Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Δηλοῦσιν αἱ λέξεις αὗται νόησιν τοιάνδε. τὸ ἅγιον πνεῦμα μόνοις σπουδαίοις ἐπιφοιτᾷ, τῶν φαύλων μακρὰν ὑπάρχον. οὐ τοπικῶς [[δὲ τοῦ μακρὰν καὶ τοῦ ἐγγὺς ἀκούειν δεῖ]], ἀλλ᾿ ὡς ἐνδέχεται περὶ ἀσωμάτων αὐτὰ νοεῖν. [[αἱ γὰρ τοιαῦται φωναί, καὶ περὶ θεοῦ πολλάκις ἀναγραφεῖσαι, οὐ τοπικὰς σημαίνουσι διαστάσεις]]. ἐπεὶ οὖν τῶν φαύλων ἀπαλλοτριούμενον τὸ πνεῦμα πληροῖ τοὺς πίστιν καὶ ἀρετὴν ἔχοντας, εἰκότως εἴρηται· »Τὸ πνεῦμα ὅπου θέλει πνεῖ«. σημαίνει δὲ τοῦτο καὶ ουσίαν εἰναι το πνευμα. οὐ γὰρ, ὡς τινες οἴονται, ἐνέργειά ἐστι θεοῦ, οὐκ ἔχον κατ᾿ αὐτοὺς ὑπάρξεως ἰδιότητα. καὶ ὁ ἀπόστολος δέ, ἀπαριθμησάμενος μησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν εὐθέως· »Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. »διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.« εἰ δὲ θέλει καὶ ἐνεργεῖ καὶ διαιρεῖ, οὐσία γοῦν ἐστὶν ἐνεργητική, ἀλλ᾿ οὐκ ἐνέργεια. ἀλλὰ καὶ τὸ »Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν« ἐν ταῖς Πράξεσιν εἰρημένον, οὐ μακράν ἐστι τοῦ θέλειν καὶ βούλεσθαι. πρὸς τούτοις καὶ λόγοι αὐτοῦ φέρονται ἐν ταῖς θείαις γραφαῖς, καὶ μάλιστα ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν· »Νηστευόντων γὰρ αὐτῶν καὶ λειτουρ- »γούντων τῷ κυρίῳ, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τόν τε Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς‘. καὶ ἔτι ἐν τῷ αὐτῷ βιβλίῳ· Προφήτης τις, Ἄγαβος ὄνομα αὐτῷ, φησί· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα οὑ ἐστὶν ἡ ζώνη »αὕτη οὕτω δήσουσι« καὶ τὰ ἑξῆς.]] πλὴν εἰ καὶ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, ὁ Νικόδημος οὐκ ἔχων αὐτὸ ἐν ἑαυτῷ, τῷ μὴ πεπιστευκέναι ὡς δεῖ τῷ Ἰησοῦ, μόνην τὴν φωνὴν αὐτοῦ ἀκούων, ο·ὐκ οἶδεν ποῦ ὑπάγει καὶ πόθεν ἔρχεται. μόνον δὲ τῆς φωνῆς αὐτοῦ ἀκούει ὁ ἐντυγχάνων ταῖς τοῦ πνεύματος γραφαῖς μετὰ τοῦ μὴ νοεῖν αὐτάς· [*](11 Joh. 3, 8. — Ι Kor. 12, 11. — 18 Act. 15, 28. — 21 Act. 13, 2. — 24 Act. 21, 10f. — 28 Vgl. Joh. 3, 8.) [*](XXXVI. ℵ] 1 ἢ1] καὶ ℵ, corr. Pr | Text korrupt | αὐτοῦ str. Br | 2 ἀπαγγεί- λομεν ℵ.) [*](XXXVII. Ι ℵ] 6 ὑπάρχων ℵ | δὲ — 7 δεῖ ℵ | 8 αὐτὰ < ℵ | αἱ — 9 διαστάσεις < ℵ | 10 ἀλλοτριούμενον ℵ | 12 δὲ] + καὶ ℵ | 13 ἔχων RV | 14 καὶ — 26 δήσουσι < ℵ | 28 τὸν Ἰησοῦν ℵ | 29 μόνος ℵ.) [*](II Ρ (Cord. p. 90)] 9 πολλάκις < Cord | 10 πληροῖ < Ρ | 15 εὐθὺς Cord | 16 ἑκάστῳ < Ρ | 17 γοῦν < Ρ | 23 προκέκλημαι Ρ | 26 οὕτω < Ρ | 28 τῷ] τὰ Ρ.)

514
παντὸς τοῦ προσέχοντος τῇ ἀναγνώσει καὶ ἐρευνῶντος τὰς γραφὰς ἐν τῷ νοεῖν αὐτὰς εἰδότος πόθεν ἔρχεται καὶ ποῦ λήγει ἡ ὁδὸς τοῦ πνεύματος, ἣν ἐπιπορεύεται διὰ τῆς τῶν θείων λογίων παιδεύσεως. τὴν γὰρ αἰτίαν εἰδώς τις δι᾿ ἣν τοῦ πνεύματος ἡ διδασκαλία ἀνθρώποις δέδοται, οἶδεν πόθεν ἔρχεται· ἀλλὰ καὶ τὸ οὑ ἕνεκεν καὶ ἐπὶ τίνι τέλει δέδοται αὕτη θεωρήσας οἶδεν ποῦ ὑπάγων καταπαύει.

Ζητῆσαί γε ἄξιον πῶς ὁ σωτὴρ ἐπίγεια εἶπεν εἰρηκέναι, περὶ βασιλείας θεοῦ καὶ τῆς ἄνωθεν γεννήσεως, καὶ περὶ τοῦ ἀπίου πνεύματος [[ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθῆναι διδάξας]]. οὐδὲν γὰρ τούτων ἐπίγειον ἀλλ’ ἕκαστον οὐράνιον. ῥηθείη δ’ ἂν πρὸς τοῦτο ὅτι οὐκ ὁ Ἰησοῦς· Εἰ τὰ γήϊνα εἶπον ὑμῖν, ἀλλὰ »Τὰ ἐπίγεια«· ἐπίγεια λέγων ἃ τοῖς ἐπὶ γῆς ἔτι διατρίβουσιν ἀνθρώποις δύναται ὑπάρξαι τε καὶ νοηθῆναι. οὐ γὰρ παρὰ τὴν ἑαυτῶν φύσιν ἐπίγεια ἀλλ᾿ ἐπουράνια ὄντα δωρεᾷ θεοῦ τοῖς ἀνθρώποις δέδοται. [[ὅτι δὲ τὰ τοῖς ἐπὶ ἀνθρώποις διδόμενα ἄνωθεν καὶ οὐράνιά ἐστιν ὁ Ἰάκωβος γράφει· »Πᾶσα δόσις ἀγαθὴ καὶ πάν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον »παρὰ τοῦ πατρὸς τῶν φώτων( τοῦτο δὲ εἶπεν παρὰ τοῦ σωτῆρος αὐτὸ μαθὼν εἰρηκότος· » Δώσει ὁ πατὴρ ἐξ οὐρανοῦ ἀγαθὰ τοῖς »αἰτοῦσιν αὐτόν.«]] εἶτα ἐπεὶ τῶν ἐκ θεοῦ χορηγουμένων τὰ μὲν οἷά τέ ἐστιν ὑπαχθῆναι τοῖς ἐκ μέρους γινώσκουσι, τὰ δὲ τοῖς ἐπὶ τελειότητα φθάσασιν ἐν τῷ μέλλοντι αἰῶνι, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται ἐλθόντος τοῦ τελείου, πάνυ ἁρμοδίως εἴρηται· Μῶς ἐὰν εἴπω »ὑμῖν τὰ ἐπουράνια πιστεύσετε«; ὅτι ὁ ἐκ μέρους μὴ πιστεύων οὐδὲ τοῖς τελείοις πιστεύσει.

[*](1 Vgl. 1 Tim. 4, 13; Joh. 5, 39. — 13 Joh. 3, 12. — 18 Jak. 1, 17. — 20 Matth. 7, 11. — 22 Vgl. I Kor. 13, 9 f. — 24 Joh. 3, 12.)[*](XXXVII. I ℵ] 2 λέγει ℵ, cf. II | 6 δίδοται R, cf. II | ὑπάγον.? We.)[*](II P Cord] 1 ἐρευνῶντος] περαίνοντος Ρ | 2 εἰδότας Ρ | 3 λόγων Ρ Cord | 4 γὰρ < Ρ | 6 δίδοται Ρ Cord | οἶδεν nach 5 ἔρχεται.)[*](XXXVIII. Ι ℵ (anonym)] 9 εἰρηκὼς ℵ, cf. II | 11 καὶ — διδάξας ℵ | 12 δ’ Ε; Pr] δὲ ℵ | 16 ὅτι — 21 αὐτόν < ℵ | 25 πιστεύσητε R | ὁ + Br.)[*](II Ρ (Cord p. 93; beide unter d. Namen d. Origenes)] (9 ζητῆσαι — 21 αὐτὸν) 9 γε < Ρ Cord | 10 γεννήσεως — 11 αὐτοῦ P | τοῦ ἁγίου < Cord | 12 ὁ < Ρ 15 ἑαυτοῦ Ρ | 16 δέδοται — 17 ἀνθρώποις < Ρ | 17 ὁ < Ρ | 20 μαθὸν Ρ.)
515