Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἄξιον ζητῆσαι πῶς νῦν μὲν Ἀνδρέας τῇ δευτέρᾳ ἡμέρᾳ ἀπὸ τοῦ Βαπτίσματος Ἰησοῦ εὐθὺς εὑρίσκει τὸν ἀδελφὸν τὸν ἴδιον Πέτρον. [*](9 Weish. Sal. 1, 5. — 11 Ps. 50, 13 (=ℵa). — 13 Jes. 53, 9; vgl. I Petr. 2, 22 — 14 II Kor. 5, 21. — 15 Vgl. Joh. 1, 33. — 28 Joh. 1, 41. XX. I ℵ] 1 διαίρεσις ℵ, corr. We | 2 ἂν +Pr | οὐρανῶν ] oὖν ὧν (Compend. Nicht verstanden) RV | 5 τῷ We] τὸ ℵ | 11 ἁμαρτίᾳ — 13 μόνος < S1; S2 a. Ras. | 13 ἔσχεν < ℵ, cf. II | 15 κατελθὼν V | 23 καὶ + Br | καὶ — 24 θεότητος ℵ, cf. II. II P (Cord. P. 50)] (12 ἐπεὶ οὖν [ἐπείπερ] — 24 θεότητος) | 12 ἐπεὶ οὖν] ἐπείπερ P Cord | 13 ἁμαρτίας P | 15 κατελθὼν P Cord | 16 τὸ κατελθεῖν — 24 θεότητος Findet sich in P zweimal f. 24v (Pa) und f. 26r (Pb) | λέγω < Pb | 17 ἕνεκεν] τρόπῳ Pab Cord | 18 ἔχων Pb | ὡς ἤδη εἴρηται < Pb | 19 τοῦ υἱοῦ hinter πνεῦμα Pab Cord 19. 20 < ὁ Pab Cord | 20 πνεῦμα < Pa | κινούμενον] κείμενον Pb | 22 οἷον < Pab | 23 τὸ καθῆσθαι καὶ Cord | καὶ2 < Pab | τούτοις ὅμοια Pab. XXI. I ℵ] II M] 23 (ἄξιον — 502, 8 διδασκαίας) | 28 εὐθὺς Ἰησοῦς.)

502
ἀλλαχοῦ δὲ ὁ Ἰησοῦς μετὰ πολλὰς ἡμέρας τοῦ βαπτίσματος εὑρίσκει Πέτρον καὶ Ἁνδρέαν τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὸν Ματθαῖον. εἰκὸς οὖν πρῶτον τὸν Ἀνδρέαν ἀναγαγόντα τὸν Πέτρον πρὸς τὸν Ἰησοῦν ὠφελεῖσθαι μικρὸν παρὰ τοῦ διδασκάλου, εἶτα μετὰ τὴν ὠφέλειαν τοῦ ἀδελφοῦ ἀνακεχωρηκέναι πρὸς τὸ τοῖς ἰδίοις σχολάζειν, τὸν δὲ Ἰησοῦν μετὰ τὴν προτέραν κλῆσιν κακληκέναι αὐτοὺς ἐπὶ τῷ ἕπεσθαι αὐτῷ διηνεκῶς, ἔχοντας ἐξουσίαν ἀνθρώπους ἁλιεύειν δι᾿ ἧς παρέσχεν αὐτοῖς διδασκαλίας. »Ἔρχεσθε, φησί, καὶ ἴδετε«· τάχα διὰ τοῦ »Ἔρχεσθε« ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ »Ἴδετε« τὴν ἀκολουθοῦσαν τῆς κατορθώσεως τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων γινομένην ἐν τῇ τούτων διαμονῇ.

Πέτρον δὲ αὐτὸν κληθήσεσθαι εἶπεν, παρονομασθέντα ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ χριστός· ἵν᾿ ὥσπερ ἐκ σοφίας σοφὸς καὶ ἅγιος ἐξ ἁγιότητος, οὕτως καὶ ἐκ τῆς πέτρας Πέτρος * *. ἀποδείκνυται δὲ τοῦτο ἐξ ὧν εἶπεν ὁ σωτὴρ πρὸς τὸν οὕτως ὠνομασμένον· »Σὺ εἶ, »φησίν, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκ- »κλησίαω«. <lωb

Τὸ »Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν« ἀμφιβόλως εἰρημένον δηλοῖ ὁτὲ τὸν Ἀνδρέαν εἶναι τὸν ἐξεληλυθότα, ὁτὲ δὲ τὸν Ἰησοῦν. δοκεῖ δὲ μᾶλλον περὶ τοῦ Ἀνδρέα εἶναι τὸ λεγόμενον, ἐξεληλυθότος εἰς τὴν Γαλιλαίαν καὶ εὑρόντος τὸν Φίλιππον. τούτῳ τῷ εὑρεθέντι ὑπὸ ἀνδρέου Φιλίππῳ λέγει ὁ Ἰησοῦς· »Ἀκο- »λούθει μοι«. ἔστι δὲ τὸ ἀκολουθεῖν τῷ Ἰησοῦ τὸ ἕπεσθαι λόγῳ, [*](2 Vgl. Matth. 4, 18—7 Vgl. Matth. 4, 19. — 8 Joh. 1, 39. — 15 Vgl. 1 Kor 10, 4. — 18 Matth. 16, 18. — 23 Joh. 1, 43. — 27 Joh. 1, 44.) [*](XXI. I ℵ] 4 μι[κρὸν — 5 ἰδίοις] < S1, von S2 a. R. nachgetragen | 8. 9 ἔρχεσθαι ℵ. II M] 2 ἀνδρέα | 7 διηνεκῶς αὐτῷ. XXII. I ℵ] 17 ἐκ] ἐπὶ RV | „Das Verb. scheint ausgefallen“ We. II P (Cord. p. 57)] 19 φησίν < P Cord | ταύτῃ] + μου P. XXIII. I ℵ] 25 ἀνδρέου V | 28 λόγον ℵ, cf. II. II P (Cord. p. 58)] (28 τὸ ἀκολουθῆσαι — 503, 7 ὑμᾶς) | ἀκολοῦθῆσαι P Cord, + ἐστί P Cord | τὸ ἕτεσθαι τῷ Ἰησοῦ P Cord.)

503
σοφίᾳ, δικαιοςύνῃ, πράττοντα καὶ φρονοῦντα ὀρθῶς. μεταλαμβάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ >Οἶκος θηρευτῶν<, οἷς [ὁ] Ἰησοῦς εἶπεν· »Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν- »θρώπων«. περὶ τῶν τοιούτων θηρευτῶν ὡς ἐκ θεοῦ πεμπομένων ἐν τῷ Ἱερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· »Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς πολλοὺς θηρευτὰς οἳ »θηρεύσουσιν ὑμᾶς«.

Οὐ τοῦτο δὲ εἰπεῖν βούλεται, ὅτι οἱ προφῆται οὕτως ἔγραψαν ὅτι Ἰησοῦς ἔσται ὁ υἱὸς Ἰωσὴφ ἀπὸ Ναζαρὲτ« τοῦτον εὑρήκαμεν ὄντα ἐκεῖνον περὶ οὗ Μωϋσῆς τε ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εἶπον.

Τὸ »Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;« ἤτοι ἀμφιβάλλων, ἆρα ἐκ τῆς Ναζαρὲτ τηλικοῦτον ἀγαθὸν δύναται; ἢ τεθαρρηκότως λέγει, ἐκ τῆς Ναζαρέτ ἐστιν ὄντως ὁ εὑρεθεὶς καὶ ἀληθῶς ἀγαθόν ἐστιν. πρὸς ὃν Φίλιππος· »Ἔρχου καὶ ἴδε« τὸν εὑρεθέντα Ἰησοῦν, 20 τῇ ὄψει αὐτὸν μᾶλλον πληροφορῆσαι ἢ ἀκοῇ περὶ τοῦ εὑρεθέντος βουλόμενος.

