Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐπειδὴ οἱ διὰ πάντων τὸν ἑαυτῶν νοῦν διαστρέφοντες αἱρετικοί, διαιροῦντες τὴν θεότητα καὶ διὰ τοῦτο τὴν παλαιὰν γραφὴν ἑτέρου λέγοντες θεοῦ καὶ ἑτέρου τὴν καινὴν διαθήκην τιθέντες, [*](5 Joel 2, 28. (3, 1). — 6 Vgl. Joh. 3, 34. — 7 Vgl. Joh. 3, 31. — 9 Joh. 3, 32. — 10 Vgl. Joh. 5, 39. — 13 Joh. 1, 45. — 14 Vgl. Joh. 3, 32f. — 15 Vgl. Rom. 1, 2 f. — 23 Vgl. Susann. 9.) [*](XLVIII. I ℵ] 7 παρέχων ℵ, corr. We | 10 αὐτὰς < ℵ | 12 περὶ] παρ’? We 13 τοῦ < ℵ | καὶ < S1 | 14 εὑρήκασιν ℵ | 15 ὁ] ἵν S1 | 17 die notierte findet sich in U | οὐ γὰρ] οὐκ S1 | 18 ἔχειν ℵ, corr. We.) [*](II Ρ (Cord. p. 112; Cramer p. 213)] (10 ἐπεὶ — 16 προφητῶν αὐτοῦ) Ρ Cr, ἐπεὶ — 15 ἐστὶν Cord) | 11 Χριστοῦ] + οὐκ ἠρεύνων δὲ αὐτὰς οἱ + Ρ Cord] ἰουδαῖοι ὡς δεῖ Ρ Cord Cr | ἐντυγχανόντων nach 12 γραφαῖς Ρ Cord Cr | 12 Ἰουδαίων < Ρ Cord | αὐτῶν Ρ | καὶ παντὸς] ἐκ πάντων Cord | 13 Μωυσῆς Ρ Cord Cr.) [*](XLIX. Ι ℵ] 23 ἐπειδὴ] + δὲ ℵ | αὐτῶν νοῦν R | διατρέφοντες R | τίθενται ℵ, corr. We.) [*](II Ρ (Cord. p. 111)] (beide vor Nr. LX VIII) 25 καὶ — 524, 2 Χριστοῦ] καὶ τὴν γραφὴν ἑτέρου λέγοντες θεοῦ τὴν παλαιὰν διαθήκην, ὃν καλοῦσι κοσμοποιόν, καὶ ἑτέρου τὴν καινήν, ὃν πατέρα Χριστοῦ Ρ Cord.)

524
φασὶ τὸν Ἰωάννην περὶ ἑαυτοῦ καὶ τῶν ἑτέρων προφητῶν εἰρηκέναι τὸ »Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ«, περὶ δὲ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ· »Ὃν γὰρ ἐπέστειλεν ὁ θεὸς τὰ ῥήματα αὐτο·ῦ »λαλεῖ«, ἐλεγκτέον αὐτοὺς ψευδῶς μᾶλλον δὲ ἀσεβῶς τοῦτο δογματίζοντας. [[ αὐτὸς γὰρ ὁ βαπτιστὴς περὶ ἑαυτοῦ λέγει· »Ὁ πέμψας »με βαπτίζειν ἐν τῷ ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ »πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, † ἐκεῖνός ἐστιν ὁ βαπτί- »ζων έν πνεύματι ἁγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός »ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«. εἰ γὰρ ὁ πέμψας αὐτὸν βαπτίζειν ὁ πατήρ ἐστι, λέγων αὐτῷ περὶ τῆς καθόδου τοῦ πνεύματος, καὶ ὡς ὁ χριστὸς υἱὸς αὐτοῦ τυγχάνει, πῶς λέγων ἃ παρὰ τοῦ πατρὸς τοῦ χριστοῦ ἤκουσεν ἐκ τῆς γῆς λαλεῖ; ἅμα καὶ τοῦ εὐαγγελιστοῦ γράφοντος περὶ αὐτοῦ· »Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, »ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἠλθεν εἰς μαρτυρίαν , ἵνα μαρτυρήσῃ »περὶ τοῦ φωτός«.]] εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου πρφῆται ἐκ τῆς γῆς ἐλάλουν , πῶς περὶ Χριστοῦ μαρτυροῦσιν; ὡς περὶ τῶν γραφῶν αὐτῶν ὁ σωτὴρ εἶπεν· »Αὑταί εἰσιν αἱ μαρτυροῦσαι περὶ »ἐμοῦ».

