Τὸ »Ὡς μονογενοῦς παρὰ πατρὸς‘ νοεῖν ὑποβάλλει ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν. οὐδὲν γὰρ τῶν κτισμάτων παρὰ πατρός, ἀλλ’ ἐκ θεοῦ διὰ τοῦ λόγου ἔχει τὸ εἶναι. εἰ γὰρ καὶ ἄλλα παρὰ πατρὸς εἶχε τὴν ὕπαρξιν, ματαίως ἡ τοῦ μονογενοῦς ἔκειτο φωνή, πολλῶν ὄντων τῶν παρὰ πατρὸς ἐχόντων τὸ εἶναι. οὗτος δὲ μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας εἴρηται. [*](2 Matth. 16, 17. — 11 Vgl. Matth. 23, 28. — 12 Vgl. Rom. 2, 28. — 13 Vgl öm. 2, 29. — 14 Vgl. Joh. 1, 13. — 20 Joh. 1, 14.) [*](VIII. 1 ℵ] 4 ἐπιβολὴν] ἐκδοχὴν Br | 6 σφαγῶν] σφῶν R | εὐαρεστείη ℵ | 8 ἡμῖν] ἧ RV | τὸ] τοῦ RV | ἀρκοῦντος R | 9 καὶ2] < ℵ | 10 ἀνδρὸς < ℵ | 11 θελήματα ℵ | προστέθηνται S, προστέθεινται (über ε2: η) R; προτέθηνται V, corr. Br 13 μὴ < S1, + ü. d. Ζ. S2 | 16 ὁ < ℵ 1 τὸ] τώ ℵ.) [*](II Ρ (Cord. p. 27)] 1 υἱὸς nach ζῶντος Ρ Cord | 3 δυνατὸν Ρ Cord | 6 ἐκχύσεων Ρ | 8 ἡμἶν] νῦν Ρ | 9 θελήματος Ρ | 11 προτέθεινται Ρ Cord | 16 τῷ] τὸ Ρ.) [*](IX. Ι ℵ] 20 ὁμογενοῦς SV, μογενους R (a. Anf. ist ο ausr.) | 21 οὐδὲ ℵ | 22 τοῦ < ℵ | λόγου] λέγει S.) [*](II (??) (Cord. p. 34)] 20 τὸ] + δὲ 3 Cord | μονογενῆς Μ | 21 γὰρ < Ρ | 22 ἐκ] + τοῦ 3 | 23 ἔχει Ρ Cord | 24 φωνὴ ἔκειτο Ρ | τῶν < Ρ Cord.)
491
οὐκ ἄλλος ὢν τούτων ὡν λέγεται εἶναι πλήρης. αὐτὸς γὰρ ὁ μονογενὴς περὶ ἑαυτοῦ λέγει· »Ἐγώ εἰμι ἡ ἀλήθεια«. ἔσται γὰρ δεκτικὸν ἀληθείας τὸ πληρούμενον ὑπ’ αὐτῆς. ἀλλ’ οὐ δεκτικὴ ἀληθείας ἡ ἀλήθεια κατ᾿ ἐνέργειαν οὐσα τοῦτο ὃ λέγεται εἶναι. τὰ δ᾿ αὐτὰ καὶ περὶ τῆς χάριτος ῥηθείη ἄν. καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονογενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέγραπται. αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ λέγει· Πλήρης »εἰμί«. εἰκὸς δὲ εἰρῆσθαι τὴν λέξιν ταύτην καὶ διὰ τὸ θεωρηθησόμενον πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας. ὁ διὰ Μωϋσέως νόμος τοὺς ἁμαρτάνοντας ἐκόλαζεν, οὐδενὶ χαριζόμενος τὰ κατὰ παράβασιν αὐτοῦ ἐπιτελεσθέντα. ἔτι μὴν ὁ νόμος οὗτος μυστηρίων τελετὰς δι’ εἰκόνων καὶ σκιογραφιῶν παρεδίδου, χειραγωγῶν καὶ εὐτρεπίζων πρὸς τὴν τοῦ χριστοῦ διδασκαλίαν τοὺς ὑπ᾿ αὐτῶν ἀγομένους· ὅθεν καὶ παιδαγωγὸς ὁ νόμος εἰς Χριστὸν λέγεται. ἐπεὶ τοίνυν ὁ σωτὴρ ἐλήλυθεν οὐ κολάσαι τοὺς ἡμαρτηκότας ἀλλ᾿ ἄφεσιν παρασχεῖν τῶν οὕτως πεπραγμένων, καὶ τέλος ἐπιθεῖναι τῆς διδασκαλίας, καὶ εἰκόνων γνῶσιν τῆς ἀληθείας, αὐτὸς αὐτὴν φανερῶν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ ἀλήθεια, εἰκότως πλήρης χάριτος καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις. εἰ γάρ τισι μὲν ἐχαρίζετο τισὶ δὲ οὔ, οὐκ ἦν πλήρης χάριτος, ὡς ἂν εἰ τῆς σκιᾶς τι μὲν ἔπαυεν ἕτερον δέ τι αὐτῆς οὐχί, οὐκ ἦν πλήρης ἀληθείας. ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραφεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῶ̣. πλήρης ἄρα ἀληθείας καὶ χάρι- τός ἐστιν.