Καὶ τὸ ὑπὸ Ναθαναὴλ δὲ εἰρημένον πρὸς τὸν Ἰησοῦν οὕτως ἀπέδωκεν >Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· σὺ τοῦ Ἰσραήλ, τοῦ διορατικοῦ

[*](2 Vgl. Lagarde, Onom. s. p. 188, 75 Βηθσαϊδᾶ οἶκος θηρευτῶν ἢ ἐπισιτισμοῦ. Vgl. 60, 21. — 3 Matth. 4, 19. — 6 Jer. 16, 16. — 16 Joh. 1, 46. — 19 Joh. 1, 46. — 25 Joh. 1, 49. XXIII. I ℵ] 3 [ὁ] z. str., cf. II. III | 4 περὶ — 7 ὑμᾶς < ℵ. ΙΙ Ρ (Cord. p. 58)] 3 ὁ < P Cord | 5 τῷ < P | 7 θηρεύουσιν P. III ABC] (1 [μεταλαμβάνεται] — 7 ὑμᾶς] διὰ Ἱερεμίου φησὶν ὁ θεός· ABC. XXIV. I ℵ] 11 τοῦ] τοῦτον (Dittogr. von τὸν) ℵ, corr. Br | 13 τε] τὸν S1. XXV. I ℵ] II P (Cord. p. 60)] 17 τῆς < P | τι τηλικοῦτον Ρ Cord | δυνατόν Ρ, darüber ABBREV | 18 ὁ εὑρεθεὶς ὄντως P Cord | ἀληθῶς καὶ Ρ | 20 μᾶλλον < Ρ Cord. XXVI. I ℵ] 24 Ἰησοῦν] χριστὸν RV | 25 εἶ < ℵ. ΙΙ Ρ (Cord. p. 62)] 25 εἶ < P, + Cord (wohl nach T).)

I. Typus der römischen Catenen.

S = Vatic. gr. 758 sc. X.

S1 = Hand des Schreibers.

S2 = Hand des Correctors.

R = Vatic. Reg. 9 sc. XI.

V = Venet. Marc. gr. 27 sc. X.

ℵ = Übereinstimmende Lesart dieser drei Hss.

II. Typus der Catene des Corderius.

M = Venet. Marc. 28 sc. X.

P = Paris. gr. 209 sc. XI.

Mosq = Mosquensis 119 sc. IX.

ABBREV = Übereinstimmende Lesart von MP.

III. Catene des Nicetas.

A = Monac. gr. 437 sc. X.

B = monac. gr. 37 sc. XVI.

C = Taurinens. IV sc. XIII.

D = Paris. 212 sc. XIII.

Cord = Corderius.

Cr = Cramer.

In doppelte Klammern sind die Stücke eingeschlossen, die in I fehlen.

In einfache Klammern sind die unechten Stücke eingeschlossen.

504

γένους, βασιλεὺς ὑπάρχεις<. τὸ γὰρ καρδίαν βλέπειν καὶ γινώσκειν τίς δόλον ἔχει ἐν ἑαυτῷ καὶ τίς οὔ, υἱοῦ θεοῦ τυγχάνει καὶ οὐχ ἐνός γε τῶν πολλῶν υἱῶν, ἀλλὰ τοῦ μονογενοῦς, βασιλέως ὄντος τοῦ ἐκλεκτοῦ γένους. τοῦτο δὲ ὁ Ἰησοῦς ἐστί, διὸ καὶ υἱὸς θεοῦ ἦν.

Εἶδές με τότε ὅτε ὑπὺ τὴν συκὴν ἐτύγχανον, πρὶν ὑπὸ Φιλίππου· κληθῶ. Ἰησοῦς ταῦτα ἀκούσας φησίν· Ἐπειδὴ »εἶπόν σοι ὅτι εἶδόν »σε ὑπὸ τὴν συκὴν πιστεύεις;« μείζονα τούτων ὄψει. μετὰ δὲ τὴν ὡς τοῦ τὸ ῥητὸν σαφήνειαν τὰ πρὸς ἀλληγορίαν ῥητέον. Φίλιππος ἐκ τοῦ ἀκολουθεῖν Ἰησοῦ, ὄντι θεοῦ λόγῳ καὶ θεοῦ σοφίᾳ, θηρευτικὸς γέγονε τῶν διδομένων ὑπὸ θεοῦ ψυχῶν τοῖς δυναμένοις αὐτὰς ὠφελεῖν. >δόμα γὰρ κυρίου< ἑρμηνεύεται Ναθαναήλ. τούτῳ τῷ δοθέντι αὐτῷ μαθητῇ οὐκ εὐθὺς τὰ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ ἀνακοινοῦται, ἀλλὰ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ λέγων, Ὅν ἀναγινώσκομεν κοινῇ πάντες οἱ Ἑβραῖοι ἐλευσόμενον ἐν τοῖς γράμμασιν Μωσέως καὶ τῶν προφητῶν εὑρήκαμεν , Ἰησοῦν τὸν γεννηθέντα ἐκ τῆς παρθένου ἄνευ καταβολῆς σπέρματος ἀνδρός, ὅστις υἱὸς τοῦ Ἰωσὴφ τοῦ μνηστευσαμένου τὴν Μαρίαν χρηματίζει, ἔχων τὴν γένεσιν ἐκ Ναζαρὲτ τοπικῶς. πόλις γὰρ ἡ Ναζαρὲτ τῆς παρθένου. ταῦτα παραλαβὼν. ὁ μαθητὴς Ναθαναὴλ παρὰ Φιλίππου, ἤδη διδασκάλου αὐτοῦ γεγενημένου, λέγει πρὸς τὸν διδάξαντα· Εἰ ἐκ τῆς Ναζαρέτ ἐστι τὸ εὑρεθέν, ἀγθόν ἐστι; πρὸς ὃν εὐθέως ὁ Φίλιππος εἰς αὐτὴν τὴν αὐτοψίαν τοῦ πράγματος καλῶν· · »Ἔρχου »καὶ ἴδε«, οὐ βουλόμενος ἀεὶ τὸν μαθητὴν φωνῶν ἀκροατὴν ὑπάρχειν ἀλλὰ θεωρὸν τῆς ἀληθείας εἶναι, μετὰ τὴν τῶν λόγων ἀκρόασιν ἐπὶ θεωρίαν σπεύδοντα. τὸν Ναθαναὴλ ἰδὼν ὁ Ἰησοῦς οὐ μόνον κατὰ τὸ βαδίζειν ἀλλὰ καὶ κατὰ προκοπὴν ἐρχόμενον πρὸς τὴν θεωρίαν , μαρτυρεῖ περὶ αὐτοῦ οὕτως προθυμουμένου ἡ γραφή] [*](8 Joh. 1, 50. — 13 Vgl. Lagarde, Onom. s. p. 196, 98 αθαναὴλ δόμα θεοῦ ἢ ἐγὼ ὁ θεὸς ἐρχόμενος. Vgl, 19, 14. Ebenso Armen. Onom. — 24 Joh. 1, 46.) [*](XXVI. I X] 1 καρδία SV | γινώσκει ℵ, cf. II | 2 ἐν ἑαυτῷ < RV | υἱὸς S2RV | τυγχάνει] τυγχα S, τυγχάνη RV | 4 ἦν We] ὤν ℵ.) [*](II Ρ (Cord, p. 62)] 1 τὰς καρδίας Cord | γινώσκων Cord | 3 γε < P | πλειόπνων Ρ Cord | 4 Ἰησοῦς] i. Text ݲ a. R., ݲ Ρ.) [*](XXVII. | ℵ] 11 σοφίαν S1 | 19 μαριὰμ R | 22 γεγεννημένου S | 26 θεωρῶν RV | 27 τὸν] ὃν ℵ, corr. Br | 29 ἢ < γραφὴ) R.) [*](II Ρ (Cor. p. 62)] (7 εἶδες —9 ὄψει) | 8 σοι < Ρ.)

