Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Τῶν ἀρετῶν τὸ μὲν οἴκοθεν ἔχομεν καὶ παρ᾿ ἑαυτῶν, ὃ προαιρετικῶς κτώμεθα, τὸ δὲ ἐκ θεοῦ, πιστεύσαντες γοῦν τῷ σωτῆρι καὶ τῷ πατρὶ αὐτοῦ ὡς ἐνεδέχετο ἐκ τοῦ ἐφ᾿ ἡμῖν γενέσθαι. λείπεται ἡμῖν καὶ τὸ ἐκ θεοῦ αἰτεῖν, καθὼς καὶ οἱ μαθηταὶ Ἰησοῦ φασὶν αὐτῶ̣· »Πρόσθες ἡμῖν πίστιν«. ἡ γὰρ λέζις ἡ »Πρόσθες« σημαίνει ἀπαιτεῖν αὐτοὺς θεοδώρητον πίστιν πρὸς ᾐ εἶχον προαιρετικῶς. ἀμέλει καὶ ὁ Παῦλος γράφων φησί· »Κατ᾿ ἀναλογίαν πί- στεως‘ τῆς ἐνούσης ἐκ τοῦ ἐφ’ ἡμῖν τὰς δωρεὰς τοῦ πνεύματος δίδοσθαι· »Ἑτέρῳ δίδοται πίστις, φησίν, ἐν τῷ αὐτῷ πνεύματι«. εἰ δὲ πίστις δίδοταί τινι κατὰ ἀναλογίαν ἧς ἔχει πίστεως, φανερὸν ὅτι τῇ ἐφ’ ἡμῖν κατορθωθείσῃ ἡ θεόπεμπτος παραγίνεται πίστις. ἅπερ δὲ περὶ πίστεως ἔρηται, λεκτέον καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. ἐπεὶ οὖν ἡ ἀρετὴ χάρις ἐστὶ κεχαριτωμένον ποιοῦσα τὸν ἔχοντα, [*](1 Ι Kor. 13, 10. — 2 Ι Joh. 3, 2. — 23 Luk. 17, 5. — 25 Rom. 12, 6. — 27 Ι Kor. 12. 9.) [*](Χ. Ι ℵ] 2 τοῦτο ℵ, corr. Br | τὰ] τὸ ℵ, corr. Br | 3 ἐσώμεθα RV | † αὐτοῦ) z. 1. αὐτῷ mit Τ | 7 εἰ) + We | 8 ἀκρεφνεστάτη ℵ, corr. Br | προσβαλουμε ℵ, corr. We | 9 τὸ] τοῦτο R | 13 πληρώματος ℵ, corr. Br.) [*](XI. Ι ℵ] 19 μὲν] μέντοι ℵ, corr. Br | 24 ἡ S V*; V2 R ἣν | 29 ἐφ᾿] ἐξ ℵ, corr. Br | 31 nach ἔχοντα Ras. von c. 9 Bchst. S.)
Διά Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ’ οὐχ ὑπ’ αὐτοῦ, ἀλλ’ ὑπὸ τοῦ θεοῦ. θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· »Ὁ νόμος Κυ- »ρίου ἄμωμος, ἐπιστρέφων ψυχάς«. πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε »Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ »ἐγένετο«, τῆς χάριτος δι᾿ ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις. ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου Παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ’ ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ »Ὁ ὀπίσω ’μου ἐρχόμενος ἔμπροσθεν μου γέγονεν« εἴρηται. ἐπειδὴ γὰρ προανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ’ εἰ καὶ ὀπίσω ἐλήλυθεν, ἀλλ᾿ οὐν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν Πεφανερωκέναι ἔμπροσθεν γέγονε, καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς, παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου.