Ἡ λογικὴ οὐσία, ἧς μέρος ἐστὶ καὶ ἡ ἀνθρώπου ψυχή, ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική , εἰ καὶ δεκτική ἐστι τούτων. αὕτη τοιγαροῦν γυναικὸς τρόπῳ ἐξ ἄλλου γεννᾶν πέφυκεν ἃς δύναται τίκτειν ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. διὸ νύμφην αὐτὴν ἐρῶ, οὐ τοῦ τυχόντος ἀλλὰ μόνου τοῦ σπορέως τῶν ἀγαθῶν. οὐκ ἄλλος δ᾿ ἐστὶ τοῦ Ἰησοῦ, οὑ εἰρήκατε βαπτίζειν, ὑπ᾿ ἐμοῦ με μεμαρτυρημένου, πρὸς ὃν ἔρχεσθαι πάντας φατέ. εἰ θέλετε οὖν καὶ ὑμεῖς ἀγαθὰ τεκεῖν, πρὸς αὐτὸν ἀπέλθετε. μέρος γὰρ τῆς νύμφης ἐστέ, [*](3 Joh. 3, 26. — 4 Joh. 3, 27. — 13 Vgl. Joh. 1, 20f. — 14 Joh. 3, 27. — 23 Vgl. Joh. 3, 26.) [*](XLIV. I ℵ] 7 ἐκ] + τοῦ V | 8 καὶ ℵ, corr. Br | 9 βάπτισμα S1 | 11 ἀλλὰ < ℵ, cf. II | αὐτὰ RV.) [*](II ABBREV (Cord. p. 105)] 3 τοῦ Μ | 4 καὶ — 5 τουτέστιν < Cord | λαμβάνειν hinter [ἄνθρωπος] Μ | 5 ἐὰν εἰ ΑΒΒREV | δεδομένον] + αὐτῷ ΑΒΒREV | 6 τι < Μ | Cord | 6 δεδομένον Μ | 7 δέδοται Μ | 8 καὶ ABBREV | 9 υἱοῦ — ἔχω] Ἰησοῦ [aus υἱοῦ corr.) Ρ | υἱοῦ τοῦ Μ | 11 ἀλλὰ < Ρ Cord | λέγων Ρ | ἐρωτῶσιν ABBREV | 13 μὴ — οὐδὲν < ABBREV Cord.) [*](XLV. Ι ℵ] 19 εἰ] ἡ SV | 21 αὐτὴν We, < ℵ, cf. ΙΙ | 33 ὃν? We | 24 ἡμεῖς II ABBREV (Cord. p. 107)] (18 ἡ — 520, 22 ὦσιν Μ Cord; — 520, 27 ἐμοῦ Ρ) | 24 εἰ — ὑμεῖς] ἐπεὶ οὖν [+ τῶν Ρ Cord] πάντων καὶ ὑμεῖς ABBREV Cord.)
520
ὄντες τῆς οὐσίας τῶν λογικῶν. πλὴν εἰ καὶ νυμφίος ἐκεῖνος, ἀλλ’ ἐγὼ φίλος ὑπάρχων αὐτοῦ, ὑπηρέτης ὢν τοῦ βουλήματος αὐτοῦ, οὓς παιδεύω αὐτῷ παραστῆσαι σκοπὸν ἔχω. κἂν τοίνυν γεγόνατέ μου μαθηταί, οὐκ εἰμὶ ὁ νυμφίος, τουτέστιν οὐχ ὁ τέλειος διδάσκαλος. διὸ καὶ ὑμῖν παραινῶ ὤχραν ἔχουσι συναρμοσθῆναι τῷ τελείῳ διδασκάλῳ πρὸς ἐκεῖνον γενέσθαι. ὡς καὶ ἐγὼ αὐτὸς ἀκροατὴς αὐτοῦ εὔχομαι εἲναι· χαίρω γὰρ ἀκούων τῆς φωνῆς αὐτοῦ. διὸ καὶ χαρὰ ἐστιν ἡμετέρα ὅταν οἱ παρ᾿ ἐμοὶ φοιτήσαντες πρότερον τοσαύτην νοητικὴν ἕξιν ἀναλάβωσιν ὡς χωρεῖν τὴν παρ᾿ ἐκείνου διδασκομένην τοῖς ἀξίοις σοφίαν. ἴστε γὰρ ἐκεῖνον ἄνωθεν ἐρχόμενον ἐπάνω πάντων εἶναι βασιλέα τε καὶ παντοκράτορα τυγχάνοντα. εἰ δὲ πάντων ἐπάνω ἐστίν , δῆλον ὅτι καὶ αὐτοῦ ἐμοῦ· ὅθεν αὐξάνειν ἐκεῖνον προσήκει, ἐμὲ δὲ ἐλαττοῦσθαι. εἰς ταύτην τὴν διάνοιαν ληπτέα καὶ τὰ Παύλῳ Κορινθίοις γραφέντα, σύνταξιν ἔχοντα τοιαύτην· »Ἡρμοσάμην ὑμᾶς »ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ«, νύμφην λέγων τὴν ὅλην ἐκκλησίαν, τυγχάνουσαν ἁγνὴν παρθένον διὰ τὴν τῶν δογμάτων καὶ ἠθῶν ὀρθότητα. καί ἑτέρᾳ δὲ ἐκκλησίᾳ γράφων ὁ αὐτὸς ἀπόστολος μνημονεύσας τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς ἐπιφέρει· Τὸ »μυστήριον τοῦτο μέγα ἐστιν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ τὴν ἐκ- »κλησίαν«, ἕνα ὡς ἐκεῖνοι γονεῖς ἐγένοντο πάντων ἀνθρώπων, οὕτως ὁ χριστὸς καὶ ἡ ἐκκλησία πάντων τῶν ἀγαθῶν ἔργων, νοημάτων τε καὶ λόγων, γεννήτορες ὦσιν.]] τοῦ τοίνυν ἑρμηνευομένου νυμφίου φίλος ἐστὶν ὁ Ἰωάννης, ἑστηκὼς παρ᾿ αὐτῷ βεβαίᾳ συγκαταθέσει τῷ παγίαν ἔχειν εἰς αὐτὸν τὴν πίστιν, καὶ οὕτως ἑστηκὼς χαρᾷ χαίρει διὰ τὴν τοῦ νυμφίου λαλἰάν. ὅθεν ἑξῆς ἐπιφέρει τὸ »Αὕτη οὐν ἡ »ἐμὴ χαρὰ πεπλήρωται« πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων. ἐλήλυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι᾿ ἐμοῦ· ὅθεν ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. καὶ τοῦτο δὲ φρονί-
[*](10 Vgl. Joh. 3, 31. — 12 Vgl. Job. 3, 30. — 14 II Kor. 11, 2. — 18 Eph. 5, 32. — 25 Joh. 3, 29. — 26 Vgl. Joh. 1, 7. — 28 Joh. 3, 30.) [*](XLV. ℵ] 6 καὶ S3] δὲ S1RV | αὐτὸς|αὐτὰς ℵ | 9 χαίρειν ℵ, corr. Br | 11 τε] τὸ S1 | 13 εἰς — 22 ὦσιν < ℵ, cf. II | 26 ἐλήλυθ S, ἐλήλυθεν RV | 28 ὅθ᾿ II ABBREV Cord.] 1 ὄντως P | 3 παιδεύω] σπεύδω ABBREV | 4 οὐχ < Cord | 6 Ρ | ὡς δὲ] ἔρωτα δὲ ὑμῖν τῆς ἐκείνου κοινωνίας ἐμποιῶν λέγω ὡς καὶ ΑΒBREV Cord | αὐτὸς ἐγὼ ABBREV Cord | 7 χαίρων γ. ἀκούω Ρ | 8 νοητὴν Cord | 9 ἀναλαμβάνωσιν ABBREV | χαίρειν ABBREV Cord | τῆ Μ, τὴ ν ausr.) Ρ | δεδομένη Μ διδομένη ν ausr.) Ρ | 10 σοφία Μ | εἶναι < ABBREV Cord | 11 βασιλέα τε] μάλιστα Μ | 13 ληπτέον Μ | 15 λέγων] ἔχων Μ | 16 ὅλην < Μ | 18 τοῦ[ τὸν Ρ, < Μ | 22 ὠσιν expl. Μ Cord | τοῦ — < Ρ | 27 γὰρ < Ρ | ἐμοῦ] expi. P.) 521
μως ἐπιστῆσαι δεῖ οὐ γὰρ προσλαβάνων τι αὐξάνει ὁ σωτήρ, οὐδὲ ἀποβάλλων τι ὁ Ἰωάννης ἐλαττοῦται, μένει γὰρ ὁ αὐτὸς ἑκάτερος. νοεῖται δὲ τὸ λεγόμενον οὕτως· ὁ ἑωσφόρος πρὸ τοῦ ἡλίου ἀνατέλλων ἐπὶ τῷ συνεθίσαι τὰς ὄψεις προσβάλλειν καὶ μείζονι φωτὶ μέγεθος ἔχει ὡρισμένον. οὑτος μείζων φαίνεται τοῦ ἡλίου πρώτῃ ὄψεως προσβολῇ· κατ’ ὀλίγον δὲ τοῦ ἡλίου φανερουμένου ὁ ἑωσφόρος ἐλαττοῦται, οὐκ ἀποβάλλων τι τοῦ ἰδίου μεγέθους, ἀλλὰ συγκρινόμενος τῷ ἡλιακῷ φωτὶ φανερωθέντι. οὕτως καὶ Ἰωάννης μέγας τις ὑπάρχει πληρότητι ἁγιότητος. ἦλθεν ὁ Ἰησοῦς ὀπίσω αὐτοῦ κατὰ τὰ προειρημένα, ἐβαπτίσθη, ἐμαρτυρήθη ὑπ᾿ αὐτοῦ. μετὰ τὴν περὶ τούτων οἰκονομίαν ἀναδειχθείσης τῆς Ἰησοῦ θεότητος, ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης ἀποδέδεικται.
