Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
[[Ἐπειδὴ γέγραπται· »Ἠγάπησαν μᾶλλον οἱ ἄνθρωποι τὸ »ὴ τὸ φῶς« ζητητέον εἰ ἀμφότερα ἀγαπήσαντες μᾶλλον τὸ σκότος ἠγάπησαν, ἡττον δὲ τὸ φῶς· ὃ καὶ δοκεῖ χώραν ἔχειν ἐπὶ τῶν μήτε ἄγαν φαύλων ἀνθρώπων μήτε κατὰ τὴν ἀρετὴν τελείων. νομίζω δὲ μὴ τοῦτο δηλούσθαι, τὸ ἀμφότερα αὐτοὺς ἀγαπῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν, ἢ μᾶλλον τὸ φῶς ἀγαπᾶν, ἁλλὰ τοιαύτην εἶναι τὴν διάνοιαν· α'ὐτεξούσιοι ὄντες οἱ ἄνθρωποι, τῷ προαίρεσιν ἐλευθέραν ἔχειν, ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν ἀνάπαλιν πεποιήκασιν οἱ ἔχοντες ἔργα πονηρά, ὡς τὸ σκότος ἀγαπῆσαι, μηδαῶς μῶς δὲ τὸ φῶς. συγκριτικῶς δὲ ἀκούειν οὐ χρὴ τοῦ πλεῖον ἠγαπηκέναι αὐτοὺς τὸ σκότος ὑπὲρ τὸ φῶς· οὐδ᾿ ὅλως γὰρ αὐτὸ ἠγάπησαν, μισήσαντες αὐτό. καὶ ὅτι αὕτη ἡ νόησις ὀρθῶς ἔχει ἐξ αὐτοῦ τοῦ προκειμένου παρίσταται. διὰ τοῦτο γὰρ αὐτοὺς ἠγαπηκέναι τὸ σκότος λέγει ἢ τὸ φῶς ἐπείπερ φαῦλα πράσσοντες μισοῦσι τὸ φῶς. εἰ δὲ μισοῦσιν αὐτό, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. εἰς τοῦτο λήψει καὶ τὸ γραφόμενον ὑπὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων, ὡς εἶεν »φιλήδονοι μᾶλλον ἢ φιλόθεοι«. καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει δηλοῦται ὅτι μόνην τὴν ἡδονὴν ἀλλ' οὐ θεὸν φιλοῦντες μᾶλλον φιλήδονοι ἢ φιλόθεοι εἴρηνται. καὶ ἐν Ψαλμοῖς δὲ περὶ φαύλου τινὸς γέγραπται· »Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην«. οὐ γὰρ ἀμφότερα ἀγαπῶν μᾶλλον τὴν κακίαν ἠγάπησεν.]]
[*](1 Vgl. Joh. 3, 20. — 7 Joh. 3, 19. — 20 Vgl. Joh. 3, 20. — 23 Vgl. II Tim. 3, 4. — 26 Ps. 51, 5.)[*](XLII. I ℵ] 3 ἐφ’ — 4 ἀλήθειαν < ??.)[*](II ABBREV Cord.] 2 πράττουσι φαῦλα Μ | 3 ἐφ’ — 4 ἀλήθειαν Ρ Cord.)[*](XLIII. fehlt in Ι; in II Ρ (Cord. p. 100) an das vorbergebende ück mit τοῦ αὐτοῦ angeschlossen; fraglich ob von Origenes] 7 οἱ ἄνθρωποι μᾶλλον Cord; P = 1 vgl. o. S. 517, 27 | 9 καὶ] δὲ Cord | 11 τὸ] τὰ Ρ | μᾶλλον] + δὲ Ρ | 12 ἀγαπᾶν1] ἀγαπῶντας Ρ | ἢ — ἀγαπᾶν < Cord | 13 τῷ] τὸ P1, corr. P3 | 16 οὐ συγκριτικῶς ἀ. δεῖ Cord | 17 ὑπὲρ — 20 σκότος < Ρ | 22 λήψεις Ρ Cord, corr. AVe | 27 + δὲ P3.)Εὐγνωμόνως δεῖ ἀκούειν τὸ » Πάντες ἔρχονται πρὸς αὐτόν« ἀντὶ τοῦ , καὶ τὸ »Οὐ δύναται ἄνθρωπος ἀφ᾿ ἑαυτοῦ λαμ- »βάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδόμενον ἐκ τοῦ οὐρανοῦ‘· τουτέστιν Οὐ δύναται ἄνθρωπος ἔχειν τι χάρισμα θεῖον, ἐὰν μὴ ᾖ δοθὲν αὐτῷ ἐκ τοῦ οὐρανοῦ. δίδοται δὲ τὰ ἐκ θεοῦ χαρίσματα τοῖς πίστει καὶ ἀρετῇ πρὸς τὸ λαβεῖν αὐτὰ παρεσκευασμένοις. μάθετε τοίνυν ὡς κἂν ἐγὼ λαβὼν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχω τὸ βαπτίζειν δι᾿ ὕδατος εἰς μετάνοιαν, πολὺ ἀπολείπομαι τοῦ δεδωκότος μοι αὐτό. καὶ ὅτι οὐ νῦν ἀλλὰ πρότερον ταῦτα λέγω, ἡμᾶς ἔχω μάρτυρας ὡν εἶπον τοῖς ἐρωτήσασιν εἰ ἐγώ εἰμι ὁ χριστός. παρῆτε γὰρ λέοντός μου ὡς τοῦ χριστοῦ πρόδρομός εἰμι, καὶ οὐκ αὐτὸς ὁ χριστός. μὴ προσκοπτέτω δέ τις ὡς οὐκ ὀρθῶς εἰρημένῳ τῷ »Οὐ δύναται ἄνθρωπος λαμβάνειν »οὐδέν«.