Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Προσετέτακτο δὲ τὸ τοῦ ὄφεως ὑπὸ τοῦ θεοῦ, ὅπως ἔχωσιν εἰδέναι οἱ ὑπὸ Μωϋσέως ἀγόμενοι ὅτι ὥσπερ ἀνῃροῦντο ὑπὸ τῶν ἰοβόλων θηρίων ἀπιστήσαντες θεῷ, τῷ τὴν γῆν αὐτοῖς ἐπαγγειλαμένῳ, οὕτως σωθήσονται ἀτενίζοντες τῷ ὑψωθέντι ὄφει διὰ τὸν προστάξαντα τοῦτο γενέσθαι θεόν. οὐ γὰρ ἡ τοῦ κατασκευάσματος φύσις ἀλλ’ ὁ ἐντειλάμενος αὐτοῖς τοῦτο γενέσθαι τῆς σωτηρίας αὐτοῖς τὴν αἰτίαν παρέσχεν. καὶ οἱ νοητοὶ δὲ ὄφεις θανάτω τοὺς ἀνθρώπους ὑπέβαλον δι᾿ ἁμαρτημάτων, τὸν ἐὸν αὐτοῖς τῆς ἰδίας πονηρίας ἐνιέντες. καὶ δὴ πολλοῦ τοῦ κατὰ τῶν ψυχῶν θανάτου γεγενημένου οὗτος δέ ἐστιν ὁ ἑπόμενος τῇ ἁμαρτίᾳ), παρακληθεὶς ὁ θεὸς ὑψωθῆναι τὸν ἑαυτοῦ υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες ἀπαλλάττωνται τῆς τῶν νοητῶν ὄφεων βλάβης καὶ ζωὴν αἰώνιον ἔχωσι. ζωὴ δὲ αἰώνιός ἐστιν οὐχ ἡ κοινὴ ἥτις καὶ ἑτέροις ζῴοις ὑπάρχει, ἀλλ᾿ ἡ ἐκ τῆς πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγινομένη.
Καὶ ἐκ τοῦ παρόντος ῥητοῦ ἐλέγξαι ἔστι τοὺς λέγοντας τὴν >υἱὸς< προσηγορίαν ἐπὶ μόνου τοῦ ἐκ Μαρίας κεῖσθαι, μὴ μὴν ἐπὶ θεοῦ λόγου. [[ἰδοὺ γὰρ καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐστὶν ὁ εἰς τὸν ἀποσταλείς. ἀπεστάλη δὲ εἰς τὸν κόσμον οὐ τὸ ἐκ τῆς παρθένου ληφθὲν (ἐνταῦθα γὰρ συνέστη ἐξ αὐτῆς τεχθέν), ἀλλὰ θεὸς λόγος ὢν αληθείᾳ καὶ φῶς ἀληθινόν. περὶ γὰρ τοῦ αὐτοῦ πρεσβείαν προσάγουσι τῷ θεῷ οἱ λέγοντες· »Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή- »θειάν σου«, καὶ πάλιν γέγραπται· »Ἐξαπέστειλεν ὁ θεὸς τὸν λόγον » αὐτοῦ καὶ ἰάσατο αὐτούς«.]]
[*](4 Vgl. Num. 21. — 25 Ps. 42, 3. — 26 Ps. 106, 20.)[*](XXXIX. I ℵ (unter d. Namen d. Apollinaris; doch scheint das Fragment d. Origenes zu ören, dem es II zuweist)] 8 τῆς — 9 παρέσχεν] τὴν σωτηρίαν παρεῖχεν ℵ, cf. II | 10 ἰδίας < ℵ, cf. ΙΙ | 11 πολλῶν ℵ, cf. ΙΙ | 16 ὑπάρχη RV2 τῆς1 < V | γινομένη V.)[*](II Ρ (Cord. p. 94)] 4 ὥσπερ < Ρ | 6 σωθῆναι δυνήσονται Ρ Cord | ἀτενίσαντες Ρ Cord | ὑψωθῆναι Ρ Cord | 8 αὐτοῖς1 < Cord | 10 ὑπερέβαλεν Ρ Cord | 11 δέ ἐστιν < Cord | 14 νοητῶν] πνευματικῶν Ρ | 15 οὐχὶ Ρ | ζωῆς Ρ, ζώαις | 16 τῆς1 < Ρ.)[*](XL. Ι ℵ] (19 καὶ — 21 λόγου).)[*](II Ρ (Cord. 98)] 19 καὶ < Ρ Cord | 21 καὶ ὁ < Cord | 24 τοῦ (doppelt geschr.) Ρ, < Cord | αὐτοῦ] + τούτου Cord.)