Πῶς γὰρ οὐκ ἔμελλεν ἀγαπᾶν ὁ πάσαν κακίαν μισῶν θεός, περὶ οὑ γέγραπται· »Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα »ἐξ ἀδικίας«; μισεῖ δὲ ὁ θεὸς τά εἴδη τῆς κακίας, ἐφ’ οἶς ὁ ἁμαρτωλὸς χαίρει. ἀγαπᾷ τοίνυν τὸν υἱὸν ὡς τῆς ἀρετῆς παρεκτικόν, ἀφανιστικὸν δὲ τῆς κακίας καὶ φθαρτικόν· διὸ εἴρηται· »Ὁ πατὴρ »ἀγαπᾷ τὸν υὁόν«, ἀγαπώμενος ὑπὸ τοῦ υἱοῦ, τοῦ ἀγαπῶν πάλιν ἀνθρωπινώτερον ἀκουομένου , οὐ μὴν νοουμένου. εἰ γὰρ δικαιοσύνην ἀγαπῶν ὁ θεὸς οὐχ οὕτως αὐτὴν ἀγαπᾷ ὡς ὁ δίκαιος ἄνθρωπος. ἐπὶ τῷ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ πεποιῶσθαι κατ’ αὐτήν, οὕτω [*](2 Joh. 3, 31. — 3 Joh. 3, 34. — 5 Joh. 1, 33f. — 13 Joh. 1, (6f. — 17 Joh. 5, 39. — 22 Jes. 61, 8. — 25 Joh. 3, 35.) [*](XLIX. I ℵ] 4 ἐκλεκτέον ℵ | 5 αὐτὸς — 15 φωτὸς < ℵ, cf. II | 7 Orig. las οὗτος | 12 ἅμα We] ἀλλὰ ℵ.) [*](II Ρ Cord.] 3 αὐτοῦ1] + τὸ ὁ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ ἑξῆς Cord | 5 ὁ1 < Cord | 15 εἰ γὰρ] εἴπερ δὲ Ρ Cord | 16 περὶ] + τοῦ Ρ.) [*](L. Ι ℵ] 25 καὶ — 26 πάλιν < R | 26 τοῦ2 < V} | πάλιν] πῶς S1 | ℵ, corr. We; d. Wort ist nicht zu ändern; denn ποιόω „qualificieren, eine ät “ braucht Orig. öfter | κατ’ αὐτὴν] καὶ ταύτην RV.)

525
τὸν υἱὸν λόγον ὄντα ἀλήθειάν τε καὶ σοφίαν καὶ ἁγιασμὸν ποθεῖ. δυνατὸν δὲ παραστατικὸν οἰκειότητος τοῦ πατρὸς πρὸς τὸν υἱὸν εἶναι τὸ ῥῆμα. νόμος γὰρ φυσικὸς τοῖς γεννῶσιν ἀγαπᾶν τὰ γεννώμενα. καὶ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων φυσικὴ μὲν διάθεσις ἡ πρὸς τὰ τέκνα, ἄλλως δέ πως γινομένη πρὸς τὰ ἑτέρως ἀγαπώμενα, οὕτω καὶ ὁ θεὸς ἀγαπῶν μὲν τὸν κόσμον ᾗ ὁ θεός, τὸν δὲ υἱὸν ᾗ ὁ πατήρ. διὸ οὐκ εἴρηται Ὁ , ἀλλ᾿ »Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ τὰ πάντα δίδωσιν ἐν τῇ χειρὶ αὐτοῦ«. τοῦτο δὲ πιστῶς καὶ φρονίμως ἐκλαβεῖν δεῖ. εἰ γὰρ »πάντα δι᾿ αὐτοῦ εγένετο«, ὑπὸ χεῖρα αὐτοῦ τὰ πάντα τυγχάνει κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον· ἀλλ᾿ ἀπεφοίτησε ταῦτα δι᾿ ἁμαρτίας ἔξω τῆς σκεπούσης αὐτὰ χειρὸς γενέσθαι. ὑπὲρ οὖν τῆς αὐτῶν σωτηρίας δίδωσιν αὐτὰ ὁ πατὴρ ἐν τῇ χειρὶ τοῦ υἱοῦ, οὐ τῷ υἱῷ προσθήκην χαριζόμενος ἀλλ᾿ αὐτοῖς βελτίωσιν. ὡς διδασκάλῳ γὰρ καὶ ἰατρῷ δίδωσιν, ἴν ἀγνοίας καὶ νόσου, τουτέστι κακίας, ἐκτὸς αὐτὰ ποιήσας ὲ́χῃ αὐτὰ σκεπαζόμενα καὶ βασιλευόμενα ὑπ᾿ αὐτοῦ, ἤδη αὐτὰ ἔχων ὑπὸ τὴν δραστήριον καὶ προνοητικὴν αὐτοῦ χεῖρα. δείκνυσι δὲ τὴν αλήθειαν τούτου τοῦ νοήματος τὸ ἐπιφερόμενον· »Ὁ πιστεύων † τῷ »υἱῲ ἔχει ζωὴν αἰώνιον«. εἰ γὰρ ζωὴν αἰώνιον ἔχει ὁ πιστεύων τῷ υἱῷ, δοθεὶς ἐν τῇ χειρὶ αὐτοῦ, ὑπὲρ τῆς ἰδίας σωτηρίας καὶ βελτιώσεως δίδοται, ἀλλ᾿ οὐκ ἐπὶ τῷ πλέον τι ἔχειν τὸν υἱόν. πότε δὲ πληροῦται τὸ δέδοσθαι πάντα ἐν τῇ χειρὶ τοῦ υἱοῦ ἢ ὅτε αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων;