Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐρεῖ δέ τις μὴ πάνυ συνετῶς ἐννοεῖσθαι τὸ ἑρμηνευθὲν ὡς μ·ὴ ἐληλυθότος Ἰησοῦ κρῖναι νῦν τὸν κόσμον, παρατιθέμενος τὸ ἐπιφερόμενον ἑξῆς· »Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς »τὸν κόσμον«. καὶ ἐν αὐτῷ τούτῳ τῷ εὐαγγελίῳ Ἰησοῦς λέγει· »Εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθα«. λυτέον οὖν τὸ ἐπαπορηθέν. κἂν ἀμφότερα Ἰησοῦς ἐληλυθὼς ποιῇ , τό τε κρῖναι τὸν κόσμον καὶ τὸ σώζειν αὐτόν, ἀλλὰ θάτερον διὰ θάτερόν ἐστιν. εἰς κρίμα γὰρ ἐλήλυθεν εἰς τὸν κόσμον ἴνα σώσῃ αὐτόν (οὐ γὰρ σώζει ἵνα κρίνῃ), καὶ ὥσπερ ἰατρὸς πρὸς κάμνοντα ἔρχεται ἕνα ὑγιάσῃ αὐτόν. τοῦτο γὰρ τέλος τῆς τοῦ ἰατροῦ ἀφίξεως, κἂν ἄλλα τινὰ γίνηται, οἶον τομὴ ἢ καῦσις. οὐ γὰρ προηγουμένως ἐπὶ τῷ τεμεῖν * * ἡ ἀλλ᾿ ἐπὶ τῷ ὑγιάσαι. ἐξῆς ἐπὶ τούτοις τὸ »Ὁ πιστεύων εἰς αὐτὸν »οὐ κρίνεται«. ὁ γὰρ διὰ πίστεως ἐπὶ τὴν τελείαν σωτηρίαν φθάσας οὐχ υποκειται κρίσει. ο μέντοι μη πιστευσας αυτοκατακριτος ων ἤδη κέκριται.

Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν. οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Εἰ γὰρ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἶχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι οἱ μὴ πράξαντες αὐτά, [[ ὡς ἂν οἱ τὰς κακίας ἐνεργοῦντες τόπον ἀπολογίας εἶχον, φάσκοντες μὴ ἐγνωκέναι αὐτὰ ὄντα κακά]]. ἀλλ’ ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης πεπλανημένης ἀπολογίας φυγαδευομένης κρίσις ἔσται ἐξεταστικὴ τῶν πράξεων καὶ τοῦ φρονήματος [ἐξ] ἑκάστου· ὡς ἀποδεχθῶναι [*](5 Joh. 3, 19. — 7 Joh. 9, 39. — 14 Joh. 3, 18. — 16 Vgl. Tit. 3, 11. — 20 Joh. 3, 19.) [*](XLI. I x] 6 τῷ] τὸ RV | 7 λεκτέον R | 8 ἀμφότε ℵ, corr. Br | 13 Ε; + Br | προηγουμένους V | Die ücke erg. Br ἡ τομὴ ἢ ἐπὶ τῷ καῦσαι..) [*](XLII. Ι ℵ] 22 ἐξεληλύθη S? V, ἐξεληλύθει R | 23 ὡς — 25 κακά < ℵ, cf.) [*](II ABBREV (Cord. p. 99 anonym)] 20 αὕτη — 22 φῶς < ABBREV Cord | 22 γὰρ < ABBREV Cord τὸ φῶς nach ἐληλύθει ABBREV Cord | 23 οἱ vor 24 ἐνεργοῦντες Ρ | 26 πεπλασμένης Ρ Cord | 27 πρακταίων Ρ, πρακτέων Cord | ἐξ < Μ | ὡς < ?? Cord.)

517
βασιλείας θεοῦ τυχεῖν τοὺς τὸ φῶς ἀγαπήσαντας, ἐκ τῆς πρὸς αὐτὸ ἀγαπήσεως φῶς καὶ αὐτοὺς γεγενημένους δι’ εἴργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς ὡς μισῆσαι τὸ σκότος τοῦτο δέ ἐστιν ἡ κακία καὶ ἡ ἀσέβεια), τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον θεὸν κολάσεων αἰωνίων πειρασθῆναι· ἐπείπερ σπουδάζοντες ἔχειν ἔργα πονηρὰ ἐμίσησαν τὸ φῶς, διὰ φανερώσεως ἐλέγχον αὐτῶν τὰ φαῦλα ἔργα· »Πᾶς γὰρ ὁ φαῦλα πράσσων μιμεῖ »τὸ φῶς«, οὐδ’ ὅλως προσελθεῖν αὐτῷ βουλόμενος, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ ὄντα πονηρά, κρύπτειν αὐτὰ βουλόμενος ἵνα μὴ παρ’ ἄλλους καταγνωσθῇ· ἀλλ’ εἰ καὶ οὗτος μισεῖ τὸ φῶς, ἀλλ᾿ οὖν ὁ τῆς ἀληθείας ἐργάτης ἔρχεται πρὸς τὸ φῶς, φανερωθῆναι θέλων τὰ ἔργα ἃ ποιεῖ ὅτι ἐν θεῷ ἐστιν ἐπιτελούμενα. καλῶς εἶπεν· »Ὁ »τὰ φαῦλα πράσσων« καὶ »Ὁ ποιῶν τὴν ἀλήθειαν«, οὔτε Ὁ Ὁ ποιήσας ἀποστῆναι μὲν τῆς κακίας † ἰδεῖν δὲ πρὸς τὸ καλόν· καὶ τὸν τῇ ἀληθείᾳ χαίρειν ἐπαγγελλόμενον νεῦσαί ποτε πρὸς τὸ χεῖρον. διὸ εἶπε τὸ »Πράσσων« καὶ τὸ »Ποιῶν«. οὔτε γὰρ ἔνεστι περὶ τὴν κακίαν διακείμενον χαίρειν τῷ καλῷ, καὶ ὁ τῆς ἀληθείας ἐραστὴς πάντως ἐστὶ τῶν καλῶν ἐπιθυμητής.]] τὸ δὲ ἔρχεσθαι καὶ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς οὐ τοπικῶς ἀλλ’ ἐνεργητικῶς ἐκλαβεῖν δεῖ, ἐρχομένου πρὸς αὐτὸ παντὸς τοῦ κατ᾿ ἀρετὴν πράττοντος. ὁ γὰρ φαῦλος, ἐνεργῶν τὴν κακίαν, παραιτεῖται φωτὶ συνεῖναι· ἀσυνύπαρκτα γὰρ τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ φῶς καὶ τὸ σκότος· [[ταὐτὸν δὲ ἐν τούτοις φῶς καὶ τὸ ἀγαθόν, τὸ σκότος καὶ τὸ κακόν]]. ἀλλ᾿ ἐπεὶ οἱ ἀπὸ τῶν αἱρέσεων οἴονται φύσει τινὰς εἶναι ἐν σκότει καὶ ἀγαπᾶν αὐτό, ἐπίστησον τοῖς εἰρημένοις ὅτι αὐτῶν ἕκαστος προαιρέσει έν σκότει ἐστὶ καὶ ἀγαπᾷ αὐτό· »Ἠγάπήσαν, γάρ φησιν, οἱ ἄνθρωποι † τὸ » σκότος μᾶλλον ἢ τὸ φῶς«, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. οὐ γὰρ διὰ τὸ σκότος εἶναι πονηρὰ ἔχουσιν ἔργα· ἀλλ᾿ ὅτι πονηρὰ ἔχουσιν [*](7 Joh. 3, 20. — 13 Job. 3, 21. — 27 Joh. 3, 19.) [*](XLII. Ι ℵ] 1 βασιλείαν RV | 3 ὡς + We | 5 πειρασθήσεσθαι ℵ, corr. 7 ἐλέγχων ℵ | 10 καταγνώσεως ᾖ ℵ, corr. We | 12 καλοῖς — 19 ἐπιθυμητής < ℵ, cf. II | 23 ταὐτὸν — 24 κακὸν < ℵ, cf. II | 25 φύ S1, φύσειν S2V, φύσιν R τινα ℵ | 27 φησιν < ℵ | μᾶλλον τὸ σκότος las wohl Orig.; vgl. S. 518, 7.) [*](II ABBREV Cord.] 1 ἀγαπήσαντας τὸ φῶς ABBREV Cord | ὡς ἐκ ABBREV Cord | ταύτης τῆς Μ | 2 ἀγάπης ABBREV Cord | 4 ἡ < Μ | 5 πειραθήσεσθαι Μ | 7 ἔργα < Ρ Cord — 12 ἐπιτελούμενα < Μ | πᾶς — 19 ἐπιθυμητής < Ρ Cord | 19 δὲ < 20 ἐκλαμβάνειν Cord | ἐρχόμενος Ρ | 21 αὐτὸν Μ | καθ’ αἱρετήν Ρ | 23 τούτοις] + καὶ Ρ ] 25 τινα Μ, cf. ℵ | 26 ἐπίστησον — 27 αὐτὸ < Μ | ὅτι] ὡς παρ’ Cord | μᾶλλον vor τὸ σκότος Ρ, < M.)
518
ἔργα, τὸ σκότος ἀγαπῶσι. καὶ πάλιν οὐ τῷ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς φαῦλα πράττουσιν· ἀλλὰ τῷ φαῦλα πράττειν οὐκ ἔρχονται πρὸς τὸ φῶς. [[ἐφ᾿ ἡμῖν δὲ τὸ πράττειν τὰ φαῦλα ἢ τὸ φῶς καὶ ποιεῖν τὴν ἀλήθειαν.]]