505
πρὸς τὴν τῆς ἀληθείας νόησιν· καὶ φησι τοῖς συνοῦσι· Τοῦτον τὸν ἐρχόμενον ὁρᾶτε; οὐ μόνον αἰσθητῶς καὶ κατὰ σάρκα Ἰσραηλίτης ἐστίν , ἀλλὰ καὶ κατὰ πνεῦμα καὶ νόησιν. νοῦν γὰρ ἔχει θεωροῦντα θεόν· ἐστὶ γὰρ Ἰcραηλίτης ἀληθῶς καὶ οὐ ψευδωνύμως, ἐπεὶ παντὸς δόλου καθαρεύων ἀληθείας φίλος ὑπάρχει.

Τρίτης ἤδη ἡμέρας ἐνεστηκυίας ἀφ’ οὗ ὁ Ἰησοῦς ἐβαπτίσθη, γάμου ἐν Κανὰ τῆς Γαλιλαίας γενομένου , καὶ οὔσης τῆς μητρὸς Ἰησοῦ ἐκεῖ καὶ αὐτὸς ὁ Ἰησοῦς ἐκλήθη ἅμα τῶν μαθητῶν. Καὶ γὰρ ποιητὴς ὢν ὁ Ἰησοῦς τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὐ παραιτεῖται κληθῆναι ἐν γάμῳ, αὐτὸς ὢν ὁ μετὰ τὸ πλάσαι τὴν Εὔαν ἀγαγὼν αὐτὴν πρὸς τὸν Ἀδάμ. διὸ καὶ έν εὐαγγελίῳ περὶ τῆς συνόδου λέγει· »Ἅ ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω«. ἐντρεπέσθωσαν τοίνυν οἱ τὸν γάμον ἀθετοῦντες αἱρετικοί, Ἰησοῦ εἰς γάμον καλουμένου καὶ τῆς μητρὸς αὐτοῦ οὔσης ἐκεῖ. ἐλεγκτέον δὲ καὶ Μανιχαίους λέγοντας μὴ εἶναι τὴν Μαρίαν Ἰησοῦ μητέρα, τοῦ εὐαγγελιστοῦ μαρτυροῦντος ὅτι Ἰησοῦς μητέρα εἶχεν.]

Ενεστι τὴν ἀκρίβειαν τοῦ εὐαγγελιστοῦ καὶ ἐκ τοῦ διηγήματος τούτου θεωρῆσαι. ἐπειδὴ γὰρ ᾔδει τοὺς ἐθελοκάκους ἐν Ἰουδαίοις πανούργους ἑτοίμως ἔχοντας πρὸς τὸ κακολογεῖν τὰς Ἰησοῦ δυνά- [*](4 Vgl. Joh. 1, 47. — 12 Vgl. Gen. 2, 22. — 14 Matth. 19, 6; Mark. 10, 9.) [*](XXVII. I ℵ] 4 ψευδωνύμως SV | 5 ὑπάρχων, corr. I. Hd. V.) [*](XXVIII. I ℵ] 13 ευαγγε S, εὐαγγελίοις RV | 16 ἐκλετέον V | ἐλεγκτέον — εἶχεν]. So önnen die Worte nicht von Orig. sein; da aber Origenes mehrfach (vgl. in Joh. XX, 30 § 269; bes. XXXII, 16) die ebionitische Lehre von der Abstammung Jesu, ohne Namen zu nennen, bekämpft, so önnte eine ähnliche hier vorgelegen haben, die dann durch den ungeschickten Excerptor mit einer verkehrten Etikette versehen wurde. Aber das ganze ück ist schwerlich echt.) [*](II Ρ (Cord. p. 64)] 8 ὁ < Ρ Cord | 9 τῆς Γαλιλαίας < Ρ | γινομένου Ρ | καὶ < Ρ | 10 ἐκεῖ — καὶ γὰρ] οἴνου ἐπιλείψαντος ἐξ ὕδατος οἶνον ἐποίησεν πεποίηκεν Cord], συναγορεύων τις τῷ ῥητῷ τῶν ῥητῶν Ρ] καὶ κατὰ τοῦτο τὸ χωρίον ἐρεῖ ὅτι κτλ. Ρ Cord | 11 ὁ < Ρ Cord | καὶ < Ρ | 12 τὸ < Ρ | 14 ἔζευξεν Ρ Cord.) [*](XXIX. Ι ℵ] 23 πανούργους < ℵ, cf. ΙΙ.) [*](II Ρ (Cord. p. 72)] 23 ἑτοίμους Ρ.)

506
μεις, εἰσάγει τὸν Ἰησοῦν μὴ τοῖς ἑαυτοῦ μαθηταῖς ἀλλὰ τοῖς τοῦ συμποσίου διακόνοις προστάττοντα περὶ τῆς τοῦ ὕδατος ἀντλήσεως· εἰπόντων ἂν τῶν διαβόλων , εἰ οἱ μαθηταὶ τοῦ Ἰησοῦ ἀντλήσαντες ἦσαν τὸ ὕδωρ, Οἴνου ἐπλήρωσαν τὰς ὑδρίας ὑποκρινόμενοι αὐτὰς ὕδατος πεπληρωκέναι. ταύτῃ τῇ ἀκολουθίᾳ κεῖται καὶ τὸ » Ἐγέ- »μισαν τὰς ὑδρίας ἕως ἄνω«]]· καὶ ὑπὲρ τοῦ μὴ καταλείπειν σοφιστείας πρόφασιν , οὐ πληρωθεισῶν τῶν ὐδριῶν ὕδατος, οἶνος ἐπιβληθείς, ἔδοξε νομισθῆναι τὸν πάντα ἐξ ὕδατος γεγενῆσθαι]].

Τὸ »Ἐπίστευσαν« ἀντὶ τοῦ >Ἐβεβαιώθησαν< εἴρηται. τὴν πίστιν ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἐπὶ τῆς βεβαιώσεως λέγει. τούτοις οὖν καὶ τὴν δόξαν αὐτοῦ μᾶλλον ἐφανέρωσεν. κτιστοῦ γὰρ καὶ οὐ κτίσματος τὸ οὐσίαν μεταβαλεῖν. οὐ γὰρ ποιότητος ἁπλῶς ἀλλ᾿ οὐσίας μεταβολὴ τὸ ἐξ ὕδατος οἶνον γενέσθαι.

Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ. Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τούτους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.]] ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ᾿ αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων. νόμω τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελφοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ [*](5 Joh. 2, 7. — 18 Joh. 2, 12.) [*](XXIX. Ι ℵ] 1 ἄγει ℵ, cf. II | 3 εἰπόντων — 6 ἄνω < ℵ, cf. II | 6 καταλιπεῖν V | 7 οὐ — 8 γεγενῆσθαι < ℵ.) [*](II Ρ (Cord. p. 72)] 2 πράττοντος Ρ | 3 ἂν] + εἰη η ü. d. Ζ.) Ρ | 4 nach ὕδωρ a. Rd. ὅτι ν. äterer Hd. ügt Ρ | 6 καὶ < Ρ Cord | καταλιπεῖν Ρ | 7 ὑδρειῶν Ρ.) [*](XXX. Ι ℵ] 12 ἐπὶ2 < ℵ, cf. II | λέγω ℵ, cf. II | 13 οὐ < ℵ, cf. II. II Ρ (Cord. p. 74)] 11 τὸ] + δὲ Ρ Cord | 13 οὖν] δὲ Cord | 14 μεταβάλλειν Ρ.) [*](XXXI. Ι ℵ] 18 καπερναουμ V | 20 ζητεῖται — 21 διαμεινάσης ℵ, cf. II | 23 οὐδ’] οὔτε ℵ, cf. II.) [*](II Ρ (Cord. p. 75)] 18 καὶ1 < Ρ | καὶ1 — 19 αὐτοῦ3 < Cord | 19 αὐτοῦ3] + καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας Ρ | 24 τοῦ < Ρ Cord.)

507
καθ’ ὁμολογὶαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ ἐχρημάτισεν. [[τοῦτο γὰρ ὁ Μω¨θσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπιβαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ’ ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πληοίον. ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει]], ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει.

Ζu Joh. 2, 13.

