Fragmenta In Evangelium Joannis (In Catenis)
Origen
Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ἔοικέ τι ἀκριβὲς καὶ ἐξητασμένον ἔχειν ὁ Θωμᾶς, ὅπερ παρίσταται καὶ ἐκ τῶν ὑπ᾿ αὐτοῦ λεγομένων, ἅπερ οἶμαι αὐτὸν εἰρηκέναι μὴ ἀπιστοῦντα τοῖς λέγουσι τεθεωρηκέναι τὸν κύριον, ἀλλ᾿ εὐλαβούμενον μήποτε φάντασμά ἐστι, καὶ μεμνημένον τοῦ »Πολλοὶ ἐλεύσονται ἐπὶ »τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι«. τοῦτο δὲ οἶμαι πεπονθέναι καὶ τοὺς λοιποὺς ἀπόστόλους, ἀλλὰ κατ᾿ ἐξοχὴν τὸν Θωμᾶν. [[ὅτι δὲ καὶ οἱ λοιποὶ ἀπόστολοι τοιοῦτόν τι ἐνενόησαν ἰδόντες τὸν Ἰησοῦν δῆλον ἐκ τοῦ γεγράφθαι ὅτι »Ἐδοκουν ὅτι φάντασμά ἐστι«, καὶ ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς» Ψηλαφήσατέ με καὶ ἵδετε. ὅτι πνεῦμα ὀστᾶ καὶ σάρκα οὐκ »ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα«.]] περὶ δὲ τοῦ πῶς λέγεται αὐτῷ »Μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς« καὶ εἰς τὸ ὄνομα δὲ τοῦ Θωμᾶ τοιαῦτα ἂν λεχθείη, ὅτι τῶν μὲν ἀξιωθησομένων ὑπὸ τοῦ σωτῆρος μείζονος θεωρίας περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώοεως αὐτοῦ καὶ τῶν ὀφθέντων ἐν δόξῃ Μωσέως καὶ Ἠλίου τὰ ὀνόματα μετεποίησεν. τῶν δὲ λοιπῶν διὰ τοῦτο τὰ ὀνόματα οὐ μετεποίησεν, ἐπεὶ καὶ αὐτάρκη καὶ καθ᾿ ἑαυτὰ ἦν παραοτῆσαι τὸ ἑκάστου ἦθος. περὶ μὲν οὐν τῶν λοιπῶν ἀποστόλων οὐ νῦν πρόκειται λέγειν, περὶ δὲ τοῦ Θωμᾶ, ὃς [*](7 II Tim. 2, 12. — 14 Matth. 24, 5. — 18 Mark. 6, 49. — 19 Luk. 24, 39. 21 Joh. 20, 27. — 24 Vgl. Luk. 9, 30 f.) [*](CV. I ℵ] 2 τὴν . . ἄνωδον RV, τῆ . . ἀνόδω S | καὶ ὑμῖν ℵ, corr. Pr | ἀπὸ παύσεως ℵ | 4 δὲ] καὶ RV | αὐτοῦ δευτέραν RV | 5 ἀπελεύσομαι RV | εἰς τοὺς οὐρανοὺς < ℵ | 6 καὶ1] περ ℵ | ὥστε — 7 ἐμοὶ < ℵ.) [*](Π ABBREV (Cord. p. 304 sq.)] 1 ἐμαντόν] + ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε Ρ τῇ . . ἀνόδῳ Cord | 4 ἐλεύσομαι Ρ | 5 ὅπου καὶ] ὅπερ Ρ | 7 φησὶν ὁ Παῦλος Ρ Cord.) [*](CVI. Ι SR (V ist so stark durch Wasser beschädigt, dass fast nichts mehr zu erkennen ist) | 16 ὅτι — 20 ἔχοντα < RS | 24 τῶν — 25 μετεποίησεν < S | 25) τούτων R, corr. Br | 27 ὃς] ὅσον R.)
Eusebius, Η. Ε., VI, 25 s. Ο. S. 101, 21—34.