[[Ἐπειδὴ γέγραπται· »Ἠγάπησαν μᾶλλον οἱ ἄνθρωποι τὸ »ὴ τὸ φῶς« ζητητέον εἰ ἀμφότερα ἀγαπήσαντες μᾶλλον τὸ σκότος ἠγάπησαν, ἡττον δὲ τὸ φῶς· ὃ καὶ δοκεῖ χώραν ἔχειν ἐπὶ τῶν μήτε ἄγαν φαύλων ἀνθρώπων μήτε κατὰ τὴν ἀρετὴν τελείων. νομίζω δὲ μὴ τοῦτο δηλούσθαι, τὸ ἀμφότερα αὐτοὺς ἀγαπῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν, ἢ μᾶλλον τὸ φῶς ἀγαπᾶν, ἁλλὰ τοιαύτην εἶναι τὴν διάνοιαν· α'ὐτεξούσιοι ὄντες οἱ ἄνθρωποι, τῷ προαίρεσιν ἐλευθέραν ἔχειν, ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν ἀνάπαλιν πεποιήκασιν οἱ ἔχοντες ἔργα πονηρά, ὡς τὸ σκότος ἀγαπῆσαι, μηδαῶς μῶς δὲ τὸ φῶς. συγκριτικῶς δὲ ἀκούειν οὐ χρὴ τοῦ πλεῖον ἠγαπηκέναι αὐτοὺς τὸ σκότος ὑπὲρ τὸ φῶς· οὐδ᾿ ὅλως γὰρ αὐτὸ ἠγάπησαν, μισήσαντες αὐτό. καὶ ὅτι αὕτη ἡ νόησις ὀρθῶς ἔχει ἐξ αὐτοῦ τοῦ προκειμένου παρίσταται. διὰ τοῦτο γὰρ αὐτοὺς ἠγαπηκέναι τὸ σκότος λέγει ἢ τὸ φῶς ἐπείπερ φαῦλα πράσσοντες μισοῦσι τὸ φῶς. εἰ δὲ μισοῦσιν αὐτό, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. εἰς τοῦτο λήψει καὶ τὸ γραφόμενον ὑπὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων, ὡς εἶεν »φιλήδονοι μᾶλλον ἢ φιλόθεοι«. καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει δηλοῦται ὅτι μόνην τὴν ἡδονὴν ἀλλ' οὐ θεὸν φιλοῦντες μᾶλλον φιλήδονοι ἢ φιλόθεοι εἴρηνται. καὶ ἐν Ψαλμοῖς δὲ περὶ φαύλου τινὸς γέγραπται· »Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην«. οὐ γὰρ ἀμφότερα ἀγαπῶν μᾶλλον τὴν κακίαν ἠγάπησεν.]]

[*](1 Vgl. Joh. 3, 20. — 7 Joh. 3, 19. — 20 Vgl. Joh. 3, 20. — 23 Vgl. II Tim. 3, 4. — 26 Ps. 51, 5.)[*](XLII. I ℵ] 3 ἐφ’ — 4 ἀλήθειαν < ??.)[*](II ABBREV Cord.] 2 πράττουσι φαῦλα Μ | 3 ἐφ’ — 4 ἀλήθειαν Ρ Cord.)[*](XLIII. fehlt in Ι; in II Ρ (Cord. p. 100) an das vorbergebende ück mit τοῦ αὐτοῦ angeschlossen; fraglich ob von Origenes] 7 οἱ ἄνθρωποι μᾶλλον Cord; P = 1 vgl. o. S. 517, 27 | 9 καὶ] δὲ Cord | 11 τὸ] τὰ Ρ | μᾶλλον] + δὲ Ρ | 12 ἀγαπᾶν1] ἀγαπῶντας Ρ | ἢ — ἀγαπᾶν < Cord | 13 τῷ] τὸ P1, corr. P3 | 16 οὐ συγκριτικῶς ἀ. δεῖ Cord | 17 ὑπὲρ — 20 σκότος < Ρ | 22 λήψεις Ρ Cord, corr. AVe | 27 + δὲ P3.)
519

Εὐγνωμόνως δεῖ ἀκούειν τὸ » Πάντες ἔρχονται πρὸς αὐτόν« ἀντὶ τοῦ , καὶ τὸ »Οὐ δύναται ἄνθρωπος ἀφ᾿ ἑαυτοῦ λαμ- »βάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδόμενον ἐκ τοῦ οὐρανοῦ‘· τουτέστιν Οὐ δύναται ἄνθρωπος ἔχειν τι χάρισμα θεῖον, ἐὰν μὴ ᾖ δοθὲν αὐτῷ ἐκ τοῦ οὐρανοῦ. δίδοται δὲ τὰ ἐκ θεοῦ χαρίσματα τοῖς πίστει καὶ ἀρετῇ πρὸς τὸ λαβεῖν αὐτὰ παρεσκευασμένοις. μάθετε τοίνυν ὡς κἂν ἐγὼ λαβὼν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχω τὸ βαπτίζειν δι᾿ ὕδατος εἰς μετάνοιαν, πολὺ ἀπολείπομαι τοῦ δεδωκότος μοι αὐτό. καὶ ὅτι οὐ νῦν ἀλλὰ πρότερον ταῦτα λέγω, ἡμᾶς ἔχω μάρτυρας ὡν εἶπον τοῖς ἐρωτήσασιν εἰ ἐγώ εἰμι ὁ χριστός. παρῆτε γὰρ λέοντός μου ὡς τοῦ χριστοῦ πρόδρομός εἰμι, καὶ οὐκ αὐτὸς ὁ χριστός. μὴ προσκοπτέτω δέ τις ὡς οὐκ ὀρθῶς εἰρημένῳ τῷ »Οὐ δύναται ἄνθρωπος λαμβάνειν »οὐδέν«.

Ἡ λογικὴ οὐσία, ἧς μέρος ἐστὶ καὶ ἡ ἀνθρώπου ψυχή, ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική , εἰ καὶ δεκτική ἐστι τούτων. αὕτη τοιγαροῦν γυναικὸς τρόπῳ ἐξ ἄλλου γεννᾶν πέφυκεν ἃς δύναται τίκτειν ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. διὸ νύμφην αὐτὴν ἐρῶ, οὐ τοῦ τυχόντος ἀλλὰ μόνου τοῦ σπορέως τῶν ἀγαθῶν. οὐκ ἄλλος δ᾿ ἐστὶ τοῦ Ἰησοῦ, οὑ εἰρήκατε βαπτίζειν, ὑπ᾿ ἐμοῦ με μεμαρτυρημένου, πρὸς ὃν ἔρχεσθαι πάντας φατέ. εἰ θέλετε οὖν καὶ ὑμεῖς ἀγαθὰ τεκεῖν, πρὸς αὐτὸν ἀπέλθετε. μέρος γὰρ τῆς νύμφης ἐστέ, [*](3 Joh. 3, 26. — 4 Joh. 3, 27. — 13 Vgl. Joh. 1, 20f. — 14 Joh. 3, 27. — 23 Vgl. Joh. 3, 26.) [*](XLIV. I ℵ] 7 ἐκ] + τοῦ V | 8 καὶ ℵ, corr. Br | 9 βάπτισμα S1 | 11 ἀλλὰ < ℵ, cf. II | αὐτὰ RV.) [*](II ABBREV (Cord. p. 105)] 3 τοῦ Μ | 4 καὶ — 5 τουτέστιν < Cord | λαμβάνειν hinter [ἄνθρωπος] Μ | 5 ἐὰν εἰ ΑΒΒREV | δεδομένον] + αὐτῷ ΑΒΒREV | 6 τι < Μ | Cord | 6 δεδομένον Μ | 7 δέδοται Μ | 8 καὶ ABBREV | 9 υἱοῦ — ἔχω] Ἰησοῦ [aus υἱοῦ corr.) Ρ | υἱοῦ τοῦ Μ | 11 ἀλλὰ < Ρ Cord | λέγων Ρ | ἐρωτῶσιν ABBREV | 13 μὴ — οὐδὲν < ABBREV Cord.) [*](XLV. Ι ℵ] 19 εἰ] ἡ SV | 21 αὐτὴν We, < ℵ, cf. ΙΙ | 33 ὃν? We | 24 ἡμεῖς II ABBREV (Cord. p. 107)] (18 ἡ — 520, 22 ὦσιν Μ Cord; — 520, 27 ἐμοῦ Ρ) | 24 εἰ — ὑμεῖς] ἐπεὶ οὖν [+ τῶν Ρ Cord] πάντων καὶ ὑμεῖς ABBREV Cord.)

520
ὄντες τῆς οὐσίας τῶν λογικῶν. πλὴν εἰ καὶ νυμφίος ἐκεῖνος, ἀλλ’ ἐγὼ φίλος ὑπάρχων αὐτοῦ, ὑπηρέτης ὢν τοῦ βουλήματος αὐτοῦ, οὓς παιδεύω αὐτῷ παραστῆσαι σκοπὸν ἔχω. κἂν τοίνυν γεγόνατέ μου μαθηταί, οὐκ εἰμὶ ὁ νυμφίος, τουτέστιν οὐχ ὁ τέλειος διδάσκαλος. διὸ καὶ ὑμῖν παραινῶ ὤχραν ἔχουσι συναρμοσθῆναι τῷ τελείῳ διδασκάλῳ πρὸς ἐκεῖνον γενέσθαι. ὡς καὶ ἐγὼ αὐτὸς ἀκροατὴς αὐτοῦ εὔχομαι εἲναι· χαίρω γὰρ ἀκούων τῆς φωνῆς αὐτοῦ. διὸ καὶ χαρὰ ἐστιν ἡμετέρα ὅταν οἱ παρ᾿ ἐμοὶ φοιτήσαντες πρότερον τοσαύτην νοητικὴν ἕξιν ἀναλάβωσιν ὡς χωρεῖν τὴν παρ᾿ ἐκείνου διδασκομένην τοῖς ἀξίοις σοφίαν. ἴστε γὰρ ἐκεῖνον ἄνωθεν ἐρχόμενον ἐπάνω πάντων εἶναι βασιλέα τε καὶ παντοκράτορα τυγχάνοντα. εἰ δὲ πάντων ἐπάνω ἐστίν , δῆλον ὅτι καὶ αὐτοῦ ἐμοῦ· ὅθεν αὐξάνειν ἐκεῖνον προσήκει, ἐμὲ δὲ ἐλαττοῦσθαι. εἰς ταύτην τὴν διάνοιαν ληπτέα καὶ τὰ Παύλῳ Κορινθίοις γραφέντα, σύνταξιν ἔχοντα τοιαύτην· »Ἡρμοσάμην ὑμᾶς »ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ«, νύμφην λέγων τὴν ὅλην ἐκκλησίαν, τυγχάνουσαν ἁγνὴν παρθένον διὰ τὴν τῶν δογμάτων καὶ ἠθῶν ὀρθότητα. καί ἑτέρᾳ δὲ ἐκκλησίᾳ γράφων ὁ αὐτὸς ἀπόστολος μνημονεύσας τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς ἐπιφέρει· Τὸ »μυστήριον τοῦτο μέγα ἐστιν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ τὴν ἐκ- »κλησίαν«, ἕνα ὡς ἐκεῖνοι γονεῖς ἐγένοντο πάντων ἀνθρώπων, οὕτως ὁ χριστὸς καὶ ἡ ἐκκλησία πάντων τῶν ἀγαθῶν ἔργων, νοημάτων τε καὶ λόγων, γεννήτορες ὦσιν.]] τοῦ τοίνυν ἑρμηνευομένου νυμφίου φίλος ἐστὶν ὁ Ἰωάννης, ἑστηκὼς παρ᾿ αὐτῷ βεβαίᾳ συγκαταθέσει τῷ παγίαν ἔχειν εἰς αὐτὸν τὴν πίστιν, καὶ οὕτως ἑστηκὼς χαρᾷ χαίρει διὰ τὴν τοῦ νυμφίου λαλἰάν. ὅθεν ἑξῆς ἐπιφέρει τὸ »Αὕτη οὐν ἡ »ἐμὴ χαρὰ πεπλήρωται« πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων. ἐλήλυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι᾿ ἐμοῦ· ὅθεν ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. καὶ τοῦτο δὲ φρονί- [*](10 Vgl. Joh. 3, 31. — 12 Vgl. Job. 3, 30. — 14 II Kor. 11, 2. — 18 Eph. 5, 32. — 25 Joh. 3, 29. — 26 Vgl. Joh. 1, 7. — 28 Joh. 3, 30.) [*](XLV. ℵ] 6 καὶ S3] δὲ S1RV | αὐτὸς|αὐτὰς ℵ | 9 χαίρειν ℵ, corr. Br | 11 τε] τὸ S1 | 13 εἰς — 22 ὦσιν < ℵ, cf. II | 26 ἐλήλυθ S, ἐλήλυθεν RV | 28 ὅθ᾿ II ABBREV Cord.] 1 ὄντως P | 3 παιδεύω] σπεύδω ABBREV | 4 οὐχ < Cord | 6 Ρ | ὡς δὲ] ἔρωτα δὲ ὑμῖν τῆς ἐκείνου κοινωνίας ἐμποιῶν λέγω ὡς καὶ ΑΒBREV Cord | αὐτὸς ἐγὼ ABBREV Cord | 7 χαίρων γ. ἀκούω Ρ | 8 νοητὴν Cord | 9 ἀναλαμβάνωσιν ABBREV | χαίρειν ABBREV Cord | τῆ Μ, τὴ ν ausr.) Ρ | δεδομένη Μ διδομένη ν ausr.) Ρ | 10 σοφία Μ | εἶναι < ABBREV Cord | 11 βασιλέα τε] μάλιστα Μ | 13 ληπτέον Μ | 15 λέγων] ἔχων Μ | 16 ὅλην < Μ | 18 τοῦ[ τὸν Ρ, < Μ | 22 ὠσιν expl. Μ Cord | τοῦ — < Ρ | 27 γὰρ < Ρ | ἐμοῦ] expi. P.)
521
μως ἐπιστῆσαι δεῖ οὐ γὰρ προσλαβάνων τι αὐξάνει ὁ σωτήρ, οὐδὲ ἀποβάλλων τι ὁ Ἰωάννης ἐλαττοῦται, μένει γὰρ ὁ αὐτὸς ἑκάτερος. νοεῖται δὲ τὸ λεγόμενον οὕτως· ὁ ἑωσφόρος πρὸ τοῦ ἡλίου ἀνατέλλων ἐπὶ τῷ συνεθίσαι τὰς ὄψεις προσβάλλειν καὶ μείζονι φωτὶ μέγεθος ἔχει ὡρισμένον. οὑτος μείζων φαίνεται τοῦ ἡλίου πρώτῃ ὄψεως προσβολῇ· κατ’ ὀλίγον δὲ τοῦ ἡλίου φανερουμένου ὁ ἑωσφόρος ἐλαττοῦται, οὐκ ἀποβάλλων τι τοῦ ἰδίου μεγέθους, ἀλλὰ συγκρινόμενος τῷ ἡλιακῷ φωτὶ φανερωθέντι. οὕτως καὶ Ἰωάννης μέγας τις ὑπάρχει πληρότητι ἁγιότητος. ἦλθεν ὁ Ἰησοῦς ὀπίσω αὐτοῦ κατὰ τὰ προειρημένα, ἐβαπτίσθη, ἐμαρτυρήθη ὑπ᾿ αὐτοῦ. μετὰ τὴν περὶ τούτων οἰκονομίαν ἀναδειχθείσης τῆς Ἰησοῦ θεότητος, ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης ἀποδέδεικται.

Εἰ γὰρ ἄνωθεν καὶ ἐκ πατρὸς ἔρχεται ὡς παντοκράτωρ, δῆλον ὅτι ἐπάνω πάντων ἐστίν. οἱ δὲ ὑλικὸν φρόνημα ἔχοντες τὴν εἰκόνα φοροῦσι τοῦ χοϊκοῦ, οἳ καὶ ἐκ τῆς γῆς λαλοῦσι. διὸ καὶ εἴ ποτε διδασκαλίαν ἐπαγγέλλονται, σοφίαν ἔχουσιν ἣν Ἰάκωβος γράφει, ἐπίγειον, ψυχικήν, δαιμονιώδη. περὶ τῶν τοιούτων καὶ Ἡσαίας γράφει, ὡς ὄντων ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς φωνούντων· τοῦ ἄνωθεν ἐρχομένου θεοῦ λόγου ἐπάνω πάντων ὑπάρχοντος καὶ λαλοῦντος ἃ ἑώρακεν καὶ ἤκουσεν. ἀλλὰ καὶ οἱ προφῆται, ἔχοντες τὸν ἄνωθεν ἐρχόμενον πρὸς αὐτοὺς λόγον, ἃ εἶδον διανοίᾳ καὶ ἤκουσαν τοῖς ὠσὶ τοῦ ἴσω ἀνθρώπου λαλοῦσιν οὐράνια καὶ θεϊκά. ἕκαστος γὰρ αὐτῶν ἐρεῖ· »Τάδε λέγει Κύριος‘· καὶ »Ἐγένετο λόγος Κυρίου πρός με«, λέγων. φανερώτερον περὶ τούτου φησὶν ὁ Σολομὼν ε3ἰπών· »Οἱ ἐμοὶ λόγοι »εἴρηνται ὑπὸ θεοῦ.« διὸ γέγραπται· » Πολυμερῶς καὶ πολυτρόπως »πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχά- »του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν τυγχά- »νουσιν, ἐν υἱῷ «.]] ἀμέλει γοῦν ἃ ἑώρακε καὶ ἤκουσε ταῦτα διδακτι- [*](3 Vgl. Jes. 14, 12. — 9 Vgl. Joh. 1, 15. — 15 Vgl. Job. 3, 31. — 17 Vgl.) [*](I Kor. 15. 49. — 18 Vgl. Jak. 3, 15. — 19 Vgl. Jes. S, 19. — 22 Vgl. Joh. 3, .32. — 3 Vgl. Eph. 3, 16. — 26 Prov. 24, 69 (30, 1). — 27 Hebr. 1, 1 f.) [*](XLV. I ℵ] G δὲ] καὶ Si.) [*](XLVI. I ℵ] 16 φρόνιμα ℵ, cf. II | καὶ — 30 υἱῷ < ℵ, cf.) [*](II Ρ (Cord. p. 110)] 16 in Ρ beginnt mit οἱ ein neues Fragm., das mit τοῦ αὐτοῦ an d. vorhergehende angeschlossen ist | τὴν] + αὐτοῦ Ρ | 17 τοῦ χοικοῦ φοροῦσι Ρ Cord | οἳ — λαλοῦσι < Ρ Cord | 18 ἐπίγειον — 19 γράφει < P.)

522
κῶς τοῖς ἀνθρώποις ἐλάλει. ταῦτα δὲ ἐφαρμόζει τῇ οἰκονομίᾳ· περὶ γὰρ τῆς θεότητος ταῦτα οὐκ ἀκόλουθον ἐκλαμβάνειν.

Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· καίτοι πολλῶν εἰληφότων τὴν μαρτυρίαν αὐτοῦ, [[ὡς αὐτὸς πάλιν ὁ Ἰωάννης ἐπιφέρει, φάσκων· »Ὁ λαβὼν τὴν αὐτοῦ μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀλη- »θής ἐστι«.]] πῶς δὲ οἶόν τε εἶναι ἀληθές, λαμβανόντων αύτοῦ τὴν μαρτυρίαν τινῶν, τὸ Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει«; λυτέον οὖν τὸ ἠπορημένον οὕτως· Ἰησοῦς, ἄνωθεν ἐληλυθὼς λαλῶν τε ἃ ἤκουσε καὶ εἶδεν, ὑψηλοτάτην καὶ πάνυ μεγάλην τὴν μαρτυρίαν λέγει περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ· καὶ οὐδεὶς λαμβάνει ταύτην τὴν μαρτυρίαν ὡς αὐτὸς αὐτὴν λέγει, τῷ τοὺς ἀκροατὰς ἀρχὴν τοῦ λαμβάνειν ἔχοντας πολὺ ἀπολείπεσθαι τοῦ μεγέθους τῆς μαρτυρίας. ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως, ἀλλ᾿ οὐν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερχομένους τῇ πίστει. ὅθεν οὐ μάχεται τὸ »Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν« τῷ μηδένα αὐτὴν εἰληφέναι, τῷ ἑτέρως μὲν μὴ λαμβάνεσθαι αὐτήν, * * * οἳ καὶ ἐκ τοῦ εἰληφέναι τὴν Ἰησοῦ μαρτυρίαν σφραγίζουσι καταθέσει βεβαίᾳ τὸν θεὸν ἀληθῆ εἶναι, μαθόντες ὅτι ὁ παρ’ αὐτοῦ ἀποσταλεὶς τοῦ θεοῦ τὰ ῥήματα λαλεῖ· ἐπείπερ οὐκ ἐστὶν ἐκ τῆς γῆς, οὐδὲ ἐκ ταύτης φθέγγεται. οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα ὁ θεός.]]

[*](5 Joh. 3, 32. — 7 Joh. 3, 33. — 10 Vgl. Joh. 3, 31 f. — 17 Joh. 3, 33. — 21 Vgl. Joh. 3, 34.)[*](XL VI. I ℵ] 2 ἀκόλουθα ℵ.)[*](II Ρ Cord.] 1 τοῖς ἀ. διδακτικῶς Ρ Cord | 3 ἐκλαβεῖν Ρ, ἐκλαμβάνε- ται Cord.)[*](XLVII. Ι ℵ] 8 ἀληθ S, ἀληθῆ RV | 10 λεκτέον R | 11 ὑψηλοτάτων S1 | μεγάλων S1 | 19 ücke bez. We | 20 ὁ + Br.)[*](II ABBREV (Cord. p. 112)] 5 καὶ — λαμβάνει < Μ | 7 ἐσφράγισεν < Ρ | ὅτι τὸν θεὸν Μ, < Ρ | ἀληθῆ εἶναι Μ, ἀληθὲς εἶναι Ρ | 8 πῶς — 9 τινων] πῶς οἷόν τε λαμβανόντων τινῶν αὐτοῦ τὴν λ. αὐτοῦ τινῶν τὴν Ρ] μαρτυρίαν ἀληθὲς εἰναι Μ (P) Cord | 9 αὐτοῦ μαρτυρίαν Μ | αὐτοῦ — 13 μαρτυρίαν < Ρ | 10 12 λαμβάνει < Μ Cord | [13 λέγειν Ρ | τῷ] τὸ ΑΒΒREV | τῷ — 14 ἔχοντας] οὐδεὶς ἀκροατῶν ὁλόκληρον λαμβάνει διὰ τὸ Cord | 15 ἐστι < ABBREV | οὕτως vor τὴν ABBREV Cord 16 αὐτὴν λαβεῖν ABBREV Cord | ἄρτι] + τῇ πίστει (aus Ζ. 17) ABBREV Cord | 17 ὁ — 18 αὐ- τὴν < Ρ | τὴν μαρτυρίαν αὐτοῦ Μ | 18 αὐτῆς Cord | τις εἰληφέναι Ρ | τῶν ἑτέρων Cord | λαμβανόντων Cord | 19 Ἰησοῖ· < ABBREV Cord | 22 οὐδὲν Ρ | 23 ὁ θεός < ??.)
523

Εἰ γὰρ καὶ ἄνδρες σοφοὶ θεὸν ἐσχηκότες ἐλάλησαν τὰ τοῦ θεοῦ ῥήματα, ἀλλ’ οὖν ἐκ μέρους εἶχον τὸ πνεῦμα τοῦ θεοῦ λέγοντος· »Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα«. ὁ δέ γε σωτὴρ ἀποσταλεὶς ἐπὶ τῷ τὰ ῥήματα τοῦ θεοῦ λαλεῖν οὐκ ἐκ μέρους δίδωσι τὸ πνεῦμα. οὐ γὰρ λαβὼν αὐτὸς ἑτέροις παρέχει, ἀλλ᾿ ἀποσταλεὶς ἄνωθεν καὶ ἐπάνω πάντων ὑπάρχων δίδωσιν αὐτό, τυγχάνων αὐτοῦ πηγή. ἑρμηνεύσομεν δὲ καὶ ἑτέρως τὸ »Τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς »λαμβάνει«. ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυρούσας περὶ Χριστοῦ. οὐδεὶς τῶν ἀνεξετάστως ἐντυγχανόντων ταῖς γραφαῖς ἰουδαίων ἐλάμβανε τὴν [ περὶ αὐτοῦ] μαρτυρίαν· μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν· »Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ »οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν« λαμβάνοντος τὴν περὶ μαρτυρίαν καὶ σφραγίζοντος ὅτι ὁ θεὸς ἀληθής ἐστιν, προεπαγγειλάμενος τὸ εὐαγγέλιον διὰ τῶν προφητῶν. φέρεται δὲ καὶ ἐν ἑτέροις ἀντιγράφοις· »Οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα« σημαινούσης καὶ ταύτης τῆς γραφῆς μὴ μέτροις 〈προσ〉έχειν τὸν ἀποσταλέντα, ὥστε πεφεισμένως καὶ ἐκ μέρους παρέχειν καὶ εὐαριθμήτοις τισίν, ἀλλὰ δαψιλῶς καὶ πλουσίως πᾶσι τοῖς εὑρισκομένοις τοῦ λαβεῖν ἀξίοις.

Ἐπειδὴ οἱ διὰ πάντων τὸν ἑαυτῶν νοῦν διαστρέφοντες αἱρετικοί, διαιροῦντες τὴν θεότητα καὶ διὰ τοῦτο τὴν παλαιὰν γραφὴν ἑτέρου λέγοντες θεοῦ καὶ ἑτέρου τὴν καινὴν διαθήκην τιθέντες, [*](5 Joel 2, 28. (3, 1). — 6 Vgl. Joh. 3, 34. — 7 Vgl. Joh. 3, 31. — 9 Joh. 3, 32. — 10 Vgl. Joh. 5, 39. — 13 Joh. 1, 45. — 14 Vgl. Joh. 3, 32f. — 15 Vgl. Rom. 1, 2 f. — 23 Vgl. Susann. 9.) [*](XLVIII. I ℵ] 7 παρέχων ℵ, corr. We | 10 αὐτὰς < ℵ | 12 περὶ] παρ’? We 13 τοῦ < ℵ | καὶ < S1 | 14 εὑρήκασιν ℵ | 15 ὁ] ἵν S1 | 17 die notierte findet sich in U | οὐ γὰρ] οὐκ S1 | 18 ἔχειν ℵ, corr. We.) [*](II Ρ (Cord. p. 112; Cramer p. 213)] (10 ἐπεὶ — 16 προφητῶν αὐτοῦ) Ρ Cr, ἐπεὶ — 15 ἐστὶν Cord) | 11 Χριστοῦ] + οὐκ ἠρεύνων δὲ αὐτὰς οἱ + Ρ Cord] ἰουδαῖοι ὡς δεῖ Ρ Cord Cr | ἐντυγχανόντων nach 12 γραφαῖς Ρ Cord Cr | 12 Ἰουδαίων < Ρ Cord | αὐτῶν Ρ | καὶ παντὸς] ἐκ πάντων Cord | 13 Μωυσῆς Ρ Cord Cr.) [*](XLIX. Ι ℵ] 23 ἐπειδὴ] + δὲ ℵ | αὐτῶν νοῦν R | διατρέφοντες R | τίθενται ℵ, corr. We.) [*](II Ρ (Cord. p. 111)] (beide vor Nr. LX VIII) 25 καὶ — 524, 2 Χριστοῦ] καὶ τὴν γραφὴν ἑτέρου λέγοντες θεοῦ τὴν παλαιὰν διαθήκην, ὃν καλοῦσι κοσμοποιόν, καὶ ἑτέρου τὴν καινήν, ὃν πατέρα Χριστοῦ Ρ Cord.)

524
φασὶ τὸν Ἰωάννην περὶ ἑαυτοῦ καὶ τῶν ἑτέρων προφητῶν εἰρηκέναι τὸ »Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ«, περὶ δὲ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ· »Ὃν γὰρ ἐπέστειλεν ὁ θεὸς τὰ ῥήματα αὐτο·ῦ »λαλεῖ«, ἐλεγκτέον αὐτοὺς ψευδῶς μᾶλλον δὲ ἀσεβῶς τοῦτο δογματίζοντας. [[ αὐτὸς γὰρ ὁ βαπτιστὴς περὶ ἑαυτοῦ λέγει· »Ὁ πέμψας »με βαπτίζειν ἐν τῷ ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ »πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, † ἐκεῖνός ἐστιν ὁ βαπτί- »ζων έν πνεύματι ἁγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός »ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«. εἰ γὰρ ὁ πέμψας αὐτὸν βαπτίζειν ὁ πατήρ ἐστι, λέγων αὐτῷ περὶ τῆς καθόδου τοῦ πνεύματος, καὶ ὡς ὁ χριστὸς υἱὸς αὐτοῦ τυγχάνει, πῶς λέγων ἃ παρὰ τοῦ πατρὸς τοῦ χριστοῦ ἤκουσεν ἐκ τῆς γῆς λαλεῖ; ἅμα καὶ τοῦ εὐαγγελιστοῦ γράφοντος περὶ αὐτοῦ· »Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, »ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἠλθεν εἰς μαρτυρίαν , ἵνα μαρτυρήσῃ »περὶ τοῦ φωτός«.]] εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου πρφῆται ἐκ τῆς γῆς ἐλάλουν , πῶς περὶ Χριστοῦ μαρτυροῦσιν; ὡς περὶ τῶν γραφῶν αὐτῶν ὁ σωτὴρ εἶπεν· »Αὑταί εἰσιν αἱ μαρτυροῦσαι περὶ »ἐμοῦ».

Πῶς γὰρ οὐκ ἔμελλεν ἀγαπᾶν ὁ πάσαν κακίαν μισῶν θεός, περὶ οὑ γέγραπται· »Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα »ἐξ ἀδικίας«; μισεῖ δὲ ὁ θεὸς τά εἴδη τῆς κακίας, ἐφ’ οἶς ὁ ἁμαρτωλὸς χαίρει. ἀγαπᾷ τοίνυν τὸν υἱὸν ὡς τῆς ἀρετῆς παρεκτικόν, ἀφανιστικὸν δὲ τῆς κακίας καὶ φθαρτικόν· διὸ εἴρηται· »Ὁ πατὴρ »ἀγαπᾷ τὸν υὁόν«, ἀγαπώμενος ὑπὸ τοῦ υἱοῦ, τοῦ ἀγαπῶν πάλιν ἀνθρωπινώτερον ἀκουομένου , οὐ μὴν νοουμένου. εἰ γὰρ δικαιοσύνην ἀγαπῶν ὁ θεὸς οὐχ οὕτως αὐτὴν ἀγαπᾷ ὡς ὁ δίκαιος ἄνθρωπος. ἐπὶ τῷ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ πεποιῶσθαι κατ’ αὐτήν, οὕτω [*](2 Joh. 3, 31. — 3 Joh. 3, 34. — 5 Joh. 1, 33f. — 13 Joh. 1, (6f. — 17 Joh. 5, 39. — 22 Jes. 61, 8. — 25 Joh. 3, 35.) [*](XLIX. I ℵ] 4 ἐκλεκτέον ℵ | 5 αὐτὸς — 15 φωτὸς < ℵ, cf. II | 7 Orig. las οὗτος | 12 ἅμα We] ἀλλὰ ℵ.) [*](II Ρ Cord.] 3 αὐτοῦ1] + τὸ ὁ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ ἑξῆς Cord | 5 ὁ1 < Cord | 15 εἰ γὰρ] εἴπερ δὲ Ρ Cord | 16 περὶ] + τοῦ Ρ.) [*](L. Ι ℵ] 25 καὶ — 26 πάλιν < R | 26 τοῦ2 < V} | πάλιν] πῶς S1 | ℵ, corr. We; d. Wort ist nicht zu ändern; denn ποιόω „qualificieren, eine ät “ braucht Orig. öfter | κατ’ αὐτὴν] καὶ ταύτην RV.)

525
τὸν υἱὸν λόγον ὄντα ἀλήθειάν τε καὶ σοφίαν καὶ ἁγιασμὸν ποθεῖ. δυνατὸν δὲ παραστατικὸν οἰκειότητος τοῦ πατρὸς πρὸς τὸν υἱὸν εἶναι τὸ ῥῆμα. νόμος γὰρ φυσικὸς τοῖς γεννῶσιν ἀγαπᾶν τὰ γεννώμενα. καὶ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων φυσικὴ μὲν διάθεσις ἡ πρὸς τὰ τέκνα, ἄλλως δέ πως γινομένη πρὸς τὰ ἑτέρως ἀγαπώμενα, οὕτω καὶ ὁ θεὸς ἀγαπῶν μὲν τὸν κόσμον ᾗ ὁ θεός, τὸν δὲ υἱὸν ᾗ ὁ πατήρ. διὸ οὐκ εἴρηται Ὁ , ἀλλ᾿ »Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ τὰ πάντα δίδωσιν ἐν τῇ χειρὶ αὐτοῦ«. τοῦτο δὲ πιστῶς καὶ φρονίμως ἐκλαβεῖν δεῖ. εἰ γὰρ »πάντα δι᾿ αὐτοῦ εγένετο«, ὑπὸ χεῖρα αὐτοῦ τὰ πάντα τυγχάνει κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον· ἀλλ᾿ ἀπεφοίτησε ταῦτα δι᾿ ἁμαρτίας ἔξω τῆς σκεπούσης αὐτὰ χειρὸς γενέσθαι. ὑπὲρ οὖν τῆς αὐτῶν σωτηρίας δίδωσιν αὐτὰ ὁ πατὴρ ἐν τῇ χειρὶ τοῦ υἱοῦ, οὐ τῷ υἱῷ προσθήκην χαριζόμενος ἀλλ᾿ αὐτοῖς βελτίωσιν. ὡς διδασκάλῳ γὰρ καὶ ἰατρῷ δίδωσιν, ἴν ἀγνοίας καὶ νόσου, τουτέστι κακίας, ἐκτὸς αὐτὰ ποιήσας ὲ́χῃ αὐτὰ σκεπαζόμενα καὶ βασιλευόμενα ὑπ᾿ αὐτοῦ, ἤδη αὐτὰ ἔχων ὑπὸ τὴν δραστήριον καὶ προνοητικὴν αὐτοῦ χεῖρα. δείκνυσι δὲ τὴν αλήθειαν τούτου τοῦ νοήματος τὸ ἐπιφερόμενον· »Ὁ πιστεύων † τῷ »υἱῲ ἔχει ζωὴν αἰώνιον«. εἰ γὰρ ζωὴν αἰώνιον ἔχει ὁ πιστεύων τῷ υἱῷ, δοθεὶς ἐν τῇ χειρὶ αὐτοῦ, ὑπὲρ τῆς ἰδίας σωτηρίας καὶ βελτιώσεως δίδοται, ἀλλ᾿ οὐκ ἐπὶ τῷ πλέον τι ἔχειν τὸν υἱόν. πότε δὲ πληροῦται τὸ δέδοσθαι πάντα ἐν τῇ χειρὶ τοῦ υἱοῦ ἢ ὅτε αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων;

Πολλαχοῦ τῶν γραφῶν]] αἱ κατὰ τῶν φαύλων τιμωρίαι ὀργὴ λέγονται θεοῦ· ὡς τὸ λεχθὲν περὶ τῶν Αἰγυπτίων ὑπὸ Μωϋθσέως· » Ἐξαπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτὸς ὡσεὶ καλάμην«. καὶ Παύλος περὶ τῶν ἰουδαίων γράφει· »῎Εφθασεν δὲ αὐτοὺς ἡ [*](7 Joh. .3, 35. — 9 Joh. 1, 3. — 18 Joh. 3, 36. — 23 Vgl. Phil. 2, 10. — 28 Exod. 15, 7. — 29 I Thess. 2, 16.) [*](L. I ℵ] 1 ἀληθείας . . . σοφίας RV | 13 προσθήκη S | 18 τῷ υἱῷ statt εἰς τὸν υἱὸν ist nicht LA. d. Orig., sondern blosser Schreibfehler | 19 εἰ — ὁ S2 a. Ras. | 22 πληροῦσται S, πληροῦνται R.) [*](LL I ℵ] 26 πολλαχοῦ τ. γραφῶν < ℵ, cf. ΙΙ | 28 καλάμη S | 29 καὶ — 526, 4. ὀργῆς ℵ, cf. ΙΙ.) [*](ΙΙ ABBREV (Cord. p. 116)] 27 λέγονται] + τοῦ Μ.)

526
»ὀργὴ εἰς τέλος«, ὀργὴν λέγων τὰς ἐπελθούσας ἐπ᾿ αὐτοὺς θεηλάτους τιμωρίας. ἀλλὰ καὶ πρὸς τὸν καταφρονοῦντα τῆς χρηστότητος καὶ μακροθυμίας φησί· »Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα- »νόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς«.]] οὐ γὰρ νομιστέον πάθος εἰναι θεοῦ τὴν ὀνομαζομένην αὐτοῦ ὀργήν. πῶς γὰρ δυνατὸν πάθος εἶναι περὶ τὸν ἀπαθῆ; ἀλλ’ ἐπεὶ μὴ πάσχει θεὸς ἀναλλοίωτος ὤν , ἑρμηνευτέον τὴν λεγομένην αὐτοῦ ὀργὴν καθ’ ἃ εἴρηται.

Ἐπεὶ σῶμα κατ’ ἀλήθειαν ἔσχεν συμπληρούμενον ἐξ ὧν καὶ πάντα τὰ ἀνθρώπινα σώματα , ἀναγκαίως ὑπόκειται καὶ τὸ αὐτοῦ σῶμα τοῖς κοινοῖς πάθεσιν· οὐ τρώσεσι μόνον καὶ τοῖς παραπλησίοις λέγω, ἀλλὰ καὶ τοῖς ἐπιγενομένοις ἐκ σφοδροτάτης καὶ συνεχοῦς]] κινήσεως καμάτοις. τῷ γὰρ μεσημβρινῷ καιρῷ, έν ᾡ ὁ ἥλιος καθάπτεται, ὁδὸν ἀνύσας πλείονα κάματον ἀνεδέξατο, ἀναλωθείσης τῆς ὑγρότητος τοῦ σώματος αὐτοῦ ὑπὸ τοῦ φλογμοῦ τοῦ καύσωνος. ἕκτη γὰρ ὥρα τῆς ἡμέρας ἦν. τοῦτον τὸν κάματον διαναπαῦσαι θελήσας ἐπὶ τῇ οὔσῃ πηγῇ ἐν τῷ προειρημένῳ χωρίῳ τοῦ Ἰωσὴφ ἐκαθέσθη· ἅμα προνοούμενος ὠφελείας τῆς μελλούσης ἐπὶ τῷ ἀντλῆσαι ὕδωρ ἐκ τῆς πηγῆς ἔρχεσθαι γυναικός.

Ἴσως δ’ ἂν ἐπιζητήσειέ τις τὴν αἰτίαν δι᾿ ἣν Ἰουδαῖοι οὐ συγχρῶνται Σαμαρείταις, ἥντινα εὑρεῖν δυνατὸν έν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Βασιλειῶν ἱστοριῶν, ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ τῶν Παρα- [*](3. Rom. 2, 5. — 17 Vgl. Joh. 4, 6. — 21 Vgl. Joh. 4, 7 — 24 Vgl. Joh. 4, 9. — 25 Vgl. 1 ön. 12. II Kön. 17, 24 ff. II Chron. 30, 6ft.) [*](LI. I ℵ] 5 θεοῦ] χριστοῦ ℵ | 6 πάσχῃ ℵ 1 7 καθὰ ℵ.) [*](II H Cord.] 6 πάσχη Ρ Cord.) [*](LII, I ℵ] 14 σφοδρατάτου S1 | καὶ συνεχοῦς < ℵ | 16 ἀναποθείσης ℵ | 17 τοῦ1 < ??.) [*](II ABBREV (Cord. p. 119)] 12 τὰ σώματα τὰ ἀνθρώπινα Cord | 14 15 μεσημβρίας Cord | 16 ἀναποθείσης Ρ Cord | 20 ἅμα] + καὶ Μ | τῷ] τὸ Ρ Cord 21 ὕδωρ nach πηγῆς 2 Cord.) [*](LIII. Ι ℵ] 23 δ’ Ε;] δὲ ℵ. corr. Pr | 26 ἀλλὰ < ??.) [*](II ABBREV (Cord. p. 121)] 24 δ’ < ABBREV | ἣν] + οἱ Ρ | 26 ἱστορία Μ.)

527
λειπομένων. τοῦ γὰρ νόμου εἰρηκότος· »Ἀκαθάρτου μὴ ἅψησθε« οὐδὲ τῆς σαρκὸς τῶν ἀλλογενῶν ἐτόλμων ἅψασθαι, νομίζοντες ἐκ τούτου μολύνεσθαι. ἴσως δέ τις φήσει, ἐνιστάμενος τῷ »Οἱ μαθη- »ταὶ αὐτοῦ ἀπελύνεσθαι. εἰς τὴν πόλιν , ἵνα τροφὰς ἀγοράσωσι«, λέγων Εἰ ἐν ἐρήμῳ πεντακισχιλίους καὶ τετρακισχιλίους μετὰ καὶ πλήθους γυναικῶν καὶ πολλοῦ ἀριθμοῦ παιδίων ἔθρεψεν, ὁτὲ μὲν ἐκ πέντε, ὁτὲ δὲ ἐξ ἑπτὰ ἄρτων· τί μέγα ἠν τὸ εὐπορῆσαι τοὺς μαθητὰς τροφῆς ἄνευ τοῦ ἀπελθεῖν ἐν τῇ πόλει ἐπὶ ἀγορασίᾳ ταύτης, τοῦ Ἰησοῦ παρασχόντος αὐτὴν τῇ ἰδίᾳ δυνάμει; λεκτέον οὖν πρὸς τοῦτο ὅτι Ἰησοῦς, ἄνθρωπος γεγονώς, εἰ ὡς έν ἀληθείᾳ θεὸς πάντα ἐνήργει, ἠγνοήθη ἂν ἄνθρωπος γεγονώς, ὡς ἄν, εἰ πάντα ὡς ἔπραττεν, ἐπεσκιάζετο ἡ θεότης. ὅθεν εἴ ποτε χρεία παραδοξοποιΐας ἐγίνετο, ἐξ ὀλίγου πολλοὺς ἔτρεφεν, οὐ τοσοῦτον τοῦ χορτά- σαι χάριν ὅσον τοῦ φανερῶσαι τὴν θεϊκὴν δύναμιν. ὅτε δὲ οὐ πάνυ κατήπειγεν ἐξ ἀπόρων τροφῆς εὐπορίαν παρασχεῖν, ἐπὶ τὸ πρίασθαι ἄρτους ἀπήρχοντο οἱ μαθηταί. εἰ γὰρ ταῦτα τοῦ Ἰησοῦ ποιοῦντος πρὸς ἔνδειξιν τῆς ἀνθρωπότητος καὶ φανέρωσιν τῆς θεότητος πολλοὶ τῷ εὐαγγελίῳ προσέκοψαν τῶν μὲν δοκήσει αὐτὸν ἄνθρωπον ἀλλ᾿ οὐκ ἀληθείᾳ αὐτὸν γεγονέναι ὁρισάντων, τῶν δὲ μόνον ἄνθρωπον ὑπειληφότων αὐτόν· πόσῳ μᾶλλον, εἰ μηδὲν πρὸς ἀκρίβειαν πέπρακτο καὶ γέγραπτο περὶ φανερώσεως τῆς θεότητος καὶ ἀνθρωπότητος αὐτοῦ, ἔμελλον ἀπατάσθαι οἱ μὴ ἀκριβῶς καὶ φρονίμως ἐντυγχάνοντες τῇ περὶ τούτων ἱστορίᾳ;]]

Ἡ μὲν Σαμαρεῖτις τῶν Ἰουδαϊκῶν Μῶν τε καὶ δογμάτων τὰ τῆς Σαμαρείτιδος δόξης ἐξαίρειν καὶ ὑπερτιθέναι τὴν ὅτι μάλιστα [*](1 Jes. 52, 11; vgl. II Kor. 6, 17. — 3 Joh. 4, 8.) [*](LIII. Ι ℵ] 3 φήσειεν ℵ | 8 ἐν τῇ πόλει ἐλθεῖν S ἐλθεῖν a. R.) RV | 10 ὅτι < ℵ | εἰ ὡς — 11 γεγονώς S a. R. | 12 χρεία] εἰς ℵ | 14 χάριν < ℵ | 15 τὸ] τῶ SV | 16 εἰ γὰρ < ~~ ℵ | 18 πολλοὶ — 23 ἱστορίᾳ < ℵ, cf. ΙΙ.) [*](II ABBREV (Cord. 121)] 1 τοῦ — 3 μολύνεσθαι < S Cord | 3 τῷ] γὰρ τὸ ABBREV | οἱ] + γὰρ Cord | 5 καὶ τετρακισχιλίους < Μ | 7 τὸ < ABBREV Cord | 9 οὖν < ABBREV Cord | 10 τούτους ABBREV | ὅτι < ABBREV | εἰ ὡς ἐν] ὢν ABBREV | εἰ ὡς — 11 ὡς ἂν Cord | ὁ θεὸς ABBREV | θεὸς] + εἰ ABBREV | πάντα] + ὡς θεὸς ABBREV | 11 ἂν] ἂν] ὡσαύτως ABBREV | 13 ὀλίγων ABBREV | 14 τοῦ < 3 | 15 τὸ] τῷ Μ | 16 τοῦ < ABBREV | 19 αὐτὸν Μ | τῶν] τὸ corr. Ρ3 | δὲ] + αὐτὸ ABBREV | 21 καὶ2] + τῆς Μ | 22 οἱ] εἰ Μ | 23 τούτου Μ.) [*](LIV. Ι ℵ])

528
σπουδὴν κατεβάλλετο. διὸ καὶ τὸ Μὴ μείζων εἶ σὺ τοῦ πατρὸς »ἡμῶν Ἰακώβ;« ὕδωρ ςῶν ὑποσχομένου τοῦ σωτῆρος παρασχεῖν ἀντεφθέγξατο. ὁ δὲ σωτὴρ οἰκονομεῖν ἅπαντα σοφῶς εἰδὼς τὸ μὲν ἐξάραι τὰ ἰουδαίων καὶ τὸ Μείζων‘ εἰπεῖν, αὐτόθι πλῆξαι πρόχειρον ἐπιστάμενος καὶ τότε γυναικὸς διάνοιαν, οὐδὲν τῶν αἰσθητῶν ὑψηλότερον τέως φανταζομένης, τοῦτο μὲν ἀποθησυρίζει τῇ σιωπῇ, διὰ δὲ ῥημάτων ἑτέρων οὐδὲν μὲν ἡττον τοῦτο κατασκευάζειν δυναμένων, λεαίνειν δὲ τὴν ἀκοήν , ἐπιτηδειοτέραν τὴν γνώμην παριστᾷ. οὐδὲ γὰρ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπεροχῆς τὴν ὑπερβολὴν συλλογίσασθαι. καὶ γὰρ ἐκ τούτου, φησί, τοῦ ὕδατος ὁ πίνων »διψήσει πάλιν· ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὑ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα«. καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν. τὸ μὲν ὅτι »Διψήσει πάλιν‘ εἰπεν οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν· αὐτόκλητον γὰρ εἶχε τὴν γυναῖκα μάρτυρα· τὸ δὲ »Οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα« τῷ μεγέθει τῆς ἐπαγγελίας † εἰσέφερεν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν. δι᾿ ἀμφοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὐ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεπῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν < ὥσπερ γὰρ· τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν καθαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἐᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσμὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων.

Φρέαρ τοῦ Ἰακὼβ εἶναι πρὸς ἀλληγορίαν τὴν Μωσέως γραφὴν ῥητέον, ἀφ᾿ ἡς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων [*](1 Joh. 4, 12. — 11 Joh. 4, 13 f.) [*](LIV. Ι ℵ] 8 δὲ We] τε ℵ | 12 πίει ℵ, corr. Br | 17 korrupt: statt διανιστῶν ist viell. ἀπίσωσιν z. l. We | 22 ἐστὶ] ἔτι S? RV | 25 ὥσπερ] + μὲν R | τὸ] τῶ V | μὲν] + γὰρ ℵ | 29 κατερύπωσεν ℵ, corr. We.) [*](LV. I ℵ]) [*](II ABBREV (Cord. p. 123)] 33 εἶναι] + καὶ Cord.)

529
ἀπ' αὐτοῦ καὶ τῶν θρεμμάτων ἅ ἦν τοῦ Ἴακώβ: θρεμμάτων]] πρὸς ἀλληγορίαν λαμβανομένων τῶν τὸ εὐσταθὲς καὶ πρᾶον ἄνευ λόγου ἐχόντων, ἅ καὶ κυρίως ἀγέλας καὶ πρόβατα τοῦ Ἰακὼβ εἶναι ῥητέον.

Τοῦ νόμου τοίνυν τοῦ διὰ Μωϋσέως τοῦ ὕδατος ὄντος, πῶς εἶπεν Ἰησοῦς διψᾶν πάλιν τὸν πίνοντα ἀπ' αὐτοῦ; καὶ λεκτέον γε ὅτι ὁ νόμος τοῖς ἀνθρώποις δέδοται, οὐκ ἐπὶ τῷ ἀεὶ κατ' αὐτὸν βιοῦν, ἀλλὰ μέχρι καιροῦ τινός, ὡς τὴν πόσιν τοῦ ἑρμηωευομένου φρέατος διαρκεῖν μέχρι ἀναδείξεως μείζονος ὕδατος. τὰ γὰρ παραγγέλματα τοῦ νόμου μέχρι καιροῦ διορθώσεως ἔκειτο. διὸ διὸ πίνων ἐκ τοῦ ὕδατος τοῦ νομικοῦ διψήσει πάλιν, ὄρεξιν ἔχων τοῦ εὐαγγελικοῦ πόματος. εἰς τοῦτο λήψει τὸ ἐν Ἡσαίᾳ λεχθέν· » Τοῦτο πρῶτον πίε, » ταχὺ ποίει «. εἰ γὰρ μὴ ἠν καὶ μετ' ἐκεῖνο πιεῖν, οὐκ ἂν ἐλέγετο· Τοῦτο πρῶτον πίε«. καὶ ἐπεὶ διαδέχεται τὸν νόμον τὸ εὐαγγέλιον, ὁ πίνων τὴν νομικὴν διδασκαλίαν διψήσει πάλιν ἐπὶ τῷ καὶ τὴν εὐαγγελικὴν πιεῖν.]] τὸ δὲ εὐαγγέλιον ἐπεὶ ἀδιάδοχόν ἐστιν, ὁ πίνων ἐξ αὐτοῦ οὐ διψήσει εἰς τὸν αἰῶνα. » Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, » οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν« εἶπεν ὁ Ἰησοῦς.]] τὸν γὰρ πίνοντα τοῦτο τὸ ὕδωρ φησὶν έν ἑαυτῷ κτᾶσθαι πηγήν, οὐ τοῦ τυχόντος ὕδατος ἀλλὰ τοῦ εἰς ζωὴν αἰώνιον ἁλλομένου. ὅπερ ἁλ- λόμενον εἰς ζωὴν ὕδωρ μετεωρίζει καὶ πρὸς ζωὴν ἀναβιβάςει τὸν ἔχοντα αὐτό, οἷα πηγὴν ἐν ἑαυτῷ.

[*](6 Vgl. Joh. 1, 17. — 10 Vgl. Hebr. 9, 10. — 11 Joh. 4, 13. — 13 Jes. 9, 1 (8, 23). — 18 Matth. 24, 35. — 20 Vgl. Joh. 4, 14.)[*](LV I ℵ] 1 ἀπ' < ℵ I ἃ — θρεμμάτων < ℵ Ι 2 τῶν < RV.)[*](II ABBREV Cord] 2 λαμβανομένων] νοουμένων Μ.)[*](LVI. Ι ℵ] (an Nr. LV unmitteibar angescblossen) 6 πῶς ℵ Ι εἶπεν ὁ Ἰησοῦς nach 7 πίνοντα ℵ | 7 καὶ λεκτόν γε ℵ Ι 9 ἀλλ' ἄχρι ℵ Ι 13 εἰς — 17 πιεῖν < ℵ Ι 18 ὁ — 19 Ἰησοῦς < ??.)[*](ΙΙ ABBREV (Cord ρ. 124)] (an Nr. LV unmittelbar angescblossen) 7 καὶ < Ρ Ι δὲ Ρ, < Μ Ι 8 δίδοται Μ Ι τῷ] τὸ Ρ Ι 13 εἰς — λεχθὲν < Μ Ι τοῦτο — < Ρ Ι τοῦτο 2] + τὸ Ρ Ι 14 ποίει] πίε ABBREV Ι ἔλεγε Ρ Ι 15 ἐπειδὴ Μ Ι 16 τῷ] τὸ Ρ Ι παρελεύσεται Cord mit ℵDL 33 al. Ι 19 ὁ < Cord Ι 20 τὸ ὕδωρ τοῦτο ABBREV πηγὴν κτᾶσθαι ABBREV Ι 23 οἱα — ἑαυτῷ < Cord Ι πηγὴ M.)
530

Εἐπούσης τῆς γυναικὸς τὸ παρὰ Ἰησοῦ θέλειν λαβεῖν ὕδωρ, ἐπὶ τῷ στῆσαι τὸ δίψος, ἔχουσα αὐτὸ πηγὴν ἐν ἑαυτῇ, ἔδειξεν αὐτὸ θέλειν. διὰ γὰρ ταύτης τῆς λέξεως ὡμολόγησε πολὺν κάματον εἶναι τῆς ἀντλείας λείας τοῦ προτέρου ὕδατος, [[ ἀληθεύουσα κατ' αὐτό]]· καὶ γὰρ πολὺν ἔχει κάματον ἡ πρὸς τὸ γράμμα τήρησις τοῦ νόμου. ὁ δὲ σωτὴρ εἰκότως πρὸς αὐτήν· Ἐπεὶ ἀκμὴν περιέχει ᾡ ἀνέθηκας σεαυτὴν νόμῳ ὡς ἀνδρὶ αὐτῷ συνοῦσα, ἀπιοῦσα κάλεσον αὐτὸν ἐπὶ τὸ συμβαλεῖν τὰ ἐν αὐτῷ γεγραμμένα τοῖς ὑπ' ἐμοῦ λεγομένοις καὶ πραττομένοις. οὕτω γὰρ εὑρεῖν δυνήσῃ ὡς ὁ πίνων ἐκ τοῦ προτέρου ὕδατος ἕτερον προσδοκήσει, ὅτι διψήσει πάλιν. τῆς δὲ ἀρνησαμένης μὴ ἔχειν ἄνδρα, ὁ σωτήρ, ἠρέμα τὴν Σαμαρειτικὴν αὐτῆς γνώμην ἐλέγχων, φησίν· Καλῶς λέγεις ἄνδρα μὴ «. οὐ γὰρ ἐξ ὁλοκλήρου συγκατέθου πάσῃ τῇ παλαιᾷ διαθήκῃ, ἥτις ἐστὶν ὁ νόμος, περὶ οὗ γέγραπται· » Τέλος νόμου Χριστὸς εἰς δικαιοσύνη«. τοῦτον δὲ τὸν ἄνδρα μὴ ἔχουσα πέντε ἴσχες, τοῖς αἰσθητοῖς μόνοις συγκαταθεμένη τῆς γραφῆς. εἰ γὰρ πάσῃ τῇ παλαιᾷ συνεβίους, γνωρίζειν ἠδύνω τὸν προσδοκώμενον μετὰ νόμον καὶ προφήτας θεὸν λόγον. τὸ » Πέντε γὰρ [*](9 Vgl. Joh. 4, 16. — 14 Joh. 4, 17. — 16 öm. 10, 4. — 19 Joh. 4, 18.) [*](LVII. I ℵ ] ängt mit Nr. LVI unmittelbar zusammen) 4 τῷ We] τὸ ℵ Ι ἐν ἑαυτῇ < ℵ | 6 ἀληθεύουσα κατ' αὐτὸ < ℵ Ι 7 δὲ < ℵ cf. III Ι 8 ἀνέθηκεν 9 ἀπιοῦσα ℵ Ι τὸ] τώ V Ι 15 πᾶσιν τῆ ℵ Ι 17 ἔχουσαν 8 (?), RV Ι αἰσθητικοῖς ℵ 19 προδοκώμενον S Ι τὸ] τὸν ℵ) [*](II ABBREV (Cord. ρ. 125)] 4 τῶ τώ Μ Ι ἔχουσα αὐτὸ] καὶ ἔχειν Μ Ι αὐτὸ1 < Ρ Cord ἔδειξεν — θέλειν < ABBREV Cord Ι 5 ὡμολόγει 3 Cord | εἶναι — 7 κάματον < Ρ Ι 6 καὶ < Μ Ι 7 πολὺν γὰρ τὸν κάματον ἔχει Μ Cord Ι δὲ < ABBREV Cord Ι 8 ἐπεὶ] + σὶν Cord 1 περιέχη Μ Cord | 9 τὸ] Μ Ι 12 δὲ] γυναικὸς Μ Ι 15 συγκατέθου < ℵ Cord Ι πᾶσαν τὴν παλαιὰν ἔχεις διαθήκην Μ Ι 17 μόνων Μ Ι 18 παλαιᾷ] + διαθήκῃ Cord Ι συνεβίως Ρ Ι ἐδύνου Ρ, ἠδύνου Cord Ι 19 τὸ] + δὲ Cord.) [*](III ABC] Α unter d. Namen d. Cyrill) 3 εἰπούσης — 5 λέξεως] νοητέον δὲ καὶ οὕτως τὰ κατά τὴν Σαμαρεὶτιν ABC | 5 ὡμολόγησεν] + ἡ γυνὴ ABC Ι 6 ἀντλίας ABC Ι ὕδατος] + εἶτ’ οὖν τοῦ νόμου ABC Ι 7 πολὺν γὰρ ἔχει < καὶ) ABC τοῦ < Α Ι 8 εἰκότως] + ἔπρ' ABC Ι 9 ἀπιοῦσα < ABC Ι 10 καὶ ABC Ι 12 πάλιν] + τοῦτ' ἔστιν ποθήσει τὸ εὐαγγέλιον ABC Ι 14 ἐλέγχων < Α Ι συγκατέθου] πιστεύεις ABC Ι ἥτις — 18 γραφῆς] ἀλλὰ μόνα τὰ πέντε + Μωσἐως Α] βιβλία οἱ Σαμαρεῖται παραδέχεσθε ABC Ι 18 συνεβίως BC | ἐδύνασο ABC Ι 19 μετὰ νόμον] νόμω ABC Ι προφήταις προφήτην Α Ι τὸ — 531, 5 ἀλλ’] νῦν δὲ ὡς πέντε ἀνδράσι τοῖς αἰσθητοῖς μόνοις συγκαταθεμένη συνδεμένη C) τῆς γραφής, οὐδὲ ὃν ἔχεις ἕκτον ἐστὶ σοῦ ἀνήρ ABC.)

531
» ἄνδρας ἔσχες‘ ἀνακτέον ἐπὶ τὰ πέντε Μωσέως βιβλία. μόνα γὰρ ταῦτα οἱ Σαμαρεῖται δέχονται. τίς δὲ καὶ ὅν ἔχει παρὰ τοὺς πέντε ἄνδρας ἕκτος, ὅστις οὐδὲ ἀνὴρ αὐτῆς τυγχάνει; λεκτέον τὸν περὶ τοῦ εἶναι προφήτην λόγον. ἤδη γὰρ συγκατετέθειτο τούτῳ, ἀνγκαζομένη ἐκ τῶν λεγομένων, ἀλλ' οὐ κατ' ἀληθῆ συγκατάθεσιν. διὸ ἁρμοδίως εἴρηται τὸ » Κὰὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ‘· οὐ γὰρ γνησίως αὐτῷ προσελήλυθας. ἐπειόὴ δὲ καὶ τὰ αἰσθμὰ οἱ πέντε ἄνδρες αὐτῆς ἐλέγοντο εἶεἶναι. μεθ’ ἃ συγκατέθετο οὐκ ἠκριβωμένως νοητῷ τινὶ λόγῳ ἐκ τῆς Ἰησοῦ παιδεύσεως , εὐθυβολώτατα εἴρηται· Καὶ ὅν νῦν δοκεῖς ἔχειν πνευματικὸν λόγον οὐκ ἀνήρ σού ἐστιν.

Ὅταν ἀκούσῃς ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν, περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. αὐτὸς γὰρ ἦν ἡ τῶν ἐθνῶν προσδοκία, ὁ γεννώμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.]]

Τὸ » Mήτις ἤνεγκεν αὐτῷ φαγεῖν; « δηλοῖ ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὤν τρέφειν καὶ μὴ τρέφεσθαι. ἐνεργείας δὲ μεγίστης τὸ τρέφειν Χριστόν, ἡς οὐκ ἐφθόνει τοῖς βουλομένοις· διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν. νομομαθεῖς δὲ καὶ φιλολογεῖς ὄντες, σκοπήσαντες ὅτι καιρὸς ἦν λοιπὸν τροφῆς ἐτόπασαν μὴ ἄρα ὡς τῷ Δανιὴλ εἰς Βαβυλῶνα προστάξει θεοῦ ἄριστον προκεκόμιστο ὑπὸ τοῦ Ἀμβακούμ, καὶ τῷ Ἠλίᾳ ἐν τῇ ὁδοιπορὶᾳ [*](6 Joh. 4, 18. — 14 Vgl. Gen. 49, 10. — 15 Vgl. öm. 1, 3. — 18 Joh. 4, 33. — 23 Vgl. Bel u. Drache 34 ff.) [*](LVII. I ℵ] 1 μωυσεως R Ι 3 τυγχα S τυγχάνη RV Ι 5 κατὰ ἀλήθειαν ℵ Ι 6 καὶ 1 < ℵ Ι 8 ἠκριβωμένους) [*](II ABBREV (Cord. p. 125) 1 ἔσχες ἄνδρας ℵ Ι 4 προφητείας 3 Cord Ι τοῦτο Ρ Ι ἀναγκαζομένη — 5 λεγομένων < Cord Ι 5 οὐκ ἀληθῆ Ρ Ι 6 τὸ] τὸν Ρ Cord Ι καὶ 2 < 8 ἅ] ὅ ABBREV Ι συγκατετίθετο Ρ Ι 9 νοεῖται Ρ.) [*](III ABC] 5 οὐ] + γὰρ ABC | κατὰ ABC Ι διὸ — 6 γὰρ] συνέθου προφήτην με εἶναι, οὐδὲ ABC Ι 7 αὐτῷ] μοι ABC Ι προσελήλυθεν Α Ι ἐπειδὴ — 10 ἐστὶν] ἀλλ’ οὗτος ὃν δοκεῖς ἔχειν πνευματικὸν λόγον, καθ' ὅν προφήτην με ὠνόμασας, οὐκ ἔστι σου ἀνήρ ABC.) [*](LVIII. ΙΙ ABBREV (Cord. p. 130; Cramer p. 219)] (fehlt in Ι) 13 ἐκ τῶν Ἰουδαίων ἡ σωτηρία Ρ Cord Cr Ι 14 ἦν < Μ Cr Ι 1.5 γενόμενος Ρ Cord Cr.) [*](LIX. Ι ℵ] 22 φιλομαθεῖς? We.)

532
τροφὴ ἐδίδοτο ὑπ᾿ ἀγγέλου καὶ ὑπὸ κοράκων, οὕτω καὶ τῷ Ἰησοῦ τροφὴ ἠνέχθη. ὅμως εἰ καὶ περὶ αἰσθητῆς τροφῆς οἱ μαθηταὶ ὑπενόησαν, αὐτὸς φανεροποιεῖ περὶ ποίας τροφῆς ἀπήγγελκεν αὐτοῖς. εἶπον δὲ τὸν καιρὸν αὐτοῦ τροφῆς εἶναι ἐκ τῶνδε· ἕκτης ὥρας τῆς ἡμέρας οὔσης ὁ Ἰησοῦς ἐν τῇ πηγῇ καθεσθεὶς διελεθη τῇ Σαμαρείτιδι, τῶν μαθητῶν ἐπὶ τῷ ἀγοράσαι τροφὰς ἀπεληθότων , ὡς λοιπὸν στοχαζόμενον εἰπεῖν ἑσπέραν τῆς ἡμέρας εἶναι. οὗτος δὲ τῆς τροφῆς ὁ καιρὸς τῶν μάλιστα μὴ προηγουμένως τροφὴν μεταδιώκουσιν ἀλλὰ τὴν τῶν προσερχομένων ὠφέλειαν.

Πατρίδα αὐτοῦ τὴν Ἰουδαίαν καλεῖ, ἣν καὶ διὰ τοῦτο καταλέλοιπε. τὴν γὰρ αἐτίαν τῆς ἐπὶ τὴν Γαλιλαίαν ἀφίξεως ἀποδιδοὺς ὁ εὐαγγελιστὴς γράφει, ὅτι »Προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει«. [[φέρεται ἡ μαρτυρία αὕτη καὶ ἐν τοῖς ἑτέροις εὐαγγελίοις. φησὶ γὰρ ὁ σωτήρ· »Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι »καὶ ἐν τοῖς συγγενέσι καὶ τῇ οἰκίᾳ αὐτοῦ«. ἀμέλει γοῦν πάντες οἱ πρὸ τῆς ἐπιδημίας ἠτιμάσθησαν ἐν τῇ Ἱερουσαλὴμ καὶ Ἰουδαίᾳ. αὕτη γὰρ γή καὶ πατρὶς αὐτῶν· ὡς κοθόλου τὸν σωτῆρα εἰπεῖν·]] » Ἱερου- »σαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβο- »λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν«.