Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἄξιον ζητῆσαι πῶς νῦν μὲν Ἀνδρέας τῇ δευτέρᾳ ἡμέρᾳ ἀπὸ τοῦ Βαπτίσματος Ἰησοῦ εὐθὺς εὑρίσκει τὸν ἀδελφὸν τὸν ἴδιον Πέτρον. [*](9 Weish. Sal. 1, 5. — 11 Ps. 50, 13 (=ℵa). — 13 Jes. 53, 9; vgl. I Petr. 2, 22 — 14 II Kor. 5, 21. — 15 Vgl. Joh. 1, 33. — 28 Joh. 1, 41. XX. I ℵ] 1 διαίρεσις ℵ, corr. We | 2 ἂν +Pr | οὐρανῶν ] oὖν ὧν (Compend. Nicht verstanden) RV | 5 τῷ We] τὸ ℵ | 11 ἁμαρτίᾳ — 13 μόνος < S1; S2 a. Ras. | 13 ἔσχεν < ℵ, cf. II | 15 κατελθὼν V | 23 καὶ + Br | καὶ — 24 θεότητος ℵ, cf. II. II P (Cord. P. 50)] (12 ἐπεὶ οὖν [ἐπείπερ] — 24 θεότητος) | 12 ἐπεὶ οὖν] ἐπείπερ P Cord | 13 ἁμαρτίας P | 15 κατελθὼν P Cord | 16 τὸ κατελθεῖν — 24 θεότητος Findet sich in P zweimal f. 24v (Pa) und f. 26r (Pb) | λέγω < Pb | 17 ἕνεκεν] τρόπῳ Pab Cord | 18 ἔχων Pb | ὡς ἤδη εἴρηται < Pb | 19 τοῦ υἱοῦ hinter πνεῦμα Pab Cord 19. 20 < ὁ Pab Cord | 20 πνεῦμα < Pa | κινούμενον] κείμενον Pb | 22 οἷον < Pab | 23 τὸ καθῆσθαι καὶ Cord | καὶ2 < Pab | τούτοις ὅμοια Pab. XXI. I ℵ] II M] 23 (ἄξιον — 502, 8 διδασκαίας) | 28 εὐθὺς Ἰησοῦς.)

502
ἀλλαχοῦ δὲ ὁ Ἰησοῦς μετὰ πολλὰς ἡμέρας τοῦ βαπτίσματος εὑρίσκει Πέτρον καὶ Ἁνδρέαν τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὸν Ματθαῖον. εἰκὸς οὖν πρῶτον τὸν Ἀνδρέαν ἀναγαγόντα τὸν Πέτρον πρὸς τὸν Ἰησοῦν ὠφελεῖσθαι μικρὸν παρὰ τοῦ διδασκάλου, εἶτα μετὰ τὴν ὠφέλειαν τοῦ ἀδελφοῦ ἀνακεχωρηκέναι πρὸς τὸ τοῖς ἰδίοις σχολάζειν, τὸν δὲ Ἰησοῦν μετὰ τὴν προτέραν κλῆσιν κακληκέναι αὐτοὺς ἐπὶ τῷ ἕπεσθαι αὐτῷ διηνεκῶς, ἔχοντας ἐξουσίαν ἀνθρώπους ἁλιεύειν δι᾿ ἧς παρέσχεν αὐτοῖς διδασκαλίας. »Ἔρχεσθε, φησί, καὶ ἴδετε«· τάχα διὰ τοῦ »Ἔρχεσθε« ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ »Ἴδετε« τὴν ἀκολουθοῦσαν τῆς κατορθώσεως τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων γινομένην ἐν τῇ τούτων διαμονῇ.

Πέτρον δὲ αὐτὸν κληθήσεσθαι εἶπεν, παρονομασθέντα ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ χριστός· ἵν᾿ ὥσπερ ἐκ σοφίας σοφὸς καὶ ἅγιος ἐξ ἁγιότητος, οὕτως καὶ ἐκ τῆς πέτρας Πέτρος * *. ἀποδείκνυται δὲ τοῦτο ἐξ ὧν εἶπεν ὁ σωτὴρ πρὸς τὸν οὕτως ὠνομασμένον· »Σὺ εἶ, »φησίν, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκ- »κλησίαω«. <lωb