Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Τὸ ἀγαπᾶν ἀνθρωπινώτερον πάλιν ἀκούομεν. νόμος δέ ἐστι φυσικός· ἄλλος μὲν 〈πρὸς〉 τὰ γεννώμενα, ἄλλος δέ πως πρὸς ἑτέρως ἀγαπώμενα. εἰ γὰρ δικαιοσύνην ἀγαπᾷ ὁ θεός, ἀγαπᾷ ὡς θεός, ὥς Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἅρπαγμα ἐξ ἀδικίας.. οὐ γὰρ ὡς ἄνθρωπος ἀγαπᾷ ταύτην ἐπὶ τὸ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ ποιεῖν τι κατ᾿ αὐτήν. ἀγα·πᾷ δὲ τὸν υἱὸν ὁ πατὴρ καὶ ὡς ἀλήθειαν σοφίαν καὶ ἁγιασμόν, ὥς φησιν Δαβίδ· »Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας«. καὶ ἀγαπᾷ μὲν τὸν υἱὸν καθ’ ὃ πατήρ, οὐ καθ’ ὃ θεός, ἀγαπᾷ δὲ τὸν κόσμον καθ᾿ ὃ θεὸς καὶ τούτου δημιουργός, οὐ καθ’ ὃ δὲ πατήρ.
Εστιν δὲ καὶ ἀλληγορικῶς εἰπεῖν· φρέαρ μὲν Ἰακὼβ τὴν τοῦ Μωσέως διὰ νόμου διδασκαλίαν. ἔπινον δὲ ἀπ᾿ αὐτοῦ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ οἱ δώδεκα πατριάρχαι καὶ οἱ ἐξ αὐτῶν λαοὶ γεγεννημένοι. ταύτης δὲ τῆς πηγῆς πίνοντα πάλιν ταύτης διψᾶν. ἤγουν καιροῦ τινος προἰ·όντος διψᾶν αὐτὰ καὶ ἔρχεσθαι ἐπὶ τὴν εὐ- [*](6 Vgl. Exod. 34, 2. — 10 Nr. XLVI. — 14 Vgl. Jak. 3, 15. — 16 Nr. L. — 22 Vgl. I Kor. 1, 30.) [*](2 ἐκείνου? We | 10 f. 132r | 16 f. 132v | 18 ἄλλως1.2, corr. We | > + We | 19 ἀγαπᾷ ὡς θεὸς + We | 27 f.)