Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ὁ διδάσκων, φησίν, ἐγὼ οὐ κατὰ φύσιν οὐδὲ κατὰ κοινὴν ἀνθρώπων ἔννοιαν ταῦτα περὶ χριστοῦ εἶπον· οὐ γὰρ ᾔδειν αὐτόν, ἀλλὰ τοῦ πνεύματος τοῦ ἁγίου καὶ τοῦ πατρὸς φανερώσαντός μοι τὰς περὶ αὐτοῦ μαρτυρίας εἶπον. ἐπεστάλην γὰρ μαρτυρῆσαι περὶ τοῦ φωτός, τότε ἀρχὴν τῆς γνώσεως τοῦ μαρτυρουμένου λαβὼν ὅτε ἀπεστάλην. ἐπιχειρητέον δὲ καὶ ἄλλως τι δὲ μὴ εἰδέναι. κἂν λέγῃ οὖν περὶ τοῦ σωτῆρος· »Κἀγὼ »οὐκ ᾔδειν αὐτὸν« οὐκ ἀντικείμενα τοῖς ὑπ᾿ αὐτοῦ μαρτυρηθεῖσι λέγει, δηλοῦται δὲ διὰ τῆς λέξεως τὸ πρότερον μὲν ἀγνοεῖν, νῦν δὲ εἰδέναι αὐτὸν τοῦτον, τοῦ θεοῦ φανερώσαντος αὐτῷ. τοῦτο δὲ παρίσταται ἐκ τῶν εὐθέως λεχθηυσομένων. πάλιν γὰρ αὐτὸς ὁ Ἰωάννης τεθεᾶσθαι λέγει τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατελθὸν ἐπὶ τὸν κύριον. »Κἀγὼ οὐκ ᾔδειν αὐτόν, φησίν, ἀλλ᾿ ὁ πέμψας με »βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῆς τὸ πνεῦμα »καταβαῖνον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ υἱός μου. κἀγὼ ἑώρακα καὶ »μεμαρτύρηκα«. εἰ τοίνυν καὶ πρὸ τῆς καθόδου τοῦ πνεύματος [*](3 Joh. 1, 29.—9 Joh. 1, 31. — 13 Vgl. Joh. 1, 8.—21 Vgl. Joh. 1. 31. —22 Joh. 1, 33f.—25 Vgl. Joh. 1, 29. XIX. I ℵ] 11 παρίσταμεν οὖν] παρισταμένων ℵ, corr. Br. II P (Cord. p. 48)] 3 εὖ — ἁγίου] < Ρ, εὖ — ἁμαρτίαν < Cord | οὐχ ὁ] οὐκ Ρ | ἄρα Ρ | ἤμελλον Ρ | 4 τὴν < Ρ Cord | 5 παρισταμένων Ρ Cord. XX. I ℵ] 11 ἀλλὰ — ἁγίου] ὁ διδάσκων φησι τοῦ ἁγίου, darüber ἀλλὰ πνεύματος τοῦ S | 12 ἀπεστάλη V | 14 ἀπεστάλη RV | 18 νῦν] ἡ S1 | 21 λέγειν ℵ, corr. Br | κατελθὼν V | 25 καὶ] ἡ ℵ, corr. Br. II P (Cord. p. 48)] (9 κἀγὼ — 14 ἀπεστάλην) | κἀγὼ — < Ρ Cord | 10 περὶ] + τοῦ Cord.)