Vgl. Χ, 13ff. Die Sprache des Fragmentes beweist, dass es Origenes fremd ist.

Τριῶν ἑορτῶν δημοτελῶν παραδοθεισῶν τοῖς Ἑβραίοις ὑπὸ τοῦ μεγάλου ἱεροφάντου Μωϋσέως μία ἠν ἡ καλουμένη Πάσχα, ὑπερκειμένη τὰς ἑτέρας δύο ἅτε σωτηρίαν ἐμφαίνουσα τὴν ἐξ Αἰγύπτου καὶ μετάβασιν ἐπὶ τὴν ἁγίαν γῆν. ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ. ἐν μόνῃ γὰρ ταύτῃ τῇ πόλει παραδέδοτο ὑπὸ τοῦ νόμου τὸ πάσχα θύεσθαι. ἐχρημάτιζον δὲ αἱ τρεῖς ἑοπταὶ ἀπὸ τοῦ νομοθετήσαντος αὐτὰς θεοῦ. ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἠγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὀ εὐαγγελιστὴς λέγει. οὐκέτι γὰρ λατρείας ἕνεκα ἁλλὰ τρυφῆς χάριν ἤρχοντο εἰς ἱερουσαλήμ. πάντα γὰρ εἰς εὐωχίαν ἐκ πάντων τῶν πέριξ τόπων ἐν αὐτῇ ἐκομίζετο καὶ ἐν τῷ οἵκῳ τοῦ θεοῦ ἐπιπράσκετο. βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς Πωλεῖσθαι ἐκεῖ ὥσπερ ἐν ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής. ἀλλ’ ἐπεὶ συνέβαινε μὴ τοσαῦτα αὐτοὺς ἐπικομίζεσθαι ἀργύρια ἐρχομένους ἐπὶ τὴν ἑορτήν, ἐπενόησάν τινες ἀργυραμοιβοὶ τραπέζας ἐκεῖ τιθέναι καὶ κολλυβίζειν, τουτέστι δανείζειν, χρυσία λαμβάνοντες παρὰ τῶν χρῃζόντων ἀργυρίων, πρὸς τὸ [*](2 Vgl. Deut. 22, 24. — 13 Vgl. Exod. 12, Iff. — 21 Vgl. Joh. 2, 13.) [*](XXXI. I ℵ] 1 ὁμολογίαν] ὁμολόγησεν S1 | τοῦτο — 6 λέγει < ℵ, cf. II | 6 τῇ τ. διατάξει < ℵ, cf. II | 7 τυγχάνη ℵ, Cord.) [*](II Ρ (Cord. p. 75)] 1 ὁμολογίας Ρ Cord | αὐτῶ Ρ | ἡ < Ρ | μαρία Ρ | 4 τοῦ πλησίον — 5 γυναῖκα < Cord | 7 τυγχάνη Ρ.) [*](XXXII. Ι χ’ 13 πάσχα| φάσκα ℵ, corr. Br | 15 μετάβατην ℵ, corr. Br | 17 Ἱερουσαλὴμ < ℵ; in S hat e. späte Hd. d. Wort ü. d, Z. zugesetzt | 25 ἐν + We 29 λαμβάνοντας ℵ, corr. Br | ἀργυρίου? We.)

508
μεθύειν καὶ τρυφᾶν μᾶλλον ἢ ἑορτάζειν ἐληλυθότων. παντὸς τοιγαροῦν τοῦ Ἰουδαίων ἔθνους ἐκεῖ τυγχάνοντος καὶ σχολάζοντος μέθαις, Ἰησοῦς εἰς τὸν τοῦ θεοῦ οἶκον εἰσελθὼν πάντας ἀπήλασεν ἐκεῖθεν αὐτὸ μόνον φραγέλλιον ἐκ σχοινίων ἔχων. οὐκ ἂν δὲ τοῦτο κατωρθοῦτο, εἰ ὁ τυχὼν ἄνθρωπος ἦν † καὶ ἐπιλαμβανόμενος τοῦτο πράττειν· οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν. μηδεὶς δὲ νομιζέτω τοῦτο τῶν ἄλλων θαυμάτων ἔλαττον εἶναι. οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ’ αὐτοῦ. καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν· »Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα »ποιεῖς;« Δυνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;]

Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ᾿ εἰς τὸ ὄνομα αὐτοῦ. οὑτοι δὲ οὐ βεβαίαν οὐδὲ τελείαν ἔχουσιν γνῶσιν, περὶ ὡν καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ ῥᾷστα διαπεσεῖν δυναμένην. ὅθεν οὐδὲ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ εἰδέναι αὐτὸν οὐκ ἐξ ἐπιπολῆς ἀλλ᾿ ἐκ τοῦ βάθους τῆς διανοίας πάντα. τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν. ἀλλ’ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος ὤν, ἀλλὰ θεὸς γενόμενος ἄνθρωπος, πάντα [*](4 Vgl. Joh. 2, 15. — 12 Joh. 2, 18. — 21 Vgl. Joh. 2, 24. — 23 Vgl. Euseb., h. e. V, 28, 2. 6. VI, 17.) [*](XXXII. I ℵ] 4 οὐκ ἂν δὲ] οὐδὲ RV | 5 ὁ ἐπιβαλλόμενος? We | 10 φωνώντων R. II Ρ (Cord. p. 76)] (7 μηδεὶς — Schluss) 8 δὲ Ρ Cord | νομιζέτω] + τὸ πραχθὲν Ρ Cord | τοῦτο] + ὑπὸ τοῦ Ἰησοῦ Ρ Cord | τῶν ἄ. θαυμάτων < Ρ Cord | εἶναι] + τοῦ νεκροὺς ἐγεῖραι ἢ τυφλοῖς ὄψιν παρασχεῖν Ρ Cord | οὐκ ἄνευ γὰρ Ρ Cord | 10 φωνώντων Ρ | 14 ὅλον — 15 μόνος < Ρ | 15 μόνος)] + ὁ μόγις ἂν ἄλλος ὁ μηδεὶς ἄλλος ὢν καὶ Cord] μετὰ χειρὸς πλείονος στρατιωτικῆς στρατηγὸς ἢ βασιλεὺς ὢν ἐπεχείρησε ποιεῖν Ρ Cord.) [*](ΧΧΧΙΙΙ. Ι ℵ] 23 f. So hat Origenes nicht geschrieben | 24 ὢν ἄνθρωπος V. II Ρ (Cord. p. 81)] (19 οὐ — .509, 5 ἀνθρώπῳ) 19 οὐ] οὔτε Cord | οὐ] + γὰρ Ρ Cord | οὐδὲ] ἢ Ρ Cord | εἶχον Ρ Cord | περὶ — 20 εἴρηται < Ρ Cord | 20 οὐδὲ] οὐκ Ρ Cord | 21 αὐτοὺς Cord | 22 πάντας Ρ, πάντως Cord | 23 ψιλῷ < Ρ Cord 24 πάντας Cord.)

509
οἶδεν , τὸ κρυπτὸν καταλαμβάνων τοῦ νοῦ. περὶ μόνου γὰρ θεοῦ λέγεται τὸ » Ὁ τῶν κρυπτῶν γνώστης καὶ εἰδὼς πάντα πρὶν γενέ- »σεως αὐτῶν‘.]] καὶ ἐπεὶ Ἰησοῦς, θεὸς ὤν, τῆς καρδίας τὸ κρυπτὸν ἐπίσταται, οὐ χρῄζει παρ᾿ ἀνθρώπου μαρτυρίαν λαβεῖν, ἐπιστάμενος τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. οὐ γὰρ εἴρηται γινώσκειν τὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. καὶ ἐπεὶ ἐγίνωσκεν μὴ ἐμμένοντας αὐτοὺς ἐν ἡ εἶχον εἰς τὸ ὄνομα αὐτοῦ πίστιν, οὐκ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς. ἐκ σημείων γάρ, ἀλλ’ οὐκ ἐκ νοήσεως τῆς περὶ θεοῦ ἐπεπιστεύκεισαν. διὸ καὶ ταχέως μεταπίπτειν ἠδύναντο ἀπατηθησόμενοι παρ’ ἑαυτῶν ἢ παρ᾿ ἑτέρων σοξιζομένων μένων αὐτοὺς μὴ ἄρa τὰ σημεῖα οὐκ ἀληθῶς ἢ οὐκ ὀρθῶς γέγονεν. ἀλλ’ οὐκ εὐεξαπάτητος ὁ πιστεύων εἰς αὐτὸν παρὰ θεοῦ διάληψιν ἔχων.