Εἰ γὰρ ἄνωθεν καὶ ἐκ πατρὸς ἔρχεται ὡς παντοκράτωρ, δῆλον ὅτι ἐπάνω πάντων ἐστίν. οἱ δὲ ὑλικὸν φρόνημα ἔχοντες τὴν εἰκόνα φοροῦσι τοῦ χοϊκοῦ, οἳ καὶ ἐκ τῆς γῆς λαλοῦσι. διὸ καὶ εἴ ποτε διδασκαλίαν ἐπαγγέλλονται, σοφίαν ἔχουσιν ἣν Ἰάκωβος γράφει, ἐπίγειον, ψυχικήν, δαιμονιώδη. περὶ τῶν τοιούτων καὶ Ἡσαίας γράφει, ὡς ὄντων ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς φωνούντων· τοῦ ἄνωθεν ἐρχομένου θεοῦ λόγου ἐπάνω πάντων ὑπάρχοντος καὶ λαλοῦντος ἃ ἑώρακεν καὶ ἤκουσεν. ἀλλὰ καὶ οἱ προφῆται, ἔχοντες τὸν ἄνωθεν ἐρχόμενον πρὸς αὐτοὺς λόγον, ἃ εἶδον διανοίᾳ καὶ ἤκουσαν τοῖς ὠσὶ τοῦ ἴσω ἀνθρώπου λαλοῦσιν οὐράνια καὶ θεϊκά. ἕκαστος γὰρ αὐτῶν ἐρεῖ· »Τάδε λέγει Κύριος‘· καὶ »Ἐγένετο λόγος Κυρίου πρός με«, λέγων. φανερώτερον περὶ τούτου φησὶν ὁ Σολομὼν ε3ἰπών· »Οἱ ἐμοὶ λόγοι »εἴρηνται ὑπὸ θεοῦ.« διὸ γέγραπται· » Πολυμερῶς καὶ πολυτρόπως »πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχά- »του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν τυγχά- »νουσιν, ἐν υἱῷ «.]] ἀμέλει γοῦν ἃ ἑώρακε καὶ ἤκουσε ταῦτα διδακτι- [*](3 Vgl. Jes. 14, 12. — 9 Vgl. Joh. 1, 15. — 15 Vgl. Job. 3, 31. — 17 Vgl.) [*](I Kor. 15. 49. — 18 Vgl. Jak. 3, 15. — 19 Vgl. Jes. S, 19. — 22 Vgl. Joh. 3, .32. — 3 Vgl. Eph. 3, 16. — 26 Prov. 24, 69 (30, 1). — 27 Hebr. 1, 1 f.) [*](XLV. I ℵ] G δὲ] καὶ Si.) [*](XLVI. I ℵ] 16 φρόνιμα ℵ, cf. II | καὶ — 30 υἱῷ < ℵ, cf.) [*](II Ρ (Cord. p. 110)] 16 in Ρ beginnt mit οἱ ein neues Fragm., das mit τοῦ αὐτοῦ an d. vorhergehende angeschlossen ist | τὴν] + αὐτοῦ Ρ | 17 τοῦ χοικοῦ φοροῦσι Ρ Cord | οἳ — λαλοῦσι < Ρ Cord | 18 ἐπίγειον — 19 γράφει < P.)
522
κῶς τοῖς ἀνθρώποις ἐλάλει. ταῦτα δὲ ἐφαρμόζει τῇ οἰκονομίᾳ· περὶ γὰρ τῆς θεότητος ταῦτα οὐκ ἀκόλουθον ἐκλαμβάνειν.