500
ἀμνὸν καὶ ἄνδρα καὶ τὸν προφήτην καὶ τὸν χριστὸν καὶ τὸ φῶς τὸ ἀληθινὸν αὐτὸν ᾔδει, ἀλλ᾿ οὖν ἔλειπεν αὐτῷ ἡ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις, καὶ ὅτι αὐτὸς ἐστὶν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ, ἥντινα ἔσχεν ὀφθέντος τοῦ δοθέντος σημείου. τούτων οὖν οὕτως ἐχόντων ζητητέον πῶς λέγει τεθεᾶσθαι τὸ πνεῦμα ὁ Ἰωάννης· οὐ γὰρ θεμιτὸν νομίζειν αἰσθητῶς ὁρᾶσθαι τὸ πνεῦμα νοητὴν ὕπαρξιν ἔχον. τῷ προκειμένῳ οὖν συνεξετασθήσεται, καθόλου τοῦ προβλήματος γινομένου, τὰ ἐν ταῖς προφητείαις ὁμοιοτρόπως λεχθέντα. ποολλοὶ γὰρ τῶν προφητῶν καὶ ἁπαξαπλῶς τῶν ἁγίων ἀνδρῶν ὀπτασίας καὶ ὁράσεις ἑωρακότες ἀνεγράφησαν τεθεωρηκέναι. ἐπειδὴ γὰρ καὶ ἐν ἄλλοις τὸ ἰδεῖν καὶ ὁρᾶς διχῶς ἐτμήθη, εἴς τε τὴν αἴσθησιν καὶ τὴν νόησιν, τὸ μὲν αἰσθητῶς ἑωρακέναι θεὸν τοὺς ἁγίους ἄνδρας ἀδύνατόν ἐστι καὶ συνόλως τὴν τριάδα ἢ τὰ ὑπὸ ταύτην νοητὴν ὕπαρξιν ἔχοντα· λείπεται δὲ κατὰ τὴν νόησιν τεθεωρηκέναι αὐτοὺς τὰς ὀπτασίας οὐχ ὡς ἔχουσιν ὑποστάσεως, ἀλλ᾿ ὡς ὁρᾶς δύνανται δι᾿ ἀναλόγου τινός. ἀμέλει γοῦν τοῦ ἁγίου πνεύματος σχῆμα ἢ μορφὴν ἢ συνόλως εἶδος οὐκ ἔχοντος, ὡς περιστερᾶς νόησιν δέχεται, καὶ τοῦ ἁγίου πνεύματος, μεταβατικῶς οὐ κινουμένου, κάθοδον βλέπει γινομένην ἐπὶ τὸν βαπτιζόμενον Ἰησοῦν ἐκ τοῦ οὐρανοῦ. καὶ ὅτι οὐδενὸς τούτων αἰσθητικὴ ἡ ἀντίληψις τὸ ἐπιφερόμενον δηλοῖ· »Ἐφ᾿ ὃν γὰρ ἂν ἴδῃς, φησί, καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν«. κατάβασιν μὲν γάρ τινος καὶ αἰσθητικῶς ἔστιν ἰδεῖν, ὅτε σῶμα τυγχάνει. † οὐ μὴν καὶ δι᾿ ὄψεως ἀλλὰ καὶ διὰ νοήσεως ὀρᾶται τὸ κατεληλυθὸς μὲν ἐφ᾿ ὃν κατελήλυθεν· οὐχὶ δὲ καὶ μενόντων ἀντιληπτικὴ μὲν ἐφ᾿ ὃν κατελήλυθεν· οὐχὺ δὲ καὶ μενόντων ἀντιληπτικὴ ἡ αἴσθησις πρὸς τὸ βεβαιῶσαι τὴν θεωρίαν ταύτην. καὶ δι᾿ ἑτέρας δὲ ἀποδείξεως ῥητέον ὡς οἱ ἕτεροι εὐαγγελισταὶ τὴν κατάβασιν τοῦ πνεύματος ἐπὶ τὸν υἱὸν ἑωρᾶσθαι τῷ Ἰωάννῃ λέγουσιν, ἰδόντι καὶ ἀνοιχθέντας ἢ σχισθέντας τοὺς οὐρανούς. ἄνοιξιν δὲ ἢ σχίσιν οὐρανῶν αἰσθητικῶς οὐκ ἔστιν ἰδεῖν, ὁπότε οὐδὲ τῶν παχυτέρων σωμάτων, ὕδατος καὶ ἀέρος λέγω, ἔστω δὲ καὶ αἰθέρος, εἴ γε ἄλλο παρὰ τοὺς οὐρανούς ἐστι. τὰ γὰρ διερχόμενα διὰ τῶν συνεχῶν σωμάτων, ὅτε μὴ σκληρά ἐστι, διαβαίνει διὰ τούτων, οὐ ἄλλοθεν αὐτοῖς τῆς ἀνοίξεως καὶ διόδου γινομένης. αὐτὰ γὰρ τὰ διαβαίνοντα ἀνοίγουσιν αὐτὰ ἑνούμενα μετὰ τὴν δίοδον τῶν διαβεβη-