Ἐν τοῖς πολλοῖς τοῖς πεπιστευκόσιν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ τακτέον καὶ τὸν Νικόδημον, ἕνα τῶν Φαρισαίων ὄντα καὶ ἄρχοντα τῶν Ἰουδαίων ὑπάρχοντα. ἀμέλει γοῦν διδάσκαλον εἶναι Ἰησοῦν ἔχοντα θεὸν μεθ᾿ ἐαυτοῦ, ἀλλ᾿ οὐ θεὸν εἶναι ἐνόμιζεν, ὡς αἱ αὐτοῦ λέξεις σημαίνουσιν, εἰπόντος ὅτι »Ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος«, καὶ ὥσπερ ἀλήθειαν ἐπιφέρων τῆς γνώσεως τῆς περὶ διδασκάλου ἑξῆς λέγει· »Οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ἐργάζῃ, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾿ αὐτοῦ«. ὅθεν τὴν πρόσοδον αὐτοῦ νυκτὸς γενομένην ἀκολούθως ἀνέγραψεν ὁ εὐαγγελιστής, προσελθόντος ἐν τοιούτῳ καιρῷ ἐν ᾡ λήσειν ἔμελλε τοὺς πολλοὺς Φαρισαίους ὧν εἷς ὑπῆρχε. μᾶλλον δ᾿, ὅπερ ἐστὶν ἀναντίρρητον, διὰ τοῦτο νυκτὸς προσελήλυθεν, ἐπείπερ ἄγνοιαν ἔχων τὴν περὶ θεοῦ ᾧ προσήρχετο οὔπω πεφώτιστο. οὐ γὰρ ἀνατετάλκει αὐτῷ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ ποιητικὸς τῆς νοητῆς ἡμέρας, ἧς καὶ ὁ Ἀβραὰμ ἔρωτα [*](2 Susann. (Th.) 42. — 4 Vgl. Joh. 2, 25. — 19 Joh. 3, 2. — 27 Vgl. Mal. 4, 2. (3, 20). — 28 Vgl. Joh. 8, 56.) [*](XXXIII. I ℵ] 1 περὶ — 3 αὐτῶν < ℵ, cf. II | 5 οὐ — 6 ἀνθρώπῳ < R | 7 πίστει? We | 8 αὐτὸν ἑαυτοῖς R | 12 περὶ S(?).) [*](ΙΙ Ρ (Cord. p. 81)] 1 τοῦ νοῦ περιλαμβάνων Ρ Cord | γὰρ < Ρ | 3 καὶ < Ρ Cord | ἐπεὶ] + οὖν Ρ, γοῦν Cord | τῆς καρδίας < Ρ Cord | 4 χρῄζει] + δὲ λαβεῖν Ρ Cord | λαβεῖν] θεὸς ὢν Ρ Cord.) [*](XXXIV. Ι ℵ] 18 αὐτοῦ] ἑαυτοῦ ℵ, corr. Pr | τῆς2] ἧς ℵ, corr. Br | 23 προελθόν τος, ℵ, corr. Br | 25 τοῦτον V | 26 προελήλυθεν ℵ, cf. ΙΙ | 27 ἀνατέταλκεν ℵ, cf. ΙΙ.) [*](II Cord. (p. 82)] (25 διὰ τοῦτο — Schluss) | 27 πεφωτισμένος Cord.)

510
λαβὼν παρεσκεύαστο πρὸς τὸ ἰδεῖν αὐτήν, καὶ θεασάμενος ἐχάρη. Φαρισαῖοι δὲ ἄνθρωποί εἰσι τὴν προύχουσαν ἐν Ἰουδαϊσμῷ τάξιν καὶ αἵρεσιν μετερχόμενοι, εὔτονον βίον ἐπαγγελλόμενοι καὶ τοῦ νόμου καὶ τῶν προφητῶν ἀκρίβειαν. διὸ καὶ ὡς ἐπίπαν θρασεῖς εἰσὶ καὶ ὑπερήφανοι. ὅθεν καὶ ταύτην ἔσχον τὴν ὀνομασίαν. Φαρὲς γὰρ παρ᾿ Εβραίοις Ὁ . ἐπεὶ οὐν καὶ οὑτοι διαιροῦσιν ἑαυτοὺς ἀπὸ Παντὸς ἔθνους τῶν Ἰουδαίων , ὡς ὑπερβάλλοντες φρονήσει καὶ βίῳ, ἀπὸ τοῦ Φαρὲς θέλουσι χρηματίζειν.

Τὸ »Ἄνωθεν« ὁτὲ μὲν ἐκ τῶν < καὶ , ὡς τὸ »Ὁ »ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν‘, ὁτὲ δὲ τὸ , ὡς ἐν τῷ »Οἷς ἄνωθεν δουλεύειν θέλετε«, τουτέστιν . γίνεται δὲ ἡ ἄνωθεν γέννησις, περὶ ἧς ὁ σωτὴρ διδάσκει, ἐξ ἀναλήψεως ἀρετῆς καὶ τηρήσεως τῶν ἐντολῶν αὐτοῦ. φησὶ γὰρ πρὸς τοὺς μαθητάς· »'Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων »ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς‘. πλὴν εἰ καὶ ἐσφαλμένως ὁ Νικόδημος ἀπήντησε τοῖς εἰρημένοις, ἀλλ οὐν ἔχει τι ἀληθὲς τὰ ὐπ᾿ αὐτοῦ λεχθέντα, εἰ καὶ μὴ αὐτὸς ἐνενόει αὐτά. ἀληθῶς γὰρ οὐδεὶς καταμένων ἐν τῷ ἄνθρωπος εἶναι ὡς γηρᾶν ἐν τῇ ἀνθρωπίνῃ καταστάσει τὴν κατὰ πνεῦμα καὶ ἄνωθεν γέννησιν δέξασθαι δύναται. ὡς γὰρ οὐδεὶς ἄδικος καὶ ἄπιστος μένων κατὰ δικαιοσύνην καὶ πίστιν γεννηθῆναι δύναται, οὕτως οὐδεὶς καταμένων ἐν τοῖς ἀνθρωπίνοις καὶ παλαιούμενος ἐν αὐτοῖς τὴν ἀνανεοῦσαν γέννησιν οἷός τέ ἐστι λαβεῖν. ὅθεν ὁ τῆς ἀληθείας διδάσκαλος γράφει τοῖς προθυμουμένοις ἐπὶ τὴν θείαν γέννησιν ἐλθεῖν ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἴνα τούτου ἀποβληθέντος ἐνδύσωνται τὸν νέον »ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν » δικαιοσύνῃ«, ᾡ ἕψεται, ὡς ἄνωθεν γεννηθέντι, ἐν καινότητι ζωῆς περιπατῆσαι. ἐπὶ ταύτην τὴν γέννησιν παρορμῶν ὁ Ἰησοῦς τοῖς [*](5 Vgl. ο. S. 132, 5. 285, 34. — 11 Joh. 3, 31. — 13 Gal. 4, 10. — 16 Matth. 5, 44 f. — 26 Vgl. Kol. 8, 9f. - 28 Vgl. Eph. 4, 24. — 29 Vgl. Rom. 6, 4.) [*](XXXIV. I ℵ] 2 προυχοσαν ℵ, cf. II | 4 ὡς < ℵ, cf. II | 7 ἔθνους < ℵ, cf. II. II Cord.] 2 τάξιν καὶ < Cord | 3 μετεχόμενοι Cord | ,5 ταύτην τὴν ὀνομασίαν ἔσχεν Cord.) [*](XXXV. Ι ℵ[ 14 γέννη SV | 19 τι] τὸ S1 | αὐτά] αὐτός ℵ, corr. Br.)

