Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Οὐκ αἰσθητῶς ἔστιν ἰδεῖν δυνατόν. ἀλλὰ διανοίᾳ σκοπούσῃ τοὺς προσερχομένους ἀγγέλους μένους ἀγγέλους ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. τὸ δὲ Ἀμὴν ὁτὲ μὲν ἁπλοῦν, ὁτὲ δὲ διπλασιαζόμενον ἔστιν εὑρεῖν. ἡ δὲ λέξις ἐστὶν Ἑβραϊκή, δηλοῦσα τὸ . ταὐτὸν γάρ ἐστιν τὸ Ἀμὴν· τῷ ἀληθῶς καὶ . πολλοὶ Ψαλμοὶ ἐπὶ τέλει ἔχοντες· Γένοιτο, γένοιτο« ἐν τῷ Ἑβραϊκῷ Ἀμὴν Ἀμὴν ἔχουσιν. εἰκὸς οὖν τὸν σωτῆρα ἐπευχόμενον λέγειν Γένοιτο, γένοιτο τὸ πιστοὺς ὑμᾶς εὑρεθῆναι ὡς ἰδεῖν »τὸν οὐρανὸν ἀνεῳγμένον« καὶ τὰ ἑξῆς τῆς ἐπαγγελίας. τὸ δὲ Ἀμὴν ἴσον ἐστὶν καὶ τώ , ὡς ἐν τῷ κατὰ ΜατΘαῖον Ἰησοῦς λέγει· »Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων«· ἐν δὲ τῷ Λουκᾷ· »Ἀληθῶς λέγω ὑμῖν, εἰσί τινες τῶν αὐτοῦ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου( ἠγοῦν ἴσον ἐστὶν τὸ »Ἀμὴν« καὶ τῷ » καὶ τῷ , ὡς ἐν τῷ »Ἀληθῶς λέγω ὑμῖν« τοῦτο γενέσθαι.
Τὸ μὲν ἐκ σχοινίου φραγέλλιον ὑπὸ τοῦ Ἰησοῦ γεγονὸς ὑπῆρχον αἱ τῶν παρανομούντων ἁμαρτίαι. δι᾿ ὧν ὑπὸ τοῦ Ἰησοῦ αἰκιζόμενοι [*](7 Vgl. Matth. 17. 1ff. Mark. 9, 2 ff. Luk. 9, 28 ff. — 17 Vgl. Ps. 105, 48 (ARaT) — 22 Matth. 16, 23. — 23 Luk. 9, 27. — 26 Luk. 9, 27. — 28 [Vgl. Corder. p. 78 sq.]) [*](2 f. 117r | 4 ἀλλ᾿ | 5 εὐγνωμονεστέρους, corr. We | 8 ἀπήλαυσαν | 12 f. 120 r | 15 ἁπλοݲ Μ* | διπλασιαζομενο Μ* | 17 τὸ We] τῷ 1 τῷ + We | 21 τοῦ Μ* εἰ οὖν Μ*, ἢ οὖν Μ2, corr. Pr | τῷ12] τὸ Μ* | 28f. 123r | 29 φραγγέλιον? M*.)