Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτὸς ᾔδει, ὅτι καὶ θεὸς λόγος ἦν· οὗτος δὲ παντὶ λογικῷ πάρεστι. τὸ δὲ διανοητικὸν ἡν], ὃ καὶ ἡγεμονικὸν καλεῖται, μεσαίτατον ἡμῶν ἔστιν· ἐκεῖ γὰρ ἐστιν ὁ ἐνδιάθετος λόγος, καθ’ ὃν λογικοί ἐσμεν, ὃν καὶ ἐπισκοπεῖ ὡς θεὸς ὁ χριστὸς καὶ λόγος, ὁ μέλλων ἔρχεσθαι βαπτισθῆναι. οὗτος ὁ ἀγνοούμενος ὑφ᾿ ὑμῶν μέσος ὑμῶν ἕστηκε τὰς καρδίας πάντων καὶ τοὺς νεφροὺς ἐμβατεύων.

[*](3 Vgl. Nr. Χ S. 491, 26 — 492, 1. — 14 [Vgl. Nr. XVII.] — 17 Vgl. VI, 20 S. 128, 31 ff. — 19 Vgl. VI, 17 S. 127, 21 ff. — 23 Vgl. Nr. XVIIl. — 24 Vgl. Joh. 1, 1. — 29 Vgl. Kol. 2, 18.)[*](3 f. 113r | 10 f. 113r | 14 f. 116 r | 23 f. 116 r.v.)
567

Εἶδον μὲν καὶ οἱ παρόντες ἅπαντες, οὐ μὴν δὲ πάντες ἐπίστευον. τι.νὲς δὲ φασιν οὐδὲ πάντας τεθεᾶσθαι τὸ πνεῦμα, ἀλλὰ Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. εἰ γὰρ καὶ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς εἶδον, ἀλλ’ οὐ πάντως πᾶσι διὰ τοῦτο κατάδηλος ἠν. ἐπεὶ δὲ προφῆται καὶ Μωσῆς πολλὰ τεθέανται ἄλλα, καὶ ἐν τῇ μεταμοφρώσει τοῦ ὄρους οὐ πάντες ἀπέλαυσαν οἱ μαθηταί, ἀλλ᾿ οὐδὲ τῆς κατά τὴν ἀνάστασιν ὄφεως ἐκοινώνησαν ἅπαντες· πολλῷ γε μᾶλλον οἱ Ἰουδαῖοι ἐπὶ τοῦ βαπτισμοῦ.