Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Νύμφη ἐστὶν ἡ ἀνθρώπου ψυχή, ἥτις ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική· εἰ δὲ δεκτικὴ πέφυκεν αὕτη γυναικὸς τρόπῳ ἐξ ἄλλου, γεννᾷ ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. νυμφίος δὲ [*](5 Ι Kor. 12, 11. — 7 Act. 15, 28. — 8 Act. 13, 2. — 11 Act. 21, 11. — 14 Vgl. Nr. XLII. XLIII. — 17 Vgl. S. 518, 13ff. — 25 Vgl. II Tim. 3, 4. — 26 Ps. 51, 3. — 29 Nr. XLV.) [*](2 τούτου korrupt We | 14 f. 129 ν | 16 ἀπατῶντες, corr. We | 29 f. 131 r | 32 γεννῶσα, corr. Pr.)

570
ὁ ταύτης σπορεὺς τῶν ἀγαθῶν οὐκ ἄλλος ἢ ὁ χριστὸς Ἰησοῦς ὁ ὑπ ἐμοῦ μαρτυρούμενος καὶ βαπτιζόμενος· φίλος δὲ ἐκεῖνος ἐστὶν ὁ ἑστηκὼς παρ’ αὐτῷ τῇ βεβαίᾳ συγκαταθέσει καὶ παγίαν ἔχων τὴν εἰς αὐτὸν πίστιν. οὐδεὶς γὰρ τῶν παρ᾿ αὐτῷ τῷ Ἰησοῦ τυγχανόντων κλονεῖται. οὕτω καὶ Μωσῆς κατ’ ἀρετὴν βιοὺς ἤκουσε τοῦ θεοῦ λέγοντος· »Σὺ δὲ αὐτὸς στῆθι μετ᾿ ἐμοῦ‘· οὐ γὰρ ὁ θεὸς μεθ’ ἡμῶν ἵσταται, ἀλλ᾿ ἡμεῖς μετ᾿ αὐτοῦ, ὀρέγοντος ἡμῖν τὴν παρ’ αὐτοῦ ἀμετακίνητον στάσιν.

Ὁ μὴ ἐπουράνιον ἔχων τὸ φρόνημα ἀλλ’ ἐπίγειος ὢν λέγεται χοϊκὸς καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορεῖν. διὸ καὶ εἴ ποτε σοφίαν ἐπαγγέλλεται ἔχειν, ἐπίγειός έστιν ψυχικὴ δαιμονιώδης, καθώς φησι Ἰάκωβοσ ὁ ἀπόστολος.