Διτιοῦ τοῦ θεωρεῖν ὄντος, αἰσθητικοῦ τε καὶ νοητικοῦ, τὸ μὲν τῶν σωμάτων τὸ δὲ τῶν ἀσωμάτων ἐστὶν ἀντικληπτικόν. διὸ καὶ τὰ ὑποκείμενα τῷ νῷ καὶ τὰ ὑπὸ τούτου θεωρούμενα ἀόρατά φαμεν, οὐ τῷ μὴ ὁρᾶσθαι ἀλλὰ τῷ μὴ πεφυκέναι βλέπεσθαι. οὐδὲν [*](6 Joh. 1, 17. — 7 Ps. 18, 8. —9 Joh. 1, 17. — 13 Vgl. Luk. 16, 16. — 15 Joh. 1, 15.) [*](XII. I ℵ] 6 ἀλλ᾿2 < ℵ cf. II | 7 θεοῦ2 < ℵ | 15 πάνυ — 16 γὰρ < R | συναδόντος SV | 16 εἰρημένον SV, corr. Βr | 20 γέγονε καὶ] γεγονέναι ℵ, corr. Br. II Ρ (Cord. p. 37)] (6 διὰ Μωσέως [δι᾿ αὐτοῦ] — 12 τύπους) 6 διὰ Μωσέως] αὐτοῦ Ρ Cord | δὲ < Ρ Cord | ἐδόθη ἀλλ᾿ < Ρ Cord | 7 κατὰ] + γὰρ Ρ | κυρίου] ἦν (aus κݲυݲ verlesen) Ρ | 9 δέδοται Ρ | χάρις u. ἀλήθεια vertauscbt XIII. Ι ℵ] (anonym; der zuletzt genannte Name ist Origenes; vgl II zu S. 495, 8) 27 ὑπερκείμενα ℵ, corr. Br | ὑπὸ] ὑπὲρ S1.)
495
γὰρ τῶν σωμάτων ἀόρατον, κἂν ἔζω ποτὲ τυγχάνον τῆς ὄψεως μὴ ὁρᾶται. οὐ γὰρ τὸ μὴ ὁρᾶσθαι σημαίνει τὸ ἀόρατον, ἀλλὰ τὸ μὴ πεφυκέναι πρὸς τοῦτο. διὸ οὐδὲ ἀντιστρέφει πρὸς ἑαυτὸ τὸ μὴ ὁρᾶσθαι καὶ τὸ ἀνόρατον. τῷ μὲν γὰρ ἀοράτῳ ἀκολουθεῖ τὸ μὴ ὁρᾶσθαι τὸ ἀόρατον. πολλὰ γὰρ τῶν σωμάτων, καίτοι ὄντα ὁρατά, οὐχ ὁρᾶται, ἤτοι σκεπαζόμενα ἢ τῷ μὴ εἶναι ἔνθα ταῦτα τυγχάνει. ταύτης τῆς διαστολῆς ὀρθῶς ἐχούσης ἐκλαμβάνειν δεῖ τὸ εἰρημένον ὡς περὶ ἀοράτου. οὐδὲ γὰρ αἱ ἀνωτάτω δυνάμεις θεὸν ὁρῶσιν, οὐ διὰ τὴν σφῶν ἀσθένειαν ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀσωματότητα. ἀλλ οὐδὲ νῷ ὁρατός ἐστιν ἁπλῶς, ἀλλὰ τῷ πάσης ἀγνοίας καὶ κακίας καὶ ὕλης ἀπηλλαγμένῳ. »Μακάριοι, γάρ φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, »ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται«. καρδίαν δὲ τὸν νοῦν ὀνομάζει. ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ᾿ ἀρετὴν προσβάλλει θεῷ καθ’ ὃ ἐφικτόν. τούτων οὕτως ἐχόντων ὁ νοῦς ὁ ἔτι ὑποκείμενος γενέσει, καὶ διὰ τοῦτο καὶ χρόνῳ, οὐχ ὁρᾷ τὸν θεὸν ὡς διὸ διὸ οὐ καθάπαξ εἴρηκεν· »Θεὸν οὐδεὶς ἑώρακεν«, ἀλλὰ μετὰ προσθήκης τῆς »Πώποτε«, σημαινούσης χρονικόν τι, ἵν᾿ ᾖ τὸ λεγόμενον τοιοῦτον· ὅσον χρόνον τὸ »Πώποτε« δύναται λέγεσθαι, ὡς σημαῖνόν τι ὑποκείμενον, ὁ νοῦς ἐμπέπραται τῇ ἐνύλῳ ςωῇ. διὸ ἰδεῖν τὸν θεὸν οὐ δύναται κατὰ προσβολὴν νοήσεως. καὶ ἡμεῖς μὲν ἐκ τῶν περὶ αὐτοῦ θεολογουμένων ἐννοιῶν καὶ ὡν ἔχομεν ἀμυδρῶς αὐτὸν νοοῦμεν ὡς οἶόν τε· αὐτὸς δὲ ὁ θεὸς οὐ διά τινος τοιούτου ἀλλ’ οἰκειότητι τῇ πρὸς ἑαυτὸν νόησιν ἔχει περὶ ἑαυτοῦ, αὐτὸς ὢν καὶ ἡ νόησις καὶ τὸ νοούμενον. διὸ μ·όνος ἐπίσταται αὐτὸν ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς νοούμενος καὶ νοῶν τὸν πατέρα.
Καταλλήλως δὲ τῷ μονογενῆ θεὸν καὶ υἱὸν αὐτὸν εἶναι πατρὸς ὠνομάσθησαν κόλποι. ἐπεὶ γὰρ τὰ περὶ τῆς θεότητος πάντα ἀκατονόμαστα δηλοῦται ἡμῖν ταῦτα ἀνθρώποις οὖσι διὰ λέξεων ἀνθρωπίνων, εἰκότως ἀφ’ ὧν ἴσμεν σημαίνεσθαι τὴν πρὸς τὸν πατέρα [*](11 Matth. 5, 8. — 16 Joh. 1, 18.) [*](XIII. I ??] 6 ἔνθα — 7 εἰρημένον < R | 8 οὐδὲ We, οὔτε ?? | θεὸν < ?? | 9 διὰ < ?? | 10 τῷ] τὸ R | 11 καὶ ὕλης < ??, Cf. II | 13 γεγονὸς ??, corr. Br | 18 τοιοῦτο S2RV τοιοῦτον S1, τοιοῦτον V | 21 αὐτοῦ θεολογουμένων] αὐθεολογουμένων ?? | 23 αὐτὸν R.) [*](II P (Cord. p. 39)] (8 οὔτε — 12 ὀνομάζει) | 8 γὰρ < Ρ Cord | 9 ἀλλὰ] + διὰ κίας τε Ρ Cord | 11 ἀπηλλαγμένος Ρ.) [*](XIV. I ??] (in V anonym) 31 τὴν] τῆς SV.)
496
οἰκειότητα γέγραφεν ὁ εὐαγγελιστής· »Ὁ ὢν εἰς τὸν κόλπον τοῦ »πατρός«. ὡς γὰρ ἐπὶ τῶν σωζομένων πάντων καὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ λαμβανόντων γράφεται ὅτι γενήσονται εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ, οὐκ ἄλλο τι ἢ ὅτι πατὴρ πιστῶν χρηματίζει· οὕτω καὶ ὁ θεοῦ υἱὸς ὢν ἐν κόλποις τοῦ γεννήσαντος λέγεται. καὶ ὥσπερ ἄνθρωποι πιστοὶ ἐν κόλποις πιστοῦ τοῦ Ἀβραὰμ γίνονται, οὕτως καὶ ὁ υἱὸς ὢν ἐν κόλποις. κόλπον δὲ πατρὸς ἀκούειν δεῖ ὡς καὶ τὰ ἄλλα τὰ λεγόμενα ἀνθρωπίνως περὶ θεοῦ. εἰ δὲ περὶ τῶν προφητῶν ἢ πατριαρχῶν ἢ ἀγγέλων λέγεται ὡς θεὸν ἑωρακότων, οὐκ ἀντικείμενα ἑαυτῇ φησιν ἡ θεία γραφή. θεὸν γὰρ οὐδεὶς ὁρᾷ προσβαλὼν νοήσει τῇ ἑαυτοῦ, ὥσπερ κατ´ ἐπιβολὴν ὄψεως ὁρᾶν λεγόμεθα τὰ ὁρατά. ὁρᾶται δὲ καὶ θεὸς οἷς ἐὰν κρίνῃ ὁραθήναι ἀποκαλύπτων ἑαυτόν. εἰ γὰρ ἑώρα τις τὸν θεόν, οὕτως ἐθεώρει αὐτόν, ἵν´ οὕτως εἴπω, οἷος καὶ ὅσος ἐστίν. ἐπεὶ δὲ μὴ αὐτὸς ὁρᾷ ἀλλὰ θεὸς ἑαυτὸν δείκνυσιν, ὡς οἷόν τέ ἐστιν τοῖς γενητοῖς παρέχει ἑαυτὸν εἰς κατανόησιν· καθὼς καὶ ὁ σωτήρ φησι· »Καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν«. οὐ γὰρ εἶπεν· ἐκεῖνός με ἴδῃ, ἀλλ´ ἐγὼ ἐμαυτὸν ἐκείνῳ ἐμφανίσω· καὶ αὕτη ἐστίν * * *