Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Τοῖς γὰρ σπουδαίοις καὶ πίστιν καὶ ἀρετὴν ἔχουσι μόνοις ἐκείνοις ἐπιφοιτᾷ· τῶν δὲ φαύλων ἀπαλλοτριουμένων μένων μακρὰν ὑπάρχει. [*](2 Ps. 118, 61. — 3 Prov. 5, 22. — 10 Nr. XXVI. S. 511, 21–30. — 12 7, 38. — 23 Nr. XXXVT. S. 512, 29ff. — 24 Vgl. Matth. 3, 2 u. ö. — 25 Vgl. Joh. 3, 3. 5; Luk. 4, 13 u. ö. — 30 Nr. XXXVII. S. 013, 5ff.) [*](5 τῷ] + ὑφ’? We | 10 f. 125r | 17 ἀληθεὶς | 23 f. 125v | 28 βασιλέως Μ | 30 f. 125v.)

569
οὐ τοπικῶς δὲ τὸ »μακρὰν« καὶ »ἐγγύς« ἀκούειν δεῖ, ἀλλὰ πρὸς τὰ δοχεῖα † τούτου ἐλλάμψεων κεκαθαρμένων· εἴτε καὶ μή· τὸ δὲ »Ὅπου »θέλει πνεῖ« δείκνυσι οὐσίαν εἶναι τὸ πνεῦμα. τινὲς γὰρ οἴονται ἐνέργειαν εἶναι θεοῦ, μὴ ἔχον ἰδίαν ὑπόστασιν. διὸ καὶ ὁ ἀπόστολος ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν· Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται«. ἀλλὰ καὶ τὸ »Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν‘ ἐν ταῖς Πράξεσιν εἰρημένον· καὶ πάλιν Νηστευόντων, γὰρ φησιν, καὶ λειτουργούν- »των τῷ κυρίῳ εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς«. ὁ δὲ προφήτης Ἄγαβός φησι »Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τοῦ ἀνδρός, »οὑ ἐστιν ἡ ζώνη αὕτη, δήσουσι« καὶ τὰ ἑξῆς.

Τοῦτο γὰρ δοκεῖ ἐπὶ τῶν μήτε ἄγαν φαύλων μήτε κατ᾿ ἀρετὴν τελείων ὅτι τὰ ἀμφότερα ἀπατῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν αὐτοὺς ἔστιν ἰδεῖν ἐκ ἐκ τοῦ τὰ ἔργα τούτου ποιεῖν. αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι καὶ ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος τούναντίον τοὐναντίον ποιοῦσι· τὸ μὲν σκότος ἀποδέχονται, φεύγουσι δὲ τὸ φῶς. οὐ συγκριτικῶς δὲ ἀκούειν δεῖ τὸ πλεῖον ἠγαπηκέναι αὐτοὺς τὸ σκότος πρὸς τὸ φῶς· οὐδ᾿ ὅλως γὰρ ἠγάπησαν τὸ φῶς τοῦτο μισήσαντες, ὅτι ἡ νόησις αὐτῶν ὀρθῶς ἔχει. οἱ γὰρ φαῦλα πράσσον- τες μισοῦσι τὸ φῶς, εἰ δὲ μισοῦσι τὸ φῶς, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. ὅμοιόν ἐστιν καὶ τὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων ὡς »φιλήδονοι μᾶλλον εἶεν ἢ φιλόθεοι«. καὶ ἐν Ψαλμοῖς· »Ὁ φαῦλος ἠγάπησε κακίαν μᾶλλον ὑπὲρ ἀγαθοσύνην, ἀδικίαν ὑπὲρ τοῦ λαλῆσαι δικαιοσύνην«.