιδίων ἔθρεψεν, ὁτὲ μὲν ἐκ πέντε, ὁτὲ δὲ ἐξ ἑπτὰ ἄρτων· τί μέγα ἠν τὸ εὐπορῆσαι τοὺς μαθητὰς τροφῆς ἄνευ τοῦ ἀπελθεῖν ἐν τῇ πόλει ἐπὶ ἀγορασίᾳ ταύτης, τοῦ Ἰησοῦ παρασχόντος αὐτὴν τῇ ἰδίᾳ δυνάμει; λεκτέον οὖν πρὸς τοῦτο ὅτι Ἰησοῦς, ἄνθρωπος γεγονώς, εἰ ὡς έν ἀληθείᾳ θεὸς πάντα ἐνήργει, ἠγνοήθη ἂν ἄνθρωπος γεγονώς, ὡς ἄν, εἰ πάντα ὡς ἔπραττεν, ἐπεσκιάζετο ἡ θεότης. ὅθεν εἴ ποτε χρεία παραδοξοποιΐας ἐγίνετο, ἐξ ὀλίγου πολλοὺς ἔτρεφεν, οὐ τοσοῦτον τοῦ χορτά- σαι χάριν ὅσον τοῦ φανερῶσαι τὴν θεϊκὴν δύναμιν. ὅτε δὲ οὐ πάνυ κατήπειγεν ἐξ ἀπόρων τροφῆς εὐπορίαν παρασχεῖν, ἐπὶ τὸ πρίασθαι ἄρτους ἀπήρχοντο οἱ μαθηταί. εἰ γὰρ ταῦτα τοῦ Ἰησοῦ ποιοῦντος πρὸς ἔνδειξιν τῆς ἀνθρωπότητος καὶ φανέρωσιν τῆς θεότητος πολλοὶ τῷ εὐαγγελίῳ προσέκοψαν τῶν μὲν δοκήσει αὐτὸν ἄνθρωπον ἀλλ᾿ οὐκ ἀληθείᾳ αὐτὸν γεγονέναι ὁρισάντων, τῶν δὲ μόνον ἄνθρωπον ὑπειληφότων αὐτόν· πόσῳ μᾶλλον, εἰ μηδὲν πρὸς ἀκρίβειαν πέπρακτο καὶ γέγραπτο περὶ φανερώσεως τῆς θεότητος καὶ ἀνθρωπότητος αὐτοῦ, ἔμελλον ἀπατάσθαι οἱ μὴ ἀκριβῶς καὶ φρονίμως ἐντυγχάνοντες τῇ περὶ τούτων ἱστορίᾳ;]]
Ἡ μὲν Σαμαρεῖτις τῶν Ἰουδαϊκῶν Μῶν τε καὶ δογμάτων τὰ τῆς Σαμαρείτιδος δόξης ἐξαίρειν καὶ ὑπερτιθέναι τὴν ὅτι μάλιστα [*](1 Jes. 52, 11; vgl. II Kor. 6, 17. — 3 Joh. 4, 8.) [*](LIII. Ι ℵ] 3 φήσειεν ℵ | 8 ἐν τῇ πόλει ἐλθεῖν S ἐλθεῖν a. R.) RV | 10 ὅτι < ℵ | εἰ ὡς — 11 γεγονώς S a. R. | 12 χρεία] εἰς ℵ | 14 χάριν < ℵ | 15 τὸ] τῶ SV | 16 εἰ γὰρ < ~~ ℵ | 18 πολλοὶ — 23 ἱστορίᾳ < ℵ, cf. ΙΙ.) [*](II ABBREV (Cord. 121)] 1 τοῦ — 3 μολύνεσθαι < S Cord | 3 τῷ] γὰρ τὸ ABBREV | οἱ] + γὰρ Cord | 5 καὶ τετρακισχιλίους < Μ | 7 τὸ < ABBREV Cord | 9 οὖν < ABBREV Cord | 10 τούτους ABBREV | ὅτι < ABBREV | εἰ ὡς ἐν] ὢν ABBREV | εἰ ὡς — 11 ὡς ἂν Cord | ὁ θεὸς ABBREV | θεὸς] + εἰ ABBREV | πάντα] + ὡς θεὸς ABBREV | 11 ἂν] ἂν] ὡσαύτως ABBREV | 13 ὀλίγων ABBREV | 14 τοῦ < 3 | 15 τὸ] τῷ Μ | 16 τοῦ < ABBREV | 19 αὐτὸν Μ | τῶν] τὸ corr. Ρ3 | δὲ] + αὐτὸ ABBREV | 21 καὶ2] + τῆς Μ | 22 οἱ] εἰ Μ | 23 τούτου Μ.) [*](LIV. Ι ℵ])
528
σπουδὴν κατεβάλλετο. διὸ καὶ τὸ Μὴ μείζων εἶ σὺ τοῦ πατρὸς »ἡμῶν Ἰακώβ;« ὕδωρ ςῶν ὑποσχομένου τοῦ σωτῆρος παρασχεῖν ἀντεφθέγξατο. ὁ δὲ σωτὴρ οἰκονομεῖν ἅπαντα σοφῶς εἰδὼς τὸ μὲν ἐξάραι τὰ ἰουδαίων καὶ τὸ Μείζων‘ εἰπεῖν, αὐτόθι πλῆξαι πρόχειρον ἐπιστάμενος καὶ τότε γυναικὸς διάνοιαν, οὐδὲν τῶν αἰσθητῶν ὑψηλότερον τέως φανταζομένης, τοῦτο μὲν ἀποθησυρίζει τῇ σιωπῇ, διὰ δὲ ῥημάτων ἑτέρων οὐδὲν μὲν ἡττον τοῦτο κατασκευάζειν δυναμένων, λεαίνειν δὲ τὴν ἀκοήν , ἐπιτηδειοτέραν τὴν γνώμην παριστᾷ. οὐδὲ γὰρ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπεροχῆς τὴν ὑπερβολὴν συλλογίσασθαι. καὶ γὰρ ἐκ τούτου, φησί, τοῦ ὕδατος ὁ πίνων »διψήσει πάλιν· ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὑ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα«. καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν. τὸ μὲν ὅτι »Διψήσει πάλιν‘ εἰπεν οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν· αὐτόκλητον γὰρ εἶχε τὴν γυναῖκα μάρτυρα· τὸ δὲ »Οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα« τῷ μεγέθει τῆς ἐπαγγελίας † εἰσέφερεν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν. δι᾿ ἀμφοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὐ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεπῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν < ὥσπερ γὰρ· τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν καθαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἐᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσμὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων.