Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Τὸ »Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν« ἀμφιβόλως εἰρημένον δηλοῖ ὁτὲ τὸν Ἀνδρέαν εἶναι τὸν ἐξεληλυθότα, ὁτὲ δὲ τὸν Ἰησοῦν. δοκεῖ δὲ μᾶλλον περὶ τοῦ Ἀνδρέα εἶναι τὸ λεγόμενον, ἐξεληλυθότος εἰς τὴν Γαλιλαίαν καὶ εὑρόντος τὸν Φίλιππον. τούτῳ τῷ εὑρεθέντι ὑπὸ ἀνδρέου Φιλίππῳ λέγει ὁ Ἰησοῦς· »Ἀκο- »λούθει μοι«. ἔστι δὲ τὸ ἀκολουθεῖν τῷ Ἰησοῦ τὸ ἕπεσθαι λόγῳ, [*](2 Vgl. Matth. 4, 18—7 Vgl. Matth. 4, 19. — 8 Joh. 1, 39. — 15 Vgl. 1 Kor 10, 4. — 18 Matth. 16, 18. — 23 Joh. 1, 43. — 27 Joh. 1, 44.) [*](XXI. I ℵ] 4 μι[κρὸν — 5 ἰδίοις] < S1, von S2 a. R. nachgetragen | 8. 9 ἔρχεσθαι ℵ. II M] 2 ἀνδρέα | 7 διηνεκῶς αὐτῷ. XXII. I ℵ] 17 ἐκ] ἐπὶ RV | „Das Verb. scheint ausgefallen“ We. II P (Cord. p. 57)] 19 φησίν < P Cord | ταύτῃ] + μου P. XXIII. I ℵ] 25 ἀνδρέου V | 28 λόγον ℵ, cf. II. II P (Cord. p. 58)] (28 τὸ ἀκολουθῆσαι — 503, 7 ὑμᾶς) | ἀκολοῦθῆσαι P Cord, + ἐστί P Cord | τὸ ἕτεσθαι τῷ Ἰησοῦ P Cord.)

503
σοφίᾳ, δικαιοςύνῃ, πράττοντα καὶ φρονοῦντα ὀρθῶς. μεταλαμβάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ >Οἶκος θηρευτῶν<, οἷς [ὁ] Ἰησοῦς εἶπεν· »Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν- »θρώπων«. περὶ τῶν τοιούτων θηρευτῶν ὡς ἐκ θεοῦ πεμπομένων ἐν τῷ Ἱερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· »Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς πολλοὺς θηρευτὰς οἳ »θηρεύσουσιν ὑμᾶς«.

Οὐ τοῦτο δὲ εἰπεῖν βούλεται, ὅτι οἱ προφῆται οὕτως ἔγραψαν ὅτι Ἰησοῦς ἔσται ὁ υἱὸς Ἰωσὴφ ἀπὸ Ναζαρὲτ« τοῦτον εὑρήκαμεν ὄντα ἐκεῖνον περὶ οὗ Μωϋσῆς τε ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εἶπον.