Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Τὸ δὲ »Γέγονεν« ἀντὶ τοῦ >γενήσεται< ληπτέον. ἔθος γὰρ τοῦτο τῇ γραφῇ, καθὼς εἰρήκαμεν. καὶ τὸ »Οὐ κατέλαβεν‘ ἀντὶ τοῦ οὐ >καταλήψεται<.

Ὡς γὰρ προφήτης καὶ λύχνος φωτὸς προγυμνάζων καὶ ἐθίζων τῆς ψυχῆς τὸ ὄμμα τοῦ θέλοντος φωτίζεσθαι, οὕτω καὶ φωνὴ βοῶντος. »βοῶντα« λέγει τὸν λόγον· φωνὴν δὲ τὸν Ἰωάννην. ἀνάγκη δὲ πρὸ τοῦ λόγου φωνὴν γίνεσθαι. ἔργον δὲ φωνῆς σαφηνίζειν τὸ σημαινόμενον. ἔρημον δὲ λέγει τὴν ἀπεστερημένην ψυχὴν τῆς θείας διδασκαλίας. τί δὲ προστάσσει ἡ τοῦ βοῶντος φωνὴ ταῖς ἐρήμοις ψυχαῖς; »εὐθεῖαν ποιήσατε τὴν ὁδὸν τοῦ κυρίου« πρὸς ὑποδοχήν.