511
γνωρίμοις ἔλεγεν· »Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ »μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν( πρόσχες καὶ τούτου τὴν ἀκρίβειαν. τὰ μὲν παιδία οὐκ ἀμύνεται τοὺς ἠδικηκότας, οὐ λυπεῖται ἐπὶ τῇ ἀποβολῇ τῶν ἡδέων, οὐ προσπάσχει μετὰ βαβαιότητος τοῖς οὐσι προσηνέσι. βούλεται τοίνυν τοιούτους εἶναι ἡμᾶς ἐκ διαθέσεως οἷα τυγχάνει τὰ παιδία ἐξ ἡλικίας. ἐκεῖνα μὲν γὰρ οὐ λόγῳ ἐστὶ τοιαῦτα, οἱ δὲ ὡς ταῦτα γινόμενοι κατὰ πρόσταξιν Ἰησοῦ λόγῳ καὶ ἕξει βελτίστῃ σπεύδουσιν εὑρεθῆναι οὕτως ἔχοντες. κἂν τοίνυν ὁ Νικόδημος σὺν ἀμαθίᾳ τὰ προκείμενα εἶπεν, ἀλλ᾿ οὖν ἐν τοῖς λόγοις αὐτοῦ κείμενόν τι ἀληθὲς ἠγνοεῖτο αὐτῷ.

Τὸν τρόπον τοῦ πῶς ἔστι »γεννηθῆναι ἄνωθεν« ἑρμηνεύων ὁ σωτὴρ λέγει· Ἐπεὶ πρόκειται εἰσιέναι εἰς τὴν τοῦ θεοῦ βασιλείαν, τυχεῖν δὲ τούτου ἀδύνατον μὴ γεγεννημένον ἐξ ὕδατος καὶ πνεύματος ἀκολουθεῖ τὸ γεννηθῆναι ἄνωθεν τῷ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι. γεννᾶται δὲ ἐκ πνεύματος ὁ κατ᾿ αὐτὸ ποιηθείς, ἅγιος καὶ πνευματικὸς ἐξ αὐτοῦ γινόμενος. εἶτ᾿ ἐπεὶ μὴ ἐκ μόνου τοῦ πνεύματος ἀλλὰ καὶ ἐξ ὕδατος γεννᾶται ὁ εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσερχόμενος, ἀκόλουθόν ἐστι καὶ περὶ τοῦ ὕδατος ἐκ τῆς γραφῆς τι θηρεῦσαι. καὶ ὅρα μὴ ἄρα ἐπινοίας μόνης ἀλλ’ οὐχ ὑποστάσεως διαφορὰν ἔχει Πρὸς τὸ πνεῦμα. φησὶ γὰρ μεθ᾿ ἕτερα ὁ σωτήρ· »Ὁ »πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας »αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος »οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν«. εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ζῶν ποταμῶν δίκην ἐκπορευόμενον ἐκ τοῦ πιστεύοντος, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὐν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος σοφὸς ἐκ σοφίας, οὕτω καὶ ἐκ τοῦ πνεύματος ἅγιος καὶ πνευματικός· καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος καὶ πρὸς καρποφορίαν ποτιζόμενός τις γεννᾶται ἐξ ὕδατος καὶ πνεύματος. ἄλλος δέ τις ἐρεῖ ὕδωρ ἐνταῦθα εἰρῆσθαι τὴν καθαρεύουσαν [*](1 Matth. 18, 3. — 13 Joh. 3, 3. — 15 Vgl. Joh. 3, 5. — 22 Joh. 7, 38 f.) [*](XXXV. Ι ℵ] 1 οὐ μὴ — 2 παιδία doppelt in S1, corr. S2 | 2 οὐρανῶν] + καὶ Si | 7 λόγῳ] λέγει ℵ, corr. Br.) [*](XXXVI. Ι ℵ] 16 τῷ] τὸ RV | 18 εἶτε ℵ, corr. Pr | 21 ἐπινοία μόνη ℵ, corr. We. II Cord. p. 88 (anonym)] (31 ὕδωρ — 512, 9 γραφῶν) | εἰρῆσθαι] + φησιν Cord | καθαίρουσαν Cord.)

512
διδασκαλίαν τὴν ψυχήν, ἥτις καὶ αὐτὴ συντελεῖ πρὸς τὸ γεννηθῆναι ἄνωθεν. περὶ τούτου τοῦ καθαρισμοῦ, γινομένου ἐκ θεϊκῆς παιδεύσεως, ὁ ὑμνῳδὸς ἔλεγε πρὸς τὸν θεόν· »Πλυνεῖς με καὶ ὑπὲρ χιόνα »λευκανθήσομαι«. [[καὶ πρὸς τὴν τοῦ Ἰσραὴλ πληθὺν ὁ φησίν· »Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ, ἵνα »σωθῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;« διαλογισμοὺς πόνων αὐτῆς λέγων τοὺς κατὰ κακίαν πεποιημένους, δι οὕς κολάζεσθαι μέλλει, εἰ μὴ πλυνεῖ ἑαυτὴν τῇ παιδεύσει τῶν γραφῶν.]] εἶτ᾿ ἐπεὶ μὴ μόνη ἡ ψυχὴ ἐπὶ σωτηρίαν καλεῖται, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα, ᾧ ὀργάνῳ χρᾶται πρὸς τὰς ἑαυτῆς ἐνεργείας, εἰκότως καὶ τοῦτο αγιασθῆναι δεῖ διὰ τοῦ λεγομένου έν τῇ θείᾳ διδασκαλίᾳ » Λου- »τροῦ παλιγγενεσίας«, ὃ καὶ βάπτισμα θεῖον ὀνομάζεται, οὐκέτι μὲν ψιλὸν ὕδωρ· ἁγιάζεται γὰρ μυστικῇ τινὶ ἐπικλήσει. καὶ ὅρα γε οἴου μεγέθους καὶ δυνάμεως ἐστὶν ἐπιστήσας τῇ γενομένῃ παρὰ τοῦ σωτῆρος τοῖς μαθηταῖς αὐτοῦ μυσταγωγίᾳ. φησὶ γάρ· »Πορευθέντες »μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς »τηρεῖν« καὶ τὰ ἑξῆς. εἰ γὰρ μαθητευθήναι δεῖ πρότερον παραλαβόντα τὰ δόγματα τῆς ἀληθείας, εἶτα τηρῆσαι ἃ ἐνετείλατο αὐτοῖς περὶ τῶν ἠθικῶν ἀρετῶν, καὶ οὕτω βαπτισθήναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πῶς ἔτι ψιλὸν εἶναι δύναται τὸ ἅμα τούτοις παραλαμβανόμενον ὕδωρ, μετεσχηκὸς ὡς οἷόν τε τῆς δυνάμεως τῆς ἁγίας τριάδος καὶ ἀρετῇ ἠθικῇ τε καὶ διανοητικῇ συνεζευγμένον; σκόπησον δὲ τὸ μέγεθος αὐτοῦ ἐπιστήσας τίνος ἕνεκεν παραλαμβάνεται. εἰ γὰρ τοῦ εἰσελθεῖν χάριν εἰς τὴν τοῦ θεοῦ βασιλείαν, ὑπερβάλλει δ᾿ οὕτη τῇ ὑπεροχῇ, Πῶς οὐ μέγα τὸ αἴτιον τοῦ εἰσιέναι εἰς αὐτὴν ὑπάρχει; βασιλείαν δὲ θεοῦ λεκτέον τὴν κατάστασιν τῶν κατὰ τοὺς νόμους αὐτοῦ τεταγμένως βιούντων. αὕτη δὲ καὶ ἐν οἰκείῳ χώρῳ φημὶ δὲ τῷ έν τοῖς οὐρανοῖς) τὴν μονὴν ἕξει· ἀλλ᾿ ἐπεὶ ἐνταῦθα μὲν βασιλεία θεοῦ, παρὰ δὲ Ματθαίῳ βασιλεία οὐρανῶν προσηγόρευται, λεκτέον Ματθαῖον μὲν ἀπὸ τῶν βασιλευομένων, ἢ τῶν τόπων ἐν οἷς εἰσὶν οὗτοι, τὸν δὲ Ἰωάννην καὶ Λουκᾶν ἀπὸ τοῦ βασιλεύοντος θεοῦ ὠνομακέναι· ὡς ὅταν καὶ ἡμεῖς βασιλείαν Ῥωμαίων λέγοντες αὐτὴν διὰ τῶν βασιλευομένων σημαίνωμεν, δηλοῦντες αὐτὴν [*](3 Ps. 50, — 5 Jer. 4, 14. — 11 Vgl. Tit. 3, 5. — 15 Matth. 28, 19 f. — 30 Vgl. Matth. 3, 2. 4, 17 u. ö. — 32 Vgl. Job. 3, 3. 5. Luk. 4, 13. 6, 20 u. ö.) [*](XXXVI. ℵ] 4 καὶ — 8 γραφῶν < ℵ, cf. II I 11 λουτροῦ We] λουτρὸν ℵ | 14 ἐπισταμένῳ ℵ, corr. We | 19 αὐτοῖς περὶ We] τοῖς παρὰ ℵ | 20 ὄνομα] + τοῦ R | καὶ2] + τοῦ R | 21 καὶ] + τοῦ R | 26 εἰς We] ἐπ᾿ ℵ | 27 ὑπαρχ S, ὑπάρχην RV | δὲ] καὶ S1, corr.S2 | τῶν τὴν ℵ | 29 δὲ] δὴ ℵ, corr. Pr | 30 βασιS, βασιλείαν RV μαθαῖος ℵ. II Cord.] 8 πλυνεῖ We] πλυνῇ Cord.)
513
ἢ ἀπὸ τοῦ τόπου † ὅταν τῆς γῆς αὐτοῦ] ἢ τῆς οἰκουμένης αὐτὴν ἀπαγγείλωμεν.

