Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· καίτοι πολλῶν εἰληφότων τὴν μαρτυρίαν αὐτοῦ, [[ὡς αὐτὸς πάλιν ὁ Ἰωάννης ἐπιφέρει, φάσκων· »Ὁ λαβὼν τὴν αὐτοῦ μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀλη- »θής ἐστι«.]] πῶς δὲ οἶόν τε εἶναι ἀληθές, λαμβανόντων αύτοῦ τὴν μαρτυρίαν τινῶν, τὸ Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει«; λυτέον οὖν τὸ ἠπορημένον οὕτως· Ἰησοῦς, ἄνωθεν ἐληλυθὼς λαλῶν τε ἃ ἤκουσε καὶ εἶδεν, ὑψηλοτάτην καὶ πάνυ μεγάλην τὴν μαρτυρίαν λέγει περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ· καὶ οὐδεὶς λαμβάνει ταύτην τὴν μαρτυρίαν ὡς αὐτὸς αὐτὴν λέγει, τῷ τοὺς ἀκροατὰς ἀρχὴν τοῦ λαμβάνειν ἔχοντας πολὺ ἀπολείπεσθαι τοῦ μεγέθους τῆς μαρτυρίας. ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως, ἀλλ᾿ οὐν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερχομένους τῇ πίστει. ὅθεν οὐ μάχεται τὸ »Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν« τῷ μηδένα αὐτὴν εἰληφέναι, τῷ ἑτέρως μὲν μὴ λαμβάνεσθαι αὐτήν, * * * οἳ καὶ ἐκ τοῦ εἰληφέναι τὴν Ἰησοῦ μαρτυρίαν σφραγίζουσι καταθέσει βεβαίᾳ τὸν θεὸν ἀληθῆ εἶναι, μαθόντες ὅτι ὁ παρ’ αὐτοῦ ἀποσταλεὶς τοῦ θεοῦ τὰ ῥήματα λαλεῖ· ἐπείπερ οὐκ ἐστὶν ἐκ τῆς γῆς, οὐδὲ ἐκ ταύτης φθέγγεται. οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα ὁ θεός.]]
[*](5 Joh. 3, 32. — 7 Joh. 3, 33. — 10 Vgl. Joh. 3, 31 f. — 17 Joh. 3, 33. — 21 Vgl. Joh. 3, 34.)[*](XL VI. I ℵ] 2 ἀκόλουθα ℵ.)[*](II Ρ Cord.] 1 τοῖς ἀ. διδακτικῶς Ρ Cord | 3 ἐκλαβεῖν Ρ, ἐκλαμβάνε- ται Cord.)[*](XLVII. Ι ℵ] 8 ἀληθ S, ἀληθῆ RV | 10 λεκτέον R | 11 ὑψηλοτάτων S1 | μεγάλων S1 | 19 ücke bez. We | 20 ὁ + Br.)[*](II ABBREV (Cord. p. 112)] 5 καὶ — λαμβάνει < Μ | 7 ἐσφράγισεν < Ρ | ὅτι τὸν θεὸν Μ, < Ρ | ἀληθῆ εἶναι Μ, ἀληθὲς εἶναι Ρ | 8 πῶς — 9 τινων] πῶς οἷόν τε λαμβανόντων τινῶν αὐτοῦ τὴν λ. αὐτοῦ τινῶν τὴν Ρ] μαρτυρίαν ἀληθὲς εἰναι Μ (P) Cord | 9 αὐτοῦ μαρτυρίαν Μ | αὐτοῦ — 13 μαρτυρίαν < Ρ | 10 12 λαμβάνει < Μ Cord | [13 λέγειν Ρ | τῷ] τὸ ΑΒΒREV | τῷ — 14 ἔχοντας] οὐδεὶς ἀκροατῶν ὁλόκληρον λαμβάνει διὰ τὸ Cord | 15 ἐστι < ABBREV | οὕτως vor τὴν ABBREV Cord 16 αὐτὴν λαβεῖν ABBREV Cord | ἄρτι] + τῇ πίστει (aus Ζ. 17) ABBREV Cord | 17 ὁ — 18 αὐ- τὴν < Ρ | τὴν μαρτυρίαν αὐτοῦ Μ | 18 αὐτῆς Cord | τις εἰληφέναι Ρ | τῶν ἑτέρων Cord | λαμβανόντων Cord | 19 Ἰησοῖ· < ABBREV Cord | 22 οὐδὲν Ρ | 23 ὁ θεός < ??.)Εἰ γὰρ καὶ ἄνδρες σοφοὶ θεὸν ἐσχηκότες ἐλάλησαν τὰ τοῦ θεοῦ ῥήματα, ἀλλ’ οὖν ἐκ μέρους εἶχον τὸ πνεῦμα τοῦ θεοῦ λέγοντος· »Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα«. ὁ δέ γε σωτὴρ ἀποσταλεὶς ἐπὶ τῷ τὰ ῥήματα τοῦ θεοῦ λαλεῖν οὐκ ἐκ μέρους δίδωσι τὸ πνεῦμα. οὐ γὰρ λαβὼν αὐτὸς ἑτέροις παρέχει, ἀλλ᾿ ἀποσταλεὶς ἄνωθεν καὶ ἐπάνω πάντων ὑπάρχων δίδωσιν αὐτό, τυγχάνων αὐτοῦ πηγή. ἑρμηνεύσομεν δὲ καὶ ἑτέρως τὸ »Τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς »λαμβάνει«. ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυρούσας περὶ Χριστοῦ. οὐδεὶς τῶν ἀνεξετάστως ἐντυγχανόντων ταῖς γραφαῖς ἰουδαίων ἐλάμβανε τὴν [ περὶ αὐτοῦ] μαρτυρίαν· μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν· »Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ »οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν« λαμβάνοντος τὴν περὶ μαρτυρίαν καὶ σφραγίζοντος ὅτι ὁ θεὸς ἀληθής ἐστιν, προεπαγγειλάμενος τὸ εὐαγγέλιον διὰ τῶν προφητῶν. φέρεται δὲ καὶ ἐν ἑτέροις ἀντιγράφοις· »Οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα« σημαινούσης καὶ ταύτης τῆς γραφῆς μὴ μέτροις 〈προσ〉έχειν τὸν ἀποσταλέντα, ὥστε πεφεισμένως καὶ ἐκ μέρους παρέχειν καὶ εὐαριθμήτοις τισίν, ἀλλὰ δαψιλῶς καὶ πλουσίως πᾶσι τοῖς εὑρισκομένοις τοῦ λαβεῖν ἀξίοις.