Κέκροπες. Οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοήσεως ἐπιτεταμένον. ὁ γὰρ περὶ τῶν μεγάλων δογμάτων ἀπαγγέλλων [*](2 Joh. 14, 6. —7 Jes. 1, 11. - 11 Vgl. Hebr. 10, 1. — 14 Vgl. Gal. 3, 24. — 18 Vgl. Joh. 1, 14. — 21 Vgl. Hebr. 10, 1. — 23 Vgl. Joh. 1, 14. — 27 Joh. 1, 15.) [*](ΙΧ. I ℵ] 3 ἀλήθεια ℵ | ἀ. ἢ ἀ.] ἀλήθεια ἀλήθειαν ℵ | 6 λέγει ℵ | 8 εἰκὸν ℵ | 13 τοὺς — ἀγομένους < ℵ | 19 αὐτῶν, über τ Comp, ür ὸν S | 20 χάριτος] + καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις S1, äter ausr. | μὲν < ℵ | 22 ἁμαρτημάτων] + τὴν S.) [*](ΙΙ (??) (Cord. p. 34)] 1 τούτου οὗ Μ | πλήρης εἶναι Μ | 2 ἀλήθεια] + ἀδιανόητον δὲ τὴν ἀλήθειαν λέγειν πληροῦσθαι ὑπ᾿ ἄλλης ἀληθείας ?? Cord | 3 ἀλήθεια Μ | 4 τὰ δ’ αὐτὰ) ταύτα δὲ Ρ | 5 μονογενοῦς] + τὰ 2 | 6 τοῦ < 3 Cord | γέγραπται (??) | 8 θεωρησόμενον Ρ | 11 οὗτος < Ρ | ἀκονῶν Μ, εἰκόνων, ει ü. d. Ζ., darunter Ras. Ρ 13 αὐτὸν Μ | 15 κολάσων Μ | ἡμαρτημένους Μ | 16 τῶν εἰκ. τὴν Cord | 18 ὢν] ἦν 2 | 20 χάριτος] + καὶ ἀηθείας Ρ | ὡς ἂν] ὡσαύτως Μ, ὡς αὐτὸς Ρ | μὲν < Ρ | 21 πλήρης] + καὶ Ρ | 23 προστρέχουσι (??).) [*](Χ. Ι ℵ) [*](II Ρ (Cord. p. 35)] 28 ὁ γὰρ — Ζ. 492, 9 ὑπάρχων).)
492
ὡς δεῖ μεγαλοφώνως κατὰ τὴν νόησιν αὐτὰ προφέρει. ἀκουστέον δὲ τοῦ »Πρῶτος« ἀντὶ τοῦ . ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ ἐμὲ ἠλθεν, οὐκ ἐπὶ τῷ ὀπίσω μου μεῖναι ἀλλὰ τῷ πρὸ ἐμοῦ γενέσθαι. ἀκουστέον δὲ τοῦ ὀπίσω αὐτὸν ἔρχεσθαι τοῦ Ἰωάννου κατὰ χρόνον τῆς ἀποτέξεως. πρὸ γὰρ ἓξ μηνῶν Ἰωάννης συνελήφθη τοῦ συλληφθῆναι τὸν Ἰησοῦν. τούτῳ τῷ τρόπῳ ὀπίσω αὐτοῦ ἐλθὼν ὁ Ἴησοῦς ἔμπροσθεν αὐτοῦ γέγονεν ἀναδειχθεὶς θεὸς καὶ δημιουργὸς αὐτοῦ ὑπάρχων. λεχθείη δ᾿ ἂν καὶ οὕτως· δόξει πᾶς ὁ μανθάνων τῷ διδασκάλῳ καὶ ταύτῃ ὀπίσω αὐτοῦ λέγεται βαδίζειν. ἐπεὶ τοίνυν καὶ ὁ σωτὴρ βαπτίζοντι τῷ Ἰωάννῃ προσῆλθε βαπτισθῆναι, κατὰ τὸ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου ὀπίσω τοῦ βαπτίζοντος ἔρχεσθαι εἴρηται, κατὰ δὲ τὸ ἡγιακέναι καὶ μεμαρτυρῆσθαι ὑπὸ τοῦ πατρὸς ἔμπροσθεν τοῦ βαπτίζοντος γέγονεν, τιμιώτερος καὶ ὑπερέχων αὐτοῦ ἀναδειχθείς. εὖ δὲ καὶ τὸ φάναι· »Ἔμπροσθέν μου γέ- »γονεν«, ὡς τὴν ὕπαρξιν προτέραν εἶναι τοῦ γεγονέναι αὐτόν. καὶ τοῦτο δὲ ἐπίστησον μεθ’ ὅσης ἀκριβείας εἴρηται. οὐ γέγραπται >Ὁ ὀπίσω μου ὤν ἠδύνατο πρὸ αὐτοῦ εἶναι. ἀλλ᾿ οὐκ ἀδύνατον τὸν πρῶτον ὄντα ὀπίσω ἐλθεῖν. ῥηθείη δ᾿ ἂν καὶ ἑτέρως. »Ὅτι, φησίν, ἐκ τοῦ » πληρώματος αὐτοῦ πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«· πάλιν γὰρ αἰτίαν ἀποδιδοὺς τοῦ ἔμπροσθεν αὐτοῦ γεγονέναι αὐτοῦ ὄντα πρῶτον ἐπήγαγεν τὸ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες »ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«. πῶς γὰρ οὐκ ἔμπροσθεν κατὰ τὸ προύχειν, καὶ πρῶτος τῶν πληρουμένων ὁ πληρῶν; εἰ γὰρ αὐτὸς τελειοῖ καὶ πληροῖ ἀρετῆς καὶ σοφίας τοὺς ἐφ’ ἁγιότητα ἐρχομένους, πῶς οὐ πρῶτος καὶ προύχων αὐτῶν ὑπάρχει; πρόσχες δὲ τῇ ἀκριβείᾳ τῶν γεγραμμένων. οὐκ εἴρηται Τὸ πλήρωμα , ἀλλ’ »Ἐκ »τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν«. οἱ γὰρ ἐν τῷ βίῳ τούτῳ ἁγιότητος μετέχοντες καὶ γνώσεως τῆς ἀληθείας τὸ ἐκ μέρους γινώσκειν καὶ ἐκ μέρους προφητεύειν ἐκ τοῦ πληρώματος αὐτοῦ, ἀλλ’ οὐ πλήρωμα αὐτοῦ ἔχουσιν. σχοῖεν δ᾿ ἂν αὐτὸ τὴν ἐπίκαιρον ζωὴν ἐν τοῖς μέλλουσιν αἰῶσι κατὰ τὸν ἀπόστολον·
[*](15 Joh. 1, 15. — 20 Joh 1, 16. — 23 Joh. 1, 16. — 30 Vgl. Ι Kor. 13, 9.) [*](Χ. Ι ℵ] 4 ἐμὲ] + καὶ μετ᾿ ἐμοῦ Si, später ausr. | οὐκ R | τῷ1 2 We] τὸ 6 ἀποτάξεωςRV, ἀποτόξεως? S | 9. 20. 32 δ᾿ ἂν δὲ, corr. Pr | πασῶν R | 23 < R | ἡμεῖς < R | 26 σοφίαν S1.) [*](II Ρ (Cord. p. 35)] 3 < μου Ρ | 4 τὸ 1] τῷ Ρ < τὸ2 P Cord | 5 κατὰ] + τὸν Ρ Cord 7 Ἰησοῦν] υἱὸν θݲνݲ st. ιݲνݲ Ρ | ἐλθὼν ὁ] ἦλθεν Ρ Cord | Ἰηοοῦς + καὶ P Cord.) 493
Ὅταν ἔλθῃ, φησί, τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται·. τούτῳ συνῳδὰ καὶ τὰ ἐν τῇ καθολικῇ Ἰωάννου· Καὶ οὔπω ἐφανε- ρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὄντι ἐὰν φανερωθῇ ὅμοιοι † αὐτοῦ »ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστι« τουτέστι· καθώς ἐστι δυνατὸν τοῖς γενητοῖς γνῶναι τὸν θεόν· οὐ γὰρ οἷόν τε ἐκλαμβάνειν τὸ καθὼς ἔστιν ὁ θεὸς αὐτός. καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, εἰ μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι. διὰ τὸ τοίνυν ἐκ τοῦ πληρώματος Ἰησοῦ εἰληφέναι ὁ Ἰωάννης λέγει περὶ αὑτοῦ ὅτι »Ἔμπροσθέν μου γέγονεν« οὗ ἴσχον ἐκ τοῦ πληρώματος. καὶ τὸ μὴ ἕνα ἀλλὰ πάντας τοὺς ἁγίους ἐκλαμβάνειν ἐκ τοῦ πληρώματος τοῦ Ἰησοῦ τὴν ὑπεροχὴν τοῦ πληροῦντος καὶ τελειοῦντος φανεροῖ. εἰ γὰρ πάντες ἅγιοι ἐπληρώθησαν οὐκ ἐξ ὅλου τοῦ πληρώματος ἀλλ᾿ ἐκ τινὸς μορίου αὐτοῦ, πολὺ ἀπολειπόμενοι ὀφθήσονται οἱ ἐκ τοῦ πληρώματος λαμβάνοντες τοῦ παρασχόντος αὐτοῖς.