Δηλοῦσιν αἱ λέξεις αὗται νόησιν τοιάνδε. τὸ ἅγιον πνεῦμα μόνοις σπουδαίοις ἐπιφοιτᾷ, τῶν φαύλων μακρὰν ὑπάρχον. οὐ τοπικῶς [[δὲ τοῦ μακρὰν καὶ τοῦ ἐγγὺς ἀκούειν δεῖ]], ἀλλ᾿ ὡς ἐνδέχεται περὶ ἀσωμάτων αὐτὰ νοεῖν. [[αἱ γὰρ τοιαῦται φωναί, καὶ περὶ θεοῦ πολλάκις ἀναγραφεῖσαι, οὐ τοπικὰς σημαίνουσι διαστάσεις]]. ἐπεὶ οὖν τῶν φαύλων ἀπαλλοτριούμενον τὸ πνεῦμα πληροῖ τοὺς πίστιν καὶ ἀρετὴν ἔχοντας, εἰκότως εἴρηται· »Τὸ πνεῦμα ὅπου θέλει πνεῖ«. σημαίνει δὲ τοῦτο καὶ ουσίαν εἰναι το πνευμα. οὐ γὰρ, ὡς τινες οἴονται, ἐνέργειά ἐστι θεοῦ, οὐκ ἔχον κατ᾿ αὐτοὺς ὑπάρξεως ἰδιότητα. καὶ ὁ ἀπόστολος δέ, ἀπαριθμησάμενος μησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν εὐθέως· »Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. »διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.« εἰ δὲ θέλει καὶ ἐνεργεῖ καὶ διαιρεῖ, οὐσία γοῦν ἐστὶν ἐνεργητική, ἀλλ᾿ οὐκ ἐνέργεια. ἀλλὰ καὶ τὸ »Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν« ἐν ταῖς Πράξεσιν εἰρημένον, οὐ μακράν ἐστι τοῦ θέλειν καὶ βούλεσθαι. πρὸς τούτοις καὶ λόγοι αὐτοῦ φέρονται ἐν ταῖς θείαις γραφαῖς, καὶ μάλιστα ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν· »Νηστευόντων γὰρ αὐτῶν καὶ λειτουρ- »γούντων τῷ κυρίῳ, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τόν τε Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς‘. καὶ ἔτι ἐν τῷ αὐτῷ βιβλίῳ· Προφήτης τις, Ἄγαβος ὄνομα αὐτῷ, φησί· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα οὑ ἐστὶν ἡ ζώνη »αὕτη οὕτω δήσουσι« καὶ τὰ ἑξῆς.]] πλὴν εἰ καὶ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, ὁ Νικόδημος οὐκ ἔχων αὐτὸ ἐν ἑαυτῷ, τῷ μὴ πεπιστευκέναι ὡς δεῖ τῷ Ἰησοῦ, μόνην τὴν φωνὴν αὐτοῦ ἀκούων, ο·ὐκ οἶδεν ποῦ ὑπάγει καὶ πόθεν ἔρχεται. μόνον δὲ τῆς φωνῆς αὐτοῦ ἀκούει ὁ ἐντυγχάνων ταῖς τοῦ πνεύματος γραφαῖς μετὰ τοῦ μὴ νοεῖν αὐτάς· [*](11 Joh. 3, 8. — Ι Kor. 12, 11. — 18 Act. 15, 28. — 21 Act. 13, 2. — 24 Act. 21, 10f. — 28 Vgl. Joh. 3, 8.) [*](XXXVI. ℵ] 1 ἢ1] καὶ ℵ, corr. Pr | Text korrupt | αὐτοῦ str. Br | 2 ἀπαγγεί- λομεν ℵ.) [*](XXXVII. Ι ℵ] 6 ὑπάρχων ℵ | δὲ — 7 δεῖ ℵ | 8 αὐτὰ < ℵ | αἱ — 9 διαστάσεις < ℵ | 10 ἀλλοτριούμενον ℵ | 12 δὲ] + καὶ ℵ | 13 ἔχων RV | 14 καὶ — 26 δήσουσι < ℵ | 28 τὸν Ἰησοῦν ℵ | 29 μόνος ℵ.) [*](II Ρ (Cord. p. 90)] 9 πολλάκις < Cord | 10 πληροῖ < Ρ | 15 εὐθὺς Cord | 16 ἑκάστῳ < Ρ | 17 γοῦν < Ρ | 23 προκέκλημαι Ρ | 26 οὕτω < Ρ | 28 τῷ] τὰ Ρ.)

514
παντὸς τοῦ προσέχοντος τῇ ἀναγνώσει καὶ ἐρευνῶντος τὰς γραφὰς ἐν τῷ νοεῖν αὐτὰς εἰδότος πόθεν ἔρχεται καὶ ποῦ λήγει ἡ ὁδὸς τοῦ πνεύματος, ἣν ἐπιπορεύεται διὰ τῆς τῶν θείων λογίων παιδεύσεως. τὴν γὰρ αἰτίαν εἰδώς τις δι᾿ ἣν τοῦ πνεύματος ἡ διδασκαλία ἀνθρώποις δέδοται, οἶδεν πόθεν ἔρχεται· ἀλλὰ καὶ τὸ οὑ ἕνεκεν καὶ ἐπὶ τίνι τέλει δέδοται αὕτη θεωρήσας οἶδεν ποῦ ὑπάγων καταπαύει.

Ζητῆσαί γε ἄξιον πῶς ὁ σωτὴρ ἐπίγεια εἶπεν εἰρηκέναι, περὶ βασιλείας θεοῦ καὶ τῆς ἄνωθεν γεννήσεως, καὶ περὶ τοῦ ἀπίου πνεύματος [[ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθῆναι διδάξας]]. οὐδὲν γὰρ τούτων ἐπίγειον ἀλλ’ ἕκαστον οὐράνιον. ῥηθείη δ’ ἂν πρὸς τοῦτο ὅτι οὐκ ὁ Ἰησοῦς· Εἰ τὰ γήϊνα εἶπον ὑμῖν, ἀλλὰ »Τὰ ἐπίγεια«· ἐπίγεια λέγων ἃ τοῖς ἐπὶ γῆς ἔτι διατρίβουσιν ἀνθρώποις δύναται ὑπάρξαι τε καὶ νοηθῆναι. οὐ γὰρ παρὰ τὴν ἑαυτῶν φύσιν ἐπίγεια ἀλλ᾿ ἐπουράνια ὄντα δωρεᾷ θεοῦ τοῖς ἀνθρώποις δέδοται. [[ὅτι δὲ τὰ τοῖς ἐπὶ ἀνθρώποις διδόμενα ἄνωθεν καὶ οὐράνιά ἐστιν ὁ Ἰάκωβος γράφει· »Πᾶσα δόσις ἀγαθὴ καὶ πάν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον »παρὰ τοῦ πατρὸς τῶν φώτων( τοῦτο δὲ εἶπεν παρὰ τοῦ σωτῆρος αὐτὸ μαθὼν εἰρηκότος· » Δώσει ὁ πατὴρ ἐξ οὐρανοῦ ἀγαθὰ τοῖς »αἰτοῦσιν αὐτόν.«]] εἶτα ἐπεὶ τῶν ἐκ θεοῦ χορηγουμένων τὰ μὲν οἷά τέ ἐστιν ὑπαχθῆναι τοῖς ἐκ μέρους γινώσκουσι, τὰ δὲ τοῖς ἐπὶ τελειότητα φθάσασιν ἐν τῷ μέλλοντι αἰῶνι, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται ἐλθόντος τοῦ τελείου, πάνυ ἁρμοδίως εἴρηται· Μῶς ἐὰν εἴπω »ὑμῖν τὰ ἐπουράνια πιστεύσετε«; ὅτι ὁ ἐκ μέρους μὴ πιστεύων οὐδὲ τοῖς τελείοις πιστεύσει.

[*](1 Vgl. 1 Tim. 4, 13; Joh. 5, 39. — 13 Joh. 3, 12. — 18 Jak. 1, 17. — 20 Matth. 7, 11. — 22 Vgl. I Kor. 13, 9 f. — 24 Joh. 3, 12.)[*](XXXVII. I ℵ] 2 λέγει ℵ, cf. II | 6 δίδοται R, cf. II | ὑπάγον.? We.)[*](II P Cord] 1 ἐρευνῶντος] περαίνοντος Ρ | 2 εἰδότας Ρ | 3 λόγων Ρ Cord | 4 γὰρ < Ρ | 6 δίδοται Ρ Cord | οἶδεν nach 5 ἔρχεται.)[*](XXXVIII. Ι ℵ (anonym)] 9 εἰρηκὼς ℵ, cf. II | 11 καὶ — διδάξας ℵ | 12 δ’ Ε; Pr] δὲ ℵ | 16 ὅτι — 21 αὐτόν < ℵ | 25 πιστεύσητε R | ὁ + Br.)[*](II Ρ (Cord p. 93; beide unter d. Namen d. Origenes)] (9 ζητῆσαι — 21 αὐτὸν) 9 γε < Ρ Cord | 10 γεννήσεως — 11 αὐτοῦ P | τοῦ ἁγίου < Cord | 12 ὁ < Ρ 15 ἑαυτοῦ Ρ | 16 δέδοται — 17 ἀνθρώποις < Ρ | 17 ὁ < Ρ | 20 μαθὸν Ρ.)
515

Προσετέτακτο δὲ τὸ τοῦ ὄφεως ὑπὸ τοῦ θεοῦ, ὅπως ἔχωσιν εἰδέναι οἱ ὑπὸ Μωϋσέως ἀγόμενοι ὅτι ὥσπερ ἀνῃροῦντο ὑπὸ τῶν ἰοβόλων θηρίων ἀπιστήσαντες θεῷ, τῷ τὴν γῆν αὐτοῖς ἐπαγγειλαμένῳ, οὕτως σωθήσονται ἀτενίζοντες τῷ ὑψωθέντι ὄφει διὰ τὸν προστάξαντα τοῦτο γενέσθαι θεόν. οὐ γὰρ ἡ τοῦ κατασκευάσματος φύσις ἀλλ’ ὁ ἐντειλάμενος αὐτοῖς τοῦτο γενέσθαι τῆς σωτηρίας αὐτοῖς τὴν αἰτίαν παρέσχεν. καὶ οἱ νοητοὶ δὲ ὄφεις θανάτω τοὺς ἀνθρώπους ὑπέβαλον δι᾿ ἁμαρτημάτων, τὸν ἐὸν αὐτοῖς τῆς ἰδίας πονηρίας ἐνιέντες. καὶ δὴ πολλοῦ τοῦ κατὰ τῶν ψυχῶν θανάτου γεγενημένου οὗτος δέ ἐστιν ὁ ἑπόμενος τῇ ἁμαρτίᾳ), παρακληθεὶς ὁ θεὸς ὑψωθῆναι τὸν ἑαυτοῦ υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες ἀπαλλάττωνται τῆς τῶν νοητῶν ὄφεων βλάβης καὶ ζωὴν αἰώνιον ἔχωσι. ζωὴ δὲ αἰώνιός ἐστιν οὐχ ἡ κοινὴ ἥτις καὶ ἑτέροις ζῴοις ὑπάρχει, ἀλλ᾿ ἡ ἐκ τῆς πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγινομένη.

Καὶ ἐκ τοῦ παρόντος ῥητοῦ ἐλέγξαι ἔστι τοὺς λέγοντας τὴν >υἱὸς< προσηγορίαν ἐπὶ μόνου τοῦ ἐκ Μαρίας κεῖσθαι, μὴ μὴν ἐπὶ θεοῦ λόγου. [[ἰδοὺ γὰρ καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐστὶν ὁ εἰς τὸν ἀποσταλείς. ἀπεστάλη δὲ εἰς τὸν κόσμον οὐ τὸ ἐκ τῆς παρθένου ληφθὲν (ἐνταῦθα γὰρ συνέστη ἐξ αὐτῆς τεχθέν), ἀλλὰ θεὸς λόγος ὢν αληθείᾳ καὶ φῶς ἀληθινόν. περὶ γὰρ τοῦ αὐτοῦ πρεσβείαν προσάγουσι τῷ θεῷ οἱ λέγοντες· »Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή- »θειάν σου«, καὶ πάλιν γέγραπται· »Ἐξαπέστειλεν ὁ θεὸς τὸν λόγον » αὐτοῦ καὶ ἰάσατο αὐτούς«.]]

[*](4 Vgl. Num. 21. — 25 Ps. 42, 3. — 26 Ps. 106, 20.)[*](XXXIX. I ℵ (unter d. Namen d. Apollinaris; doch scheint das Fragment d. Origenes zu ören, dem es II zuweist)] 8 τῆς — 9 παρέσχεν] τὴν σωτηρίαν παρεῖχεν ℵ, cf. II | 10 ἰδίας < ℵ, cf. ΙΙ | 11 πολλῶν ℵ, cf. ΙΙ | 16 ὑπάρχη RV2 τῆς1 < V | γινομένη V.)[*](II Ρ (Cord. p. 94)] 4 ὥσπερ < Ρ | 6 σωθῆναι δυνήσονται Ρ Cord | ἀτενίσαντες Ρ Cord | ὑψωθῆναι Ρ Cord | 8 αὐτοῖς1 < Cord | 10 ὑπερέβαλεν Ρ Cord | 11 δέ ἐστιν < Cord | 14 νοητῶν] πνευματικῶν Ρ | 15 οὐχὶ Ρ | ζωῆς Ρ, ζώαις | 16 τῆς1 < Ρ.)[*](XL. Ι ℵ] (19 καὶ — 21 λόγου).)[*](II Ρ (Cord. 98)] 19 καὶ < Ρ Cord | 21 καὶ ὁ < Cord | 24 τοῦ (doppelt geschr.) Ρ, < Cord | αὐτοῦ] + τούτου Cord.)
516