[*](1 Vg. Joh. 1, 21. 20. 9. — 21 Joh. 1, 33. — 27 Vgl. Matth. 3, 16; Mark. 1, 10; Luk. 3, 21. XX. I ℵ] 2 ἔλειπερι RV (in S ἔλειπ) | 7 οὖν + We | 9 ὁμοιότροπος V | 14 δὲ + We | αὐτοῦ ℵ, corr. Br | οὐ μὺ ἀλλὰ καὶ δ. ὄ. καὶ . . . ? We | καὶ1 str. Br | 24 μὲν] μένειν Br | μελλόντων ℵ, corr. Br | 27 βλέπουσιν ἰδόντα ℵ, corr. Br | 31 οὐρανοὺς] ἀνθρώπους R | 33 τῆς] τοῖς SV, corr. R.) 501
κότων. Διαιρέσεις γοῦν ὕδατος οὐκ ἔστιν ἰδεῖν ἄνευ τοῦ παρεμβεβλῆσθαι στερεώτερον σῶμα. εἰ δὲ τοῦτο, οὐχ ὑποπέσοι; ἂν ὄψει οὐρανῶν ἄνοιξις, οὐδὲ γὰρ σῶμά ἐστι τὸ ἐκεῖθεν καταβεβκὸς ἅγιον πνεῦμα. νοητῶς ἄρα καὶ ταῦτα τῷ βαπτιστῇ τεθεώρηται. ἐπιστατέον δὲ καὶ τῷ μεμενηκέναι τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνον τὸν Ἰησοῦν, εἰ γὰρ καὶ ἐπ᾿ ἄλλον ἔμενεν κατελθόν, οὐκ ἦν σημεῖον δεικνύον τὸν βαπτίζοντα ἐν ἁγίῳ πνεύματι. ἀπιδεικτέον δὲ καὶ τοῦτο οὕτως· τὸ πνεῦμα τὸ ἅγιον ἀχράντοις καὶ καθαραῖς ψυχαῖς ἐνοικίζεται, οὐχ ὑπομένον εἶναι ἔνθα ἁμαρτία. »Ἅγιον γὰρ πνεῦμα »παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ γογισμῶν ἀσυνέτων«. καὶ ὁ Δαυεὶδ ἐν τινὶ ἁμαρτίᾳ γεγονὼς ἀξιοῖ τὸν θεὸν λέγων· »Τὸ »πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ«. ἐπεὶ οὖν Ἰησοῦς Μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἔσχεν ἐν τῷ στόματι αὐτοῦ (περὶ μόνου γὰρ αὐτοῦ εἴρηται· »Τὸν μὴ γνόντα ἁμαρτίαν«). εἰκότως κατελθὸν ἐπ᾿ αὐτὸν τὸ ἅγιον πνεῦμα ἔμεινεν. ταῦτα δὲ πάντα, τὸ κατελθεῖν λέγω ἐξ οὐρανοῦ τὸ πνεῦμα ἐπὶ τὸν Ἰησοῦν καὶ μεῖναι ἐπ᾿ αὐτόν, οἰκονομίας ἕνεκεν γέγραπται, οὐχ ἱστορικὴν διήγησιν ἔχοντα, ἀλλὰ θεωρίαν νοητήν, ὡς ἤδη εἴρηται. ἀχώριστον γὰρ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα· οὐδὲ γὰρ ὁ υἱὸς ἐν τόπῳ οὐδ᾿ αὖ ὁ πατήρ, ἵνα καὶ τὸ ἅγιον πνεῦμα μεταβατικῶς κινούμενον ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν μεταβαίνῃ. καθόλου γὰρ τὰ περὶ τῆς θεότητος νοητῶς ἐκλαμβάνειν προςῆκεν, κἂν ἀνρωπίνως λέγηται, οἷον τὸ ἴστασθαι καὶ τὸ καθῆσθαι καὶ τὸ ἀναβαίνειν [[καὶ ὅσα ὅμοια τουτοις γέγραπται περὶ τῆς